1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

60

παντὸς τάγματος πάσαις ψυχαῖς ὁ δρόμος, πρὸς τὴν τοιαύτην μακαριότητα· φύσις δέ ἐστι πᾶσι πρὸς τὸ μακάριόν τε καὶ ἐπαινουμένοις τῆς ἐπιθυμίας συντείνεσθαι· ὥστε εἰ μακαρίζουσι τὴν περιστερὰν αἱ θυγατέρες, ἐπιθυμοῦσι πάντως γενέσθαι περιστεραὶ καὶ αὗται· καὶ τὸ αἰνεῖσθαι παρὰ τῶν παλλακίδων καὶ βασιλίδων, τεκμήριόν ἐστι τοῦ καὶ αὐτὰς πρὸς τὸν ἐπαινούμενον τὴν σπουδὴν ἔχειν· ἕως ἂν πάντων ἓν γενομένων τῶν πρὸς τὸν αὐτὸν τῆς ἐπιθυμίας βλεπόντων σκοπὸν, μηδὲ μιᾶς ἐν μηδενὶ κακίας ὑπολειφθείσης, γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι τοῖς διὰ τῆς ἑνότητος ἐν τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ συγκεκραμένοις. {Νείλου.} Ἑξήκοντα βασίλισσαι, τάχα τοὺς ἐν τῷ Ἰουδαϊσμῷ λέγει. Βασίλειον γὰρ ἦσάν ποτε ἱεράτευμα καὶ ἔθνος ἅγιον· ὀγδοήκοντα δὲ παλλακὰς, τὰς διὰ μὲν τὸ τῆς ἀναστάσεως μυστήριον τῇ ὀγδόῃ δεκάδι ἀριθμουμένας· διὰ δὲ τὸ μὴ γνησίαν τὴν πρὸς αὐτὸν ἔχειν συζυγίαν, τῷ τῶν παλλακίδων ὀνόματι σημαινομένας αἱρέσεις. Νεάνιδας δὲ, ἃς οὔτε ἀριθμοῦ ἠξίωσε, τὰ ἔθνη τὰ ἀπηλλοτριωμένα τοῦ Θεοῦ, καὶ ξένα τῶν διαθηκῶν τοῦ πατρός· οὐ γὰρ διὰ πλῆθος αὐτὰς ὁ τὸ πλῆθος τῶν ἄστρων ἀριθμῶν οὐκ ἠρίθμησεν, ἀλλὰ διὰ τὸ ἀνάξιον τοῦ ἀριθμοῦ. Ταῦτα γὰρ ἀξιοῖ ἀριθμεῖν, ὅσα τὴν τάξιν ἐλλόγιμον ἔχει καὶ ἀξιόπιστον· μίαν δὲ περιστερὰν λέγει τὴν Ἐκκλησίαν, ἥ τις διὰ τὸ κεκοιμῆσθαι ἀνὰ μέσων τῶν κλήρων, περιστερὰ γέγονε τελεία, τὰς πτέρυγας ἔχουσα περιηργυρωμένας, καὶ τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου· διὰ τὸ τέλειον τῆς κατ' ἀρετὴν ἕξεως ὁμοιωθεῖσα τῷ ἐν οὐρανοῖς τελείῳ Πατρὶ, καὶ ἐκλεκτὴν οὖσαν τῇ μητρὶ αὐτῆς, τῇ ἐν τοῖς τῆς ἀληθείας δόγμασιν αὐτὴν τεκούσῃ σοφίᾳ ἣν νῦν μὲν εἴδοσαν θυγατέρες βασίλισσαι καὶ παλλακαὶ, οὐκ ἐνόησαν δὲ, οὐδὲ συνῆκαν τὸ περὶ αὐτὴν οἰκονομηθὲν μυστήριον· αἰ 1721 νέσουσι δὲ ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως· ἐξιωμένην τὴν πρὸς τὸν Χριστὸν συνάφειαν. Τὸ μὲν γὰρ, ἐπὶ τοῦ παρελθόντος· τὸ δὲ μακαριοῦσι καὶ αἰνέσουσι ἐπὶ τοῦ μέλλοντος. {Φίλωνος.} Ἢ ἑξήκοντα βασίλισσαι, τὰς ἐκ τῶν δώδεκα φυλῶν ταῖς πέντε καθαρευούσαις αἰσθήσεσι ψυχάς. Περιστερὰ δὲ ἡ ἄκακος Ἐκκλησία Χριστοῦ· τῇ δὲ μητρὶ αὐτῆς ἐστι μία τῇ ἐπ' οὐρανίῳ σοφίᾳ, τῇ σαρκὶ Χριστοῦ ἐκλεκτῇ οὔσῃ, ἐν τῷ ἀναγεννᾶσθαι αὐτήν· ἣν αἱ θυγατέρες μακαριοῦσι· "Πολλοὶ γὰρ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἃ ἴδετε, καὶ οὐκ εἶδον." {Ἀπολιναρίου.} Καὶ ἄλλως· τὸ τελειότατον αὐτῆς ἐν τῇ πρὸς Θεὸν οἰκειώσει δηλοῦται, παραβαλλομένης τῆς τελείας Ἐκκλησίας τοῖς τε ἐκ τῆς προτέρας κλήσεως ἐπιφανεστάτοις, καὶ τοῖς νῦν δευτέροις μετ' αὐτήν. Κοσμικὴ δὲ ἡ τοῦ προτέρου λαοῦ κλῆσις, καὶ τῇ ἑξάδι σύστοιχος τῇ κοσμογόνῳ· ἡγεμονικὴ δὲ αὕτη καὶ ἡ ἐπὶ βασιλείᾳ κειμένη· τηρεῖται δὲ τῷ γένει τῷ Ἰσραηλιτικῷ τὸ βασιλικὸν ἀξίωμα παρὰ Χριστοῦ κατὰ τὰς προφητείας, τὸν τοῦ ∆αβὶδ ἐπαγγελλομένας θρόνον, καὶ τὸν τούτου κατορθωτὴν Χριστὸν, κατὰ τὸ ἐν Εὐαγγελίοις· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· τὰς δὲ τῆς Νέας ∆ιαθήκης, ὀγδοήκοντα δείκνυσιν ἀριθμός. {Ἰσιδώρου.} Τί ἐστιν, ἑξήκοντά εἰσι βασίλισσαι, καὶ τὰ ἑξῆς, Ἄκουε· ἐχέτω μὲν ἡ ἀμώμητος καὶ παρθένος Ἐκκλησία, ἡ ὀρθὴν καὶ περὶ τὸν θεῖον πίστιν ἔχουσα τὰ πρωτεῖα, καὶ αὕτη καλείσθω περιστερὰ τελεία, ὅλων τῶν ταγμάτων ὑπερβαίνουσα τὴν ἀξίαν. Εἰ δὲ καὶ εἰς πράξεις αὐτὸ ἐκλαβεῖν χρὴ, λελέχθω καὶ τάδε· ἑξήκοντά εἰσι βασίλισσαι, αἱ τῆς βασιλείας ἕνεκεν εὖ πράττουσαι ψυχαί· καὶ ὀγδοήκοντα παλλακαὶ, αἱ φόβῳ τῆς κολάσεως ἀπεχόμεναι κακοῦ· καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμὸς, αἱ διά τινας προφάσεις κοσμικὰς σωφρονοῦσαι, καὶ τὸ δίκαιον διώκουσαι· δι' ὧν οὔτε πόθῳ τῆς βασιλείας, οὔτε φόβῳ τῆς κρίσεως τὸ δέον πράττουσαι, ἀλλ' ἵνα πλούτου ἢ δόξης ἤ τινος μὴ στερηθῶσι. Μία ἐστὶ περιστερὰ τελεία ἡ τὸ καλὸν πράττουσα, τῶν ἄκρων ἁγίων σύνοδος, ἡ οὔτε διὰ μισθὸν, οὔτε διὰ τιμωρίαν, οὔτε διὰ πρόφασίν τινα βιωτικὴν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ φίλον πράττουσα τὸ δέον. {Ὠριγένους.} Αἱ νεάνιδες ἀριθμὸν οὐκ ἔχουσαι, κ.τ.λ. Αἴτιος οὖν γενοῦ τῆς ἀγαλλιάσεως· αἴτιος οὖν γενοῦ τοῦ δραμεῖν αὐτὸν ἐπὶ σέ· θέλει γάρ σε