1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

47

γένηται τὸ καλὸν, μεθ' ὑπερθέσεως δὲ, οὐκ ἔξω ἐστὶ μέμψεως· κατάγνωσιν τὸν ὄκνον, τῷ μὴ σπουδαίως ἐνεργήσαντι ψηφιζόμενον. δʹ. Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς· καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. {Φίλωνος.} Λέγει δ' ἂν ἀπὸ τῆς ὀπῆς· ἐπείπερ ἔλεγε τῷ Θωμᾷ, "Βάλε τὸν δάκτυλόν σου εἰς τοὺς τύπους τῶν ἥλων·" δάκτυλοι μὲν σμύρναν πλήρεις· ἔγνων ὅτι τὸ σῶμα τὸ ταφὲν, αὐτὸ καὶ ἀνέστη. 1681 {Γρηγορίου.} Πάλιν ὑπερκειμένης ἀναβάσεως ἅπτεται ἡ καθαρθεῖσα ψυχή· μηκέτι φωνῆς τὴν καρδίαν θυροκρουστούσης, ἀλλ' αὐτῆς τῆς θείας χειρὸς ἐπὶ τὰ ἐντὸς παρεισδυείσης· ἀνοίγει τὴν θύραν περιελομένη τὸ τῆς καρδίας κάλυμμα· διέσχισε τὰς θύρας τὸ τῆς σαρκὸς παραπέτασμα· πᾶσα ἠνοίγη τῆς ψυχῆς ἡ πύλη, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης· ἀλλ' ἀπεδείχθη τῆς ψυχῆς ἡ εὐρυχωρία μικρά τις ὀπὴ, δι' ἧς οὐκ αὐτὸς ὁ Νυμφίος, ἀλλ' ἡ χεὶρ αὐτοῦ μόγις ἐχώρει· ὥστε δι' αὐτῆς ἐπὶ τὰ ἐντὸς γενέσθαι, καὶ ἅψασθαι τῆς ἐπιθυμούσης τὸν Νυμφίον ἰδεῖν· ἢ τοσοῦτον ἐκέρδανε μόνον, ὅσον γνῶναι ὅτι ἡ χείρ· οὕτω δὲ σκοπήσωμεν. Ἡ ἀνθρωπίνη ψυχὴ, δύο φύσεων οὖσα μεθόριος, ὧν ἡ μὲν ἀσώματός ἐστι καὶ νοερὰ, ἡ δὲ ἑτέρα σωματικὴ καὶ ὑλώδης καὶ ἄλογος, ἐπειδ' ἂν τάχιστα τῆς πρὸς τὸν παχὺν καὶ γεώδη βίον σχέσεως ἐκκαθαρθεῖσα δι' ἀρετῆς, ἀναβλέψῃ πρὸς τὸ συγγενὲς καὶ θειότερον, οὐ παύεται διερευνωμένη καὶ ἀναζητοῦσα τὴν τῶν ὅντων ἀρχήν. Πάντα δὲ περιεργαζομένη, ὥστε ἀπολαύειν τὸ ζητούμενον, ὅρον ποιεῖται τῆς καταλήψεως τοῦ Θεοῦ τὴν ἐνέργειαν, τὴν μέχρις ἡμῶν κατιοῦσαν, ἧς διὰ τῆς ζωῆς ἡμῶν αἰσθανόμεθα· οἷον ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ, τῶν ἀστέρων τὴν ποικιλίαν, τὰς πολυειδεῖς τῶν ζώων φύσεις, τάς τε τῶν φυτῶν ἰδέας, καὶ τὰ λοιπὰ πάντα, ἵνα μὴ καθ' ἕκαστον λέγω, δι' ὧν ἡ ἐνέργεια τοῦ Θεοῦ δείκνυται. Ταῦτα τοίνυν ὁρῶσα διὰ τοῦ θαύματος τῶν φαινομένων, ἀναλογίζεται τῇ διανοίᾳ τὸν διὰ τῶν ἔργων νοούμενον· ἴσως γὰρ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἑτέρως γνωσόμεθα τὴν τοῦ ἀγαθοῦ φύσιν, καὶ τρανοτέρως καταληψόμεθα τὸ εἶδος τῆς ἀφθάρτου μακαριότητος· τέως δὲ ἀγαπητὸν τῇ ψυχῇ, ἡ ἐμφαινομένη τοῖς οὖσιν ἐνέργεια· ἥτις ἑρμηνεύεται χεὶρ τροπικῶς, ἢν ἀπέστειλε διὰ τῆς ὀπῆς· οὐ γὰρ ἐχώρει ἡ ἀνθρωπίνη πενία τὴν ἀόρατον καὶ ἀπερίληπτον φύσιν ἐν ἑαυτῇ δέξασθαι· πᾶσα δὲ αὐτῆς ἡ διανοητικὴ δύναμις, ἥτις ἐστὶ κοιλία, ἐθροήθη συγκινηθεῖσα πρὸς τὸ θαῦμα τῶν διὰ τῆς θείας χειρὸς ἐνεργουμένων· ὧν ἡ κατανόησις ὑπερκειμένη τῆς ἀνθρωπίνης δυνάμεως, τὸ ἀκατάληπτον τῆς τοῦ ἐνεργοῦντος φύσεως δι' ἑαυτῆς ἑρμηνεύει· πᾶσα γὰρ ἡ τῶν ὄντων κτῆσις τῆς χειρὸς ἐκείνης ἔργον ἐστὶ, κατὰ τὸ, "Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα." Εἰ οὖν τὰ τῆς ἐνεργείας ἐκείνης καταλαβεῖν ἔργα οὐ χωρεῖ, πῶς τὴν ὑπερκειμένην τούτων καταλήψεται φύσιν; Τάχα δὲ καὶ τοῦτο δηλοῖ, ὅτι ἡ τῶν πάντων ποιητικὴ χεὶρ διὰ σαρκὸς ἡμῖν ἐπιφανεῖσα, θρόησιν ἐποίησε καὶ ξενισμὸν ταῖς ψυχαῖς· πῶς Θεὸς ἐν σαρκί; πῶς λόγος σάρξ; πῶς ἐν παρθενίᾳ τόκος; καὶ τὰ λοιπά. Ὅτε γὰρ ἐπὶ γῆς ὤφθη ὁ Κύριος καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τότε καθαρόν τε καὶ ἄϋλον τοῦ Νυμφίου κάλλος, διὰ τῆς τῶν ἐνεργειῶν χειρὸς, ἤγουν τῆς τῶν θαυμάτων δυνάμεως ἐγνωρίσαμεν. Ταῦτα πάσχει, ἐπεὶ μὴ προθύμως ὑπήκουσε 1684 τῷ λόγῳ· ἵνα δειχθῇ, ὅτι καὶ ὁ πολυτίμιος Θεῷ, ἄνεσιν διώκων, καὶ ἀναπεπτωκὼς, καταφρονεῖται, καὶ τιμωρίας πεῖραν λαμβάνει. Ἀπέστειλε γὰρ, φησὶ, τὴν παιδεύσουσαν τοὺς ἀπειθεῖς χεῖρα, καὶ κατέφλεξε· ὡς ἐκ τῆς ἀγωνίας θροηθῆναι τὴν κοιλίαν. ∆ιὸ καὶ σπουδαιότερον μετὰ τὴν τῆς παιδείας αἴσθησιν ἀνέστην ἀνοῖξαι· καὶ διὰ τὸ μὴ ἐκ προαιρέσεως, ἀλλ' ἐξ ἀνάγκης τοῦτο ποιῆσαι, αἱ χεῖρές μου ἔσταξαν σμύρναν, τὴν νεκρὰν, ὡς εἰπεῖν, ἐνέργειαν· πᾶν γὰρ τὸ ἀπροαιρέτως γινόμενον, νεκρόν ἐστι καὶ θελήματος ζωτικοῦ ἄμοιρον· ἔστι γὰρ εὐοδούμενόν τινα καταφρονεῖν τῶν ἐντολῶν, ὅταν δὲ πεῖραν λάβῃ παιδείας, εὐθὺς ζητεῖ τὸν Θεόν. Ἀλλ' ὁ προσέχων οὐ τοῖς γινομένοις, ἀλλὰ τῇ ποιούσῃ διαθέσει, παρῆλθε καὶ ἐξέκλινεν ἐκ μεταμελείας, τῇ προθέσει παρών· οὐκοῦν ἐδεξιώσατο ὡς πάντα