1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

7

ὅλῳ τῷ κατασκευάσματι περιεχομένης τὸ ὄνομα· οὕτω καὶ εἴ τις πᾶν ἄνθος εὐωδίας ἐκ τῶν ποικίλων τῆς ἀρετῆς λειμώνων ἀνθολογήσας καὶ πάντα ἑαυτοῦ τὸν βίον ἓν μύρον διὰ τῆς τῶν καθ' ἕκαστον ἐπιτηδευμάτων εὐοσμίας ἀπεργασάμενος, διὰ πάντων γένοιτο τέλειος, πρὸς αὐτὸν μὲν τὸν Θεὸν Λόγον, ὡς πρὸς ἡλίου κύκλον ἀτενῶν ἐνιδεῖν φύσιν οὐκ ἔχει, διὰ τὸ ὑπερκείμενον τῆς οὐσίας, ἐν ἑαυτῷ δὲ, καθάπερ ἐν κατόπτρῳ, βλέπειν τὸν ἥλιον· αἱ γὰρ τῆς ἀληθινῆς καὶ θείας ἀρετῆς ἀκτῖνες τῷ 1565 κεκαθαρμένῳ βίῳ, διὰ τῆς ἀποῤῥεούσης αὐτῶν ἀπαθείας ἐκλάμπουσαι, ὁρατὸν ποιοῦσιν ἡμῖν τὸν ἀόρατον, καὶ ληπτὸν τὸ ἀπρόσιτον· τῷ ἡμετέρῳ κατόπτρῳ ἐνζωγραφοῦσα τὸν ἥλιον· ἢ καὶ τὸ πάθος αἰνίττεται τοῦ Χριστοῦ, ἐφ' ᾧ καὶ τὸ ἀλάβαστρον τοῦ μύρου χυθὲν, διέδωκεν τὴν ὀσμήν. ιβʹ. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται. {Γρηγορίου.} ∆ιὰ τούτων μείζονα καὶ τελεωτέραν ἐμφαίνει σοφίαν, ἣν κατορθῶσαι μόνον τῶν ἤδη τετελειωμένων ἐστίν· ἐπειδὴ γὰρ ἔθος ταῖς φιλοκόσμοις γυναιξὶ μὴ τοῖς ἔξωθεν προκοσμήμασι μόνον ἐπινοεῖν ἑαυταῖς τὸ ἐπὶ τῶν συμβιούντων ἐράσμιον, ἀλλ' ἐπιτηδεύειν διά τινος εὐπνοίας, ἡδίω τὰ σώματα τοῖς ἑαυτῶν ἀνδράσι φαίνεσθαι, τὸ καταλλήλως ἐνεργοῦν πρὸς τὴν τοιαύτην χρείαν ἄρωμα, ἐντὸς τῆς κατὰ τὴν ἐσθῆτα περιβολῆς ἐγκρύπτουσαι· οὗ τὸν οἰκεῖον ἀτμὸν ἐκδιδόντος, καὶ τὸ σῶμα τῇ τοῦ ἀρώματος εὐπνοίᾳ συγκαταχρώννυται τοῦ ἐμοῦ αὐχένος ἀπόδεσμος, καὶ κατὰ τοῦ στήθους εὐωδιάζων τὸ σῶμα· αὐτός ἐστιν ὁ Κύριος, οὐχ ἕτερον ἄρωμα· στακτὴ γὰρ γενόμενος ἔγκειται τῷ ἀποδέσμῳ τῆς συνειδήσεως αὐτῇ μου τῇ καρδίᾳ νῦν αὐλιζόμενος, οἱονεὶ ἐν τῷ βαθεῖ καὶ μεσαιτάτῳ, ἐν ᾧ τόπῳ τὸ ἀγαθὸν θησαυρίζεται, καὶ ζωπυρεῖ τὰ τοῦ σώματος μέλη· μηδὲ μιᾶς ἀνομίας τὴν κατὰ Θεὸν ἀγάπην ἀποψυχούσης· στακτὴ δὲ γέγονεν, ὡς ἄτευκτος ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν· λέγει δὲ καὶ ἐν Ψαλμοῖς, "Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ ἱματίων σου·" μή ποτε οὖν τοῦ ∆εσποτικοῦ θανάτου σύμβολον ἡ στακτὴ καὶ σμύρνα, ἣν ἀπόδεσμον τῇ ἑαυτῆς περιφέρει καρδίᾳ ἡ νύμφη; {Ὠριγένους.} Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου, κ.τ.λ. {Κυρίλλου.} Νάρδῳ καὶ ἀποδέσμῳ στακτῆς, ὁ ἐνταφιασμὸς σημαίνεται Χριστοῦ· ἂ Νικόδημος φέρων ἐνετύλιξε τὸ σῶμα αὐτοῦ· μαστοὺς δὲ φέρει τὰς δύο διαθήκας ἡ νύμφη, ὧν ὁ Χριστὸς ἀνὰ μέσον αὐλίζεται. ιγʹ. Βότρυς τῆς Κύπρου ἀδελφιδός μου ἐμοὶ, ἐν ἀμπελῶσιν Ἐνγαδδί. {Γρηγορίου.} Τίς οὕτω μακάριος ὥστε τὸν ἴδιον καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυχῆς, ὁρᾷν τοῦ ἀμπελῶνος δεσπότην; ἰδοὺ γὰρ ὅσον ηὐξύνθη ἡ ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὔπνοιαν, ἡ στακτὴν αὐτὸν εὐώδη ποιησαμένη, καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα, ὡς ἂν παραμένῃ αὐτῇ τὸ ἀγαθὸν διὰ παντὸς ἀδιάπνευστον, μήτηρ τοῦ θείου βότρυος γίνεται, τοῦ πρὸς μὲν τοῦ πάθους κυπρίζοντος, ὅπερ ἐστὶν ἀνθοῦντος, ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέοντος· ὁ γὰρ τὴν καρδίαν ἡμῶν εὐφραίνων οἶνος, αἷμα σταφυλῆς μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεται καὶ ὀνομάζεται· 1568 διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως, τῆς μὲν ἐκ τοῦ ἄνθους, ὅταν εὐφραίνῃ τῇ εὐωδίᾳ τὰ αἰσθητήρια, τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ, ὅταν ὑπάρχῃ κατ' ἐξουσίαν, ἢ τῆς βρώσεως κατατρυφᾷν, ἢ συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι· ἐνταῦθα ἡ νύμφη ἔτι τὸν ἀνθοῦντα βότρυν καρποφορεῖ· Κύπρον τὴν οἰνάνθην κατονομάζουσι· τὸ γὰρ γεννηθὲν ἡμῖν παιδίον Ἰησοῦς ἐν τοῖς δεξαμένοις αὐτὸν, διαφόρως προκόπτων σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, οὐκ ἐν πᾶσιν ὁ αὐτός ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον ἐν ᾧ γίνεται· καθὼς ἂν ὁ χωρῶν ἱκανότητος ἔχῃ, τοιοῦτος φαίνεται, ἢ νηπιάζων, ἢ προκόπτων, ἢ τελειούμενος, κατὰ τὴν τοῦ βότρυος φύσιν· ὃς οὐ πάντοτε μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται· ἀλλὰ καὶ συνεξαλλάσσει τῷ χρόνῳ τὸ εἶδος, ἀνθῶν, κυπρίζων, τελειούμενος, πεπαινόμενος, οἶνος γινόμενος· οὕτως τοίνυν ὁ τῆς Κύπρου βότρυς ἐστὶ βότρυς οἶνον ἐπαγγελόμενος, οὔπω δὲ οἶνος, ἀλλὰ διὰ τοῦ ἄνθους γινόμενος· ἡ