1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

38

καὶ ποικίλων ἁμαρτημάτων, ἀφ' ὧν ψυχὴ καταστίζεται· ἀνέμνησε δὲ τῶν λυπηρῶν, διὰ τῶν θηρίων τούτων, ἡδίω ποιῶν τὰ εὐφραίνοντα· καὶ ἵνα μᾶλλον ἐντρυφῶν τοῖς παροῦσι καλοῖς· μανθάνουσα διὰ τῆς παραθέσεως οἷα ἀνθ' οἵων ἠλλάξατο, καὶ ἅμα τῇ ἀποστροφῇ τῶν χειρόνων τὸ ἀκλινές τε καὶ ἀπαράτρεπτον ἐν τοῖς ἀγαθοῖς κατορθώσειεν. {Νείλου.} Πάλιν προσκαλεῖται μέν τις τὴν Νύμφην· ὁ δὲ προσκαλεσάμενος σεσιώπηται· εἴτε δὲ αὐτὸς ὁ Νυμφίος ἐστὶν, εἴτε οἱ τοῦ Νυμφίου φίλοι, ἢ 1656 ἀπὸ τοῦ περιγείου τόπου καλοῦσιν αὐτὴν, ἢ ἀπὸ τῆς ἐθνικῆς διαγωγῆς· οἰκητήριον γὰρ λεόντων καὶ παρδάλεων εἰδότες τὸν Λίβανον, ἀπολιπεῖν αὐτὸν αὐτὴν συμβουλεύουσιν· καὶ ὡς ἔοικεν ἀρξαμένην ἀναχωρεῖν ἑωρακότες, καὶ προβαίνουσαν μετὰ πάσης σπουδῆς, ἐκ τῆς προθυμίας τὴν προκοπὴν στοχασάμενοι, λέγουσιν· Ὄντως ἐλεύσῃ καὶ διελεύσῃ· ἡ γὰρ τῆς πίστεως ἀρχὴ, καὶ ἡ ἐν προοιμίοις σπουδὴ, τὸ τάχος σημαίνει τῆς μελλούσης διαβάσεως, ἐλπίδα πολλὴν ὑποτιθεμένη τῆς πρὸς τὸν σπουδαζόμενον σκοπὸν ἀφίξεως· Ἐλεύσῃ οὖν ἀπὸ Λιβάνου τοῦ τῶν θηρίων χωρίου· διελεύσῃ δὲ αὐτὰ τὰ θηρία ἀβλαβῶς. Ἀπὸ κεφαλῆς γὰρ πίστεως ὁδεύειν ἀρξαμένη, καὶ ἀπὸ κεφαλῆς Σανεὶρ, ὅπερ ἑρμηνεύεται ὁδὸς λύχνου· καὶ Ἑρμὼν, ὅπερ μεταληφθέν ἐστι κέδρος ἢ δρόσος, εἰκότως πάντα τὰ πειράζοντα διαβαίνει· καὶ τὰς ἐνέδρας τῶν ἀντικειμένων δυνάμεων παρέρχεται τῇ ὁδῷ τοῦ λύχνου φωτιζομένη· καὶ καταφόρους τὰς τῶν ἐπιβούλων μηχανὰς ποιουμένη, τῇ δὲ δρόσῳ παραμυθουμένη τὸν ἐπὶ τῇ πορείᾳ κάματον· διὸ καὶ τὰς μάνδρας τῶν τῇ πρακτικῇ ἐπιβουλευόντων λεόντων, καὶ τὰ ὄρη τῶν τῇ θεωρίᾳ ἐναντίων παρδάλεων παρελθοῦσα, ἔκπληξιν παρέσχε τοῖς προσκαλουμένοις αὐτὴν ἐν τῷ τάχει· ἴσως δὲ καὶ λέοντας καὶ παρδάλεις, τά ποτε τῶν ἐθνικῶν ἤθη λέγει· ὄρη δὲ τὴν πεπλανημένην αὐτῶν τῆς εἰδωλολατρείας ἐπὶ τῶν ὑψηλῶν θρησκείαν· καὶ μάνδρας, τὸ τῆς φύσεως εὔνομον· ἀφ' οὗ κινούμενοι φυσικῶς ἐπεγίνωσκον τὸ καλόν· μάνδρα γὰρ προβάτων ποιμαινομένων αὐλὴ, οὐχὶ δὲ θηρίων καταγώγιον· λέοντες δὲ καὶ παρδάλεις, μονωτικὰ, καὶ οὐ σύννομα· τὰ ἔθνη οὖν διὰ τούτων δηλοῖ, θρησκείαν μὲν ἀσεβῆ, διὰ πλάνην μετερχόμενα· πολιτείαν δὲ ἴσως εἶχον, εἰ καὶ μὴ λογικῶν, ἀλλὰ προβάτων τέως εὔτακτον καὶ συμβαίνουσαν, οὐ τῇ Ἰουδαίων, ἀλλὰ τῇ Χριστιανῶν διαγωγῇ· ἀπὸ πίστεως οὖν ἀρξαμένη ὁδεύειν πρὸς τὸν Νυμφίον ἡ Νύμφη, καὶ διὰ τῶν εἰρημένων ὁδεύσασα πολλοὺς μεθ' ἑαυτῆς παρέστησε τῷ ἡρμοσμένῳ, ἔδνα καὶ φερνὴν αὐτῆς προσαγαγοῦσα τῷ Χριστῷ. θʹ. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου Νύμφη· ἐκαρδίωσας ἡμᾶς ἐνὶ ἀπὸ ὀφθαλμῶν σου ἐν μιᾷ ἐνθέματι τραχήλου σου. {Κυρίλλου.} Ἤγουν εἰς πόθον ἡμᾶς ἤγαγες σεαυτῆς, ἑνὶ ῥήματι τῆς ὁμολογίας· ὅπερ ἔσχες ὀρθῶς ὁρῶσα τοῖς ἔνδον ὀφθαλμοῖς σου· ὑποταγεῖσα γὰρ ἐνθέματι τοῦ τραχήλου σου, τὴν ὁμολογίαν ἐποίησας. {Γρηγορίου.} Ταῦτα παρὰ τῶν φίλων τοῦ Νυμφίου, ἀγγελικῶν, φημὶ, ∆υνάμεων, λέγεται πρὸς αὐτήν· διττῆς γὰρ οὔσης τῆς ὀπτικῆς ἐνεργείας, καὶ τῆς μὲν τὴν ἀλήθειαν ὁρώσης, τῆς δὲ ἑτέρας περὶ τὰ μάταια πλανωμένης, ἐπειδὴ περὶ μόνην τοῦ ἀγαθοῦ τὴν φύσιν ἀνέῳκται τῆς Νύμφης ὁ καθαρὸς ὀφθαλμὸς, ἀργεῖ δὲ ὁ ἕτερος· τούτου χάριν ἑνὶ τῶν ὀφθαλμῶν προσάγουσιν οἱ φίλοι τὸν ἔπαινον· ἀδελφὴν μὲν αὐτὴν καλοῦντες, διὰ τῆς ἀπαθείας συγγένειαν· Νύμφην δὲ, διὰ 1657 τὴν πρὸς τὸν Λόγον συνάφειαν. Ἐπεὶ οὖν, φησὶν, ὁ ὀφθαλμός σου εἷς ἐν τῷ πρὸς τὸ ἓν βλέπειν, καὶ ψυχὴ μία διὰ τὸ μὴ πρὸς διαφόρους διαθέσεις μερίζεσθαι· καὶ ἡ θέσις τοῦ τραχήλου σου τὸ τέλειον ἔχει τὸν θεῖον ζυγὸν ἐφ' ἑαυτῆς ἀραμένη (τοῦτο γὰρ τὸ, Ἐνθέματι τραχήλου σου·" εἴτ' οὖν ὁ τοῦ Κυρίου ζυγός)· τούτου χάριν ὁμολογοῦμεν ὅτι τοῖς θαύμασιν ἡμᾶς ἐκαρδίωσας· ὅπερ ἐστὶ ψυχήν τινα καὶ διάνοιαν πρὸς τὴν τοῦ φωτὸς κατανόησιν δι' ἑαυτῆς ἡμῖν ἐνεποίησας· καὶ γὰρ ἐν σοὶ τὸν τῆς δικαιοσύνης Ἤλιον ὡς ἐν κατόπτρῳ κατανοοῦμεν· διὰ δὲ τῆς δευτερώσεως ἀξιοπιστίαν προτιθέασι τῷ λεγομένῳ. {Νείλου.} Ὁ Νυμφίος ἐκ προσώπου παντὸς τοῦ χοροῦ ταῦτά φησιν· τὴν μὲν ἔκπληξιν ἐπὶ πάντας φέρων, τὴν δὲ οἰκειότητα τῆς