1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

34

τροφήν· ἀγέλῃ οὖν κεκαρμένων ὁμοιοῖ τοὺς ὀδόντας τῆς Νύμφης· διὰ τὸ μηδὲν ἔχειν τοιοῦτον, οἷον οἱ προειρημένοι εἶχον ὀδόντες τῶν ἀσεβῶν· ἀλλὰ καὶ περιαιρεῖσθαι πάντα ῥῦπον διὰ τὸ λουτρὸν, 1644 καὶ περίττωμα διὰ τὴν κουράν· διδυμεύουσι δὲ οὗτοι οἱ ὀδόντες, ὅταν καὶ πρὸς τὸν παρόντα βίον χρήσιμα σκέπτονται, καὶ πρὸς τὸν μέλλοντα τῇ πρὸς τὰ νενοημένα διδυμοτοκίᾳ, τὴν αὐτῶν ἔργων προστιθέντες εὐτεκνίαν· ἀτεκνοῦσα γὰρ οὐκ ἔστιν ἐν αὐταῖς· ἀντὶ τοῦ, στεῖρα καλῶν πράξεων καὶ ἄγονος οὐδὲ μία ἐστί· καὶ οἱ ἐν τῇ Ἐκκλησίᾳ δὲ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ, καὶ τὴν τροφὴν παντὶ παραπέμποντες τῷ σώματι διὰ τὸ σύμφωνον καὶ ὁμόψυχον, ἀγέλῃ ὁμοιοῦνται· διὰ δὲ τὸ κοῦφον καὶ ἀμέριμνον τῆς ἀκτημοσύνης, πᾶσαν ὕλην πλούτου ἀποκειράμενοι, κεκαρμένοι ὀνομάζονται· καὶ ἀπὸ τῆς τοῦ λουτροῦ δὲ ἀναβάσεως, εἰσὶ διδυμεύοντες, οὐκ ἄτεκνον, ἀλλὰ καρποφόρον τὴν τῶν ἐναρέτων ἔργων ἐσχηκότες μήτραν, καὶ τοῖς καταλλήλοις ἑκάστῳ αἰῶνι, τῷ τε παρόντι καὶ τῷ μέλλοντι, θεωρήμασι διδυμεύσαντες· ἴσως δὲ διὰ τοῦτο ὀδόντες, ἀγέλῃ κεκαρμένων παραπλήσιοι, οἳ διδυμεύουσιν· ἐπεὶ δὲ οὐκ ἔτι εἰσὶ τρίχες, τὸ τῶν ἁμαρτημάτων ἄχθος ἀποκειράμεναι. {Ὠριγένους.} ∆ιδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως τῆς τε ῥητῆς καὶ πνευματικῆς. {Φίλωνος.} Ἢ ὅτι μόναι κατελθοῦσαι εἰς τὸ ὕδωρ τὸ μυστικὸν σὺν ἁγίῳ ἀνέβησαν Πνεύματι. γʹ. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. {Γρηγορίου.} Κόκκινον σπαρτίον ἐστὶ πίστις δι' ἀγάπης ἐπιτελουμένη· ἐπαινεῖ τοίνυν τῆς Ἐκκλησίας τὸν σύνδεσμον, καὶ τὴν ὁμογνωμοσύνην ἅμα καὶ τὴν ὁμολογίαν, δι' ἧς ὁμολογεῖ τὸν ὑπὲρ αὐτῆς σταυρωθέντα· καθ' ἣν ἡ Ἐκκλησία συμφωνοῦσα ἓν γίνεται χεῖλος, καὶ μία φωνὴ ἐκ διαφόρων τοῦ ἐρίου τοῦ νοητοῦ συγκεκλωσμένη καθάπερ σειρά· διὰ δὲ τοῦ εἰπεῖν κοκκίνου διδάσκεται τὴν ὁμολογίαν διὰ στόματος φέρειν, τοῦ ἐξαγοράσαντος ἡμᾶς διὰ τοῦ ἰδίου αἵματος· δι' ἀμφοτέρων γάρ ἐστι πληρουμένη τοῖς Ἐκκλησίας χείλεσιν ἡ εὐπρέπεια· ὅταν καὶ ἡ πίστις τῇ ὁμολογίᾳ προλάμπῃ, καὶ ἀγάπη τῇ πίστει συμπλέκηται. ∆ιὰ μὲν οὖν τοῦ σπαρτίου ἐδήλωσε τὴν ἀγάπην· διὰ δὲ τοῦ κοκκίνου τὴν πίστιν· καὶ οὕτως ἡ λαλιὰ τῆς νύμφης γίνεται ὡραία, τοῦ ῥήματος τῆς πίστεως ὃ κηρύσσομεν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· "Ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ." {Νείλου.} Χείλη πολλάκις τὸν λόγον ὀνομάζει ἡ Γραφὴ, ὡς τὸ, "Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια." Καὶ, "Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου." Εἴτε οὖν ἡ τελεία ψυχὴ, εἴτε οἱ ἐν τῇ Ἐκκλησίᾳ διδάσκαλοι, ὅταν ζῶντα τὸν λόγον ἔχωσι καὶ δεσμεῖν τὸν ἀκροατὴν δυνάμενον, ὡς μηκέτι τὸν ἅπαξ ἀκούοντα ἀναχωρεῖν δύνασθαι, σπαρτίον κόκ 1645 κινον ἔχουσι τὰ χείλη· σπαρτίον μὲν διὰ τὸ δεσμεῖν, κόκκινον δὲ διὰ τὸ ζωτικὸν τῆς τούτων δυνάμεως καὶ πεπυρωμένον· τοιαύτη γὰρ καὶ ζῶσα σὰρξ, τὴν ἐρυθρότητα μάρτυρα τῆς ζωῆς ἐπιφερομένη· τοῦτο δηλῶν ὁ Κύριος ἔλεγεν· "Οἱ ἐμοὶ λόγοι, πνεῦμά εἰσι καὶ ζωή·" διὰ μὲν τοῦ πνεύματος τὸν δεσμὸν τοῦ σπαρτίου, διὰ δὲ τῆς ζωῆς τὸ κόκκινον σημαίνων· καὶ ἡ λαλιὰ δὲ τούτων ὡραία, πολὺ μετὰ τοῦ ὠφελίμου καὶ τὸ τερπνὸν ἔχουσα. {Ὠριγένους.} Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ, κ.τ.λ. Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς σιωπήσεώς σου. {Γρηγορίου.} Ἀρέσκεται κατὰ τὴν τοῦ στόματος ὥραν ὁ Νυμφίος, τῷ τῆς παρθενίας ἐρυθήματι, ὅπερ μῆλον καλεῖ ἡ συνήθεια· καὶ προσεικάζει αὐτὸ λέπυρον τῆς ῥόας· αἰδοῖ γὰρ ἐρυθραίνεται καὶ σωφροσύνῃ· ὡς γὰρ τῆς ῥόας ὁ καρπὸς ὑπὸ στρυφνοῦ τε καὶ ἀβρότου τῆς ἐπιφανείας φυλάττεται, οὕτω καὶ ὁ στύφος τε καὶ ἐγκρατὴς καὶ κατεσκληκὼς βίος, φύλαξ γίνεται τῶν τῆς σωφροσύνης καλῶν· ἐπαινεῖ δὲ καὶ τὴν προφανῆ καὶ τὴν ἔνδον ἁγνείαν· διπλοῦς γὰρ καὶ ἐνταῦθα ἔπαινος διά τε τῶν προφαινομένων κατὰ τὸν εὐσχήμονα βίον, καὶ διὰ τῶν ἐν τῇ τῆς ψυχῆς ἀπαθείᾳ κατορθουμένων· ἃ μόνῳ καθορᾶται τῷ εἰς τὰ κρύφια βλέποντι· διὰ τοῦτο φησὶν, Ἐκτὸς τῆς σιωπήσεώς σου.