1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

66

γνησίων καὶ ἡδονὴν ἔνθεον κινούντων ἀπολαῦσαι λόγων. Ἐπὶ τούτοις γὰρ τοῖς φιλήμασιν οὐκ ἐξουδενοῦται, ἔπαινον ἔχουσιν, οὐ κατάγνωσιν· παραλήψεται δὲ αὐτὸν αὐτὴ, ἐπειδὴ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· εἰσάξει δὲ καὶ εἰς οἶκον μητρὸς αὐτῆς καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης αὐτὴν τῆς ἀνθρωπίνης σοφίας· ἔδει γὰρ αὐτὸν ἄνθρω 1740 πον γενόμενον, πάντων αὐτῇ κοινωνῆσαι, καὶ ἀντιδοῦναι τὰ τῆς χάριτος, καὶ λαβεῖν τὰ τῆς φύσεως. Τὸ γὰρ εἰς οἶκον εἰσελθεῖν τῆς μητρὸς αὐτῆς, τὴν τῶν ἀνθρωπίνων παθῶν χωρὶς ἁμαρτίας ἀνάληψιν δηλοῖ· τὸ δὲ παραλήψομαι σημαίνει τὸ πρόθυμον τῆς πίστεως, καὶ τὸ διορατικὸν τῆς κατὰ τὸ μυστήριον ἀκραιφνοῦς θεωρίας. Οἷον δὲ μυρεψικὸν καὶ νάμα ῥοῶν, τοὺς φυσικοὺς καὶ ἠθικοὺς τῶν ἔξω λέγει λόγους, οὐκ ἐκ φύσεως ἔχοντας τὸ εὐῶδες, ἀλλὰ τεχνικῇ σκευασίᾳ παρηρτυμένα· ἀφ' οὗ ποτίσειν αὐτὸν ἐπαγγέλλεται μυρεψικῶς τὸ ἡδὺ προσλαβόντος ἐπινοίαις ἀνθρωπίναις. Ὁ γὰρ τοῦ Νυμφίου οἶνος, φυσικῇ χρήσει τὴν εὐφροσύνην ἔχει καὶ οὐκ ἐπείσακτον. βʹ. Εὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με· παραλήψομαί σε· εἰσάξω σε εἰς οἶκον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. {Ὠριγένους.} Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα περιεπτύξατο αὐτόν. {Κυρίλλου.} Ἤγουν ἔξω Ἱερουσαλὴμ ὅπου ἐσταυρώθη. {Φίλωνος.} Τὸ δὲ, Οὐκ ἐξουδενώσουσί με, οἱ τὸ τῆς πνευματικῆς φιλίας ἀκατάγνωστον εἰδότες· ἢ ὅτι οὐκ ἔσομαι ἔτι ὡς τὸ πρὶν εὐάλωτος τοῖς ἐχθροῖς· εἰσάξω δὲ αὐτὸν εἰς οἶκον μητρός μου, τῆς γῆς καὶ τῆς ἐκ ταύτης σαρκός· ταμιεῖον δὲ αὐτῆς ὁ ᾅδης, ἔνθα ἦσαν αἱ ψυχαὶ ἀποτιθέμεναι τῶν ἁγίων. Οἶνος δὲ μυρεψικὸς τὸ ποτήριον τὸ κεκραμένον πνεύματι, ὃ πίνει διὰ τῶν πιστευόντων. γʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. {Κυρίλλου.} Ἢ τὸν ἐνταφιασμὸν λέγει, ὃν ἤνεγκεν Ἰωσὴφ καὶ Νικόδημος· ῥοῶν δὲ λέγει τῶν ἁγίων. Ἢ οἶνος μυρεψικὸς, λόγος εὐφροσύνης πνευματικῆς, ἀπὸ τῶν ἐν ταῖς θείαις Γραφαῖς παντοδαπῶν νοημάτων ἠρτυμένος· ἀπὸ δὲ ναμάτων ῥοῶν τῶν τεταγμένων, καὶ ἐν οἰκείῳ καιρῷ τελουμένων πράξεων. Ὁ μὲν νόμος ὑποστηρίζει τὸ ἡγεμονικὸν, τὸ δὲ Εὐαγγέλιον τοῦ παντός ἐστι περιληπτικόν· ἢ εὐώνυμος ἡ πρώτη ἐπιδημία, δεξιὰ δὲ ἡ δευτέρα· ἢ εὐώνυμος ὁ παρὼν αἰὼν, τῷ μέλλοντι παραλαβὼν, εἰσάγει εἰς τὰς ἄνω μονάς. δʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ; {Ὠριγένους.} Ἤδη δεύτερον ὥρκισεν, κ.τ. λ. Ὁρκίζει τὰς τῶν ἁγίων ψυχὰς, πρεσβεύειν ὑπὲρ τῶν ἁμαρτωλῶν, ἕως ἂν παραλάβῃ ἡμᾶς ὁ Θεός. εʹ. Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφὸν αὐτῆσ; 1741 Οἱ ἅγιοι τοῦτό φασι θαυμάζοντες τὴν κάθαρσιν τῆς Νύμφης. {Νείλου.} Οἱ τῆς συναγωγῆς ἐκπλήσσονται, ἀπὸ τοῦ γαμικοῦ λουτροῦ ἀναβαίνουσαν αὐτὴν ὁρῶντες, αὐτὴν συγκρίνοντες τὴν νῦν αὐτῆς λευκότητα τῇ προτέρᾳ μελανίᾳ· μειζόνως δὲ θαυμάζουσι τὸ, ἐπιστηριζομένην αὐτὴν ἐπὶ τὸν ἀδελφιδὸν, ἀναβαίνειν. Ἄπταιστος γὰρ ὄντως γίνεται πορεία, καὶ προκοπὴ ψυχῆς λόγῳ χειραγωγεῖ κεχρημένης. Προφητεύεται τῆς Νύμφης ἡ ἄνοδος τὰς μακαρίας μονὰς, παντελῶς ἀποθεμένης τοῦ σκότους τῆς κακίας, καὶ τὴν τῆς ἀρετῆς ἀναλαβούσης λαμπρότητα, ἑπομένης τῷ λόγῳ· ὅθεν αἱ ἄνω δυνάμεις θαυμάζουσι τὴν ἐπὶ τοσοῦτον τῶν ἀνθρώπων μεταβολήν. Ὑπὸ μῆλον ἐξήγειρά σε. Τοῦτο τὸ φυτὸν, ὀσμῇ καὶ θέᾳ καὶ βρώσει καὶ ἁφῇ λεῖον ὑπάρχον ἐστὶ καλόν· ὁ οὖν διὰ τῶν αἰσθητηρίων εὖ τραφεὶς, λέγοιτο μῆλον· παρὰ ταύτῃ τῇ μηλέᾳ ὠδίνει ἡ ἄνω Ἱερουσαλὴμ, καὶ τίκτει τὰ τέκνα τῆς ἐλευθερίας· διό φησιν ὁ Ἰωήλ· "Ῥόα καὶ φοῖνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ, δώσει τὸν καρπὸν αὐτῶν." {Φίλωνος.} Τὸ μῆλον ὑπὸ τὴν μυστικὴν τράπεζαν ἐγείρας τέθεικά σε· τροφὴ γὰρ καὶ ποτὸν ἐργάζεται. Μῆλον τὴν οἰκονομίαν ἐλέγομεν, ὡς ἐμπεριεχομένης τῆς θεότητος τῇ ἀνθρωπότητι· ὑφ' ὃ ἐξήγειρε τὴν Νύμφην, ἢ καθεύδουσαν ἢ καθεζομένην, ἀπὸ τῶν