1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

39

Νύμφης, ἐπὶ μόνον ἑαυτὸν, Ἀδελφή μου, λέγων, Νύμφη, καὶ οὐχ ἡμῶν· κἂν γὰρ διαφέρουσι κατὰ τὴν οὐσίαν ἄγγελοι τῆς ψυχῆς, ἐλαττοῦνται τῷ ἀξιώματι τῆς ἡρμοσμένης Χριστῷ, καὶ ἀπ' ἀρχῆς γινομένης τοῦ ἡμετέρου φυράματος· καὶ τῆς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καθέδρας ἠξιωμένης· καὶ διὰ τοῦτο τοῦ Νυμφίου ἀδελφὴ ὀνομάζεται· καὶ ὁμαίμων αὐτῷ κατὰ τὴν τῆς σαρκὸς οἰκονομίαν γενομένη καὶ ὁμογάστριος· ἐκαρδίωσε δὲ αὐτοὺς ἑνὶ ἀπὸ ὀφθαλμῶν, ὡς τὰ θεῖα κατανοοῦντι πράγματα· οἱ γὰρ ὀφθαλμοὶ, ὁ μὲν ἀριστερὸς τοῖς σωματικοῖς προσέχει, ὃς καὶ ἐκαρδίωσε τοὺς ἑτέρους τοῦ Νυμφίου, καλῶς ταῦτα διατιθείς· ὁ δὲ ἕτερος τοῖς νοητοῖς ἐνατενίζει, καὶ τοῖς μέλλουσι προσέχει, ὃς καὶ ἐκαρδίωσε τοὺς ἑτέρους τοῦ Νυμφίου· περιεσκεμμένως καὶ μετὰ πολλῆς νήψεως παρελθὼν τὰς τῇ θεωρίᾳ λυμαινομένας παρδάλεις, καὶ τὸ οἰκεῖον κάλλος τηρήσας· καὶ ἐν μιᾷ ἐνθέματι τραχήλου τῆς Νύμφης ἐκαρδιώθησαν· ὅπερ οἱ λοιποὶ, Ἐν ἑνὶ ὁρμίσκῳ τράχηλός σου, πεποιήκασι· τάχα οὗν ἐπὶ ἀνωτέρω, Τράχηλός σου, λέγων, ὡς ὁρμίσκοι, τὴν ἐπὶ πάσαις ταῖς ἀρεταῖς ταπεινοφροσύνην ἐπῄνει· νῦν ἐφ' ἑνὶ ὁρμίσκῳ τοῦ τραχήλου ἐκπλήττεται ταύτην· ὅτι καὶ Νύμφη γενομένη τοῦ βασιλέως, τὴν αὐτὴν κατάστασιν τῆς ταπεινώσεως σώζει. {Ὠριγένους.} Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορμᾶσθαι τῷ τραχήλῳ τῆς Νύμφης, κ.τ.λ. ιʹ. Τί ἐκαλλιώθησαν οἱ μαστοί σου, ἀδελφή μου Νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. {Γρηγορίου.} Ἐπισφραγίζει τῆς Νύμφης ὁ Νυμφίος τὸ παρὰ τῶν φίλων ἐγκώμιον, ἐπαινῶν αὐτὴν ἐν ταῖς τῶν ἀγαθῶν διδαγμάτων πηγαῖς, οἶνον ἀλλ' οὐκ ἔτι γάλα προχεούσαις· δι' οὗ ταῖς τελειωτέραις καρδίαις ἡ εὐφροσύνη· ἡ δὲ τῶν ἀρετῶν εὐωδία πᾶν ἄρωμα, φησὶν, νενίκηκε νομικὸν, μυρεψούμενον τοῖς εὐαγγελικοῖς ἐπιτάγμασιν· ὅμοια δὲ τὰ τοῦ Νυμφίου, τοῖς ἐν ἀρχῇ παρὰ τῆς Νύμφης πρὸς ἑαυτὸν εἰρημένοις· Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· τοιοῦτον γὰρ τὸ θεῖον ἔργον, ἐὰν ὁμοίους ἑαυτοὺς αὐτῷ 1660 διὰ τῆς προαιρέσεως δείξωμεν· διὸ νῦν ἡ Νύμφη τὴν ὁμοίαν ἀπόκρισιν δέχεται πρὸς τὸ κρεῖττον ἀλλοιωθεῖσα· ὅθεν καὶ ἀδελφὴν αὐτὴν καλεῖ διὰ τὸ οἶνον πηγάζειν ὁμοίως αὐτῷ. {Νείλου.} Βελτίωσιν καὶ προκοπὴν τῶν μαστῶν διηγεῖται τῆς Νύμφης· πρότερον μὲν ὅτε ἐν κρίνοις δύο νεβροὶ δίδυμοι δορκάδος ἐνέμοντο· τάχα τῶν ποιμαινομένων ὑπὸ τοῦ Κυρίου, καὶ εἰς τόπον χλόης κατασκηνούντων, προβάτων τὴν κατάστασιν ἐχόντων· νῦν δὲ ὅτε ἀπὸ οἴνου ἐκαλλιώθησαν, εἰς τὸ τῆς ἡτοιμασμένης τοῖς λογικοῖς τραπέζης, καὶ τοῦ μεθύσκοντος ποτηρίου ἀπολαύειν φθασάντων· οὐ ταυτὸν γὰρ γάλα καὶ οἶνος· τὸ μὲν γὰρ νηπίων, τὸ δὲ τελείων τροφή· ἐπεὶ οὖν τοῖς σιτίοις τῆς μητρὸς ἐξομοιοῦται τὸ γάλα, καὶ τοὺς τιθηνουμένους τρέφει καταλλήλῳ πιότητι, τότε ἀπὸ οἴνου τῆς Νύμφης οἱ μαστοὶ καλλιοῦνται, ὅτε τοὺς μαθητευομένους τῷ λόγῳ τελείαν πρὸς εὐφροσύνην πνευματικὴν παιδεύωσι διδασκαλίαν, τῷ μυστικῷ τονοῦντες αἵματι τὰ αἰσθητήρια τῶν γνωρίμων, πρὸς τὴν τῶν συμφερόντων ἐπίγνωσιν· Ὀσμὴ δὲ ἱματίων σου, τῆς Νύμφης εἰσὶν οἱ πρακτικοὶ, καὶ τοῖς ἔργοις τῶν ἀρετῶν εὐ ωδιάζοντες· ἱμάτια γὰρ, αἱ ἠθικαὶ ἀρεταί· ὡς καὶ Παῦλος, "Ἐνδύσασθε, λέγων, χρηστότητα, ταπεινοφροσύνην·" πρᾶξις γὰρ πρὸς σωτηρίαν, θεωρίας ἐπιτηδειοτέρα. ιαʹ. Κηρίον ἀποστάζουσι χείλη σου, Νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. {Φίλωνος.} Μέλι τὸ Εὐαγγέλιον, γάλα ὁ νόμος. {Γρηγορίου.} Πλήρης σοι, φησὶ, γέγονεν ἡ καρδία τῶν τῆς παντοδαπῆς παιδεύσεως κηρίων· ὅθεν προσφέρεις ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας τὰς μελιχρὰς τῶν λόγων σταγόνας, ὡς εἶναι μέλι τὸν λόγον συναναμεμιγνύμενον τῷ γάλακτι· οὐ γὰρ μονοειδῆ τοῖς ἀκούουσι τὴν ὠφέλειαν παρέχεις, ἀλλὰ καταλλήλως πρὸς τὴν τῶν δεχομένων δύναμιν· ὡς καὶ τοῖς τελειοτέροις καὶ τοῖς νηπιάζουσιν οἰκείως ἔχειν, τοῖς μὲν τελειοτέροις μέλι, τοῖς δὲ νηπιάζουσι γάλα γίνεσθαι. {Νείλου.} Τῆς καθ' ἕξιν ὑπαρχούσης πρὸς πᾶσαν