1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

28

δόγματα· ἡ δὲ ῥομφαία, πρὸς τὸ μὴ θαμβεῖσθαι τὸ σκότος. {Γρηγορίου.} Μετὰ τὴν ἐπὶ τῷ κάλλει μαρτυρίαν, οἱ φίλοι τοῦ Νυμφίου, καὶ παρασκευασταὶ τοῦ ἁγίου θαλάμου, καὶ τῆς καθαρᾶς Νύμφης προμνήστορες, ὑποδεικνύουσιν αὐτῇ τῆς βασιλικῆς κλίνης τὸ κάλλος ὡς μᾶλλον εἰς ἐπιθυμίαν τὴν Νύμφην ἀγάγοιεν, τῆς θείας τε καὶ ἀχράντου μετ' αὐτοῦ συμβιώσεως. Ὅτι μὲν οὖν ἐκ τῆς ἱστορίας ὁ περὶ τῆς κλίνης λόγος οὐκ ἔστιν, εὔδηλον ἐκ τῶν σωματικῶς περὶ τοῦ Σαλομῶντος ἱστορηθέντων, οὗ καὶ τὰ βασίλεια καὶ τὴν τράπεζαν, καὶ τὰ λοιπὰ, ὁ λόγος ὑπέγραψεν ἀκριβῶς· καινὸν γάρ τι καὶ παρηλλαγμένον περὶ τῆς κλίνης οὐδὲν εἶπεν. Ὥστε ἀνάγκη μὴ παραμεῖναι τῷ γράμματι, ἀλλὰ δι' ἀκριβοῦς κατανοήσεως μεταβαλεῖν τὸν λόγον εἰς πνευματικὴν θεωρίαν, τῆς ὑλικῆς ἐμφάσεως τὸν νοῦν ἀποστήσαντες· ἔοικε τὸ θεῖον κάλλος, ἐν τῷ φοβερῷ τὸ ἐράσμιον ἔχειν, ἀπὸ τῶν ἐναντίων τῷ σωματικῷ κάλλει δεικνύμενον. Ἐπειδὴ γὰρ ἡ ἐμπαθὴς τῶν σωμάτων ἐπιθυμία τοῖς τῆς σαρκὸς μέλεσιν ἐγκαθημένη, καθάπερ τι σύνταγμα λῃστρικὸν ἐνεδρεύει τὸν νοῦν καὶ αἰχμάλωτον ἄγει, πρὸς τὸ ἑαυτῆς βούλημα συναρπάσασα, διὰ τοῦτο ἀκόλουθόν ἐστιν ἐκ τῶν ἐναντίων τῆς σωματικῆς διαθέσεως τὸν θεῖον ἔρωτα γίνεσθαι· ὥστε εἰ ἐκ ταύτης γίνεται λύσις καὶ ἄνεσις καὶ βλακώδης διάθεσις, ἐκεῖ τὴν ἐπὶ φόβον τε καὶ ἀκατάπληκτον ἀνδρείαν, ὕλην τοῦ θείου ἔρωτος γίνεσθαι· τοῦ γὰρ ἀνδρώδους θυμοῦ τὸν τῆς ἡδονῆς λόγον καταπτοήσαντός τε καὶ φυγαδεύσαντος, οὕτω τὸ καθαρὸν τῆς ψυχῆς ἀναφαίνεται κάλλος, μηδενὶ πάθει σωματικῆς ἐπιθυμίας καταῤῥυπούμενον. Οὐκοῦν ἀναγκαίως ἡ νυμφικὴ τοῦ βασιλέως κλίνη, τοῖς ὁπλίταις ἐν κύκλῳ διαλαμβάνεται· ὧν ἡ τοῦ πολεμεῖν ἐμπειρία, καὶ τὸ πρόχειρον ἔχειν ἐπὶ τοῦ μηροῦ τὴν ῥομφαίαν, θάμβος καὶ ἔκπληξιν ἐμποιεῖ τοῖς σκοτεινοῖς λογισμοῖς, τοῖς ἐν νυξί τε καὶ σκοτομήνῃ τοῖς εὐθέσι τῇ 1628 καρδίᾳ λαχῶσι καὶ τοξεύουσιν· ὄτι γὰρ ἀναιρετικὴ τῶν ῥυπαρῶν ἡδονῶν λογισμῶν ἐστιν, ἡ τῶν περιεστοιχισμένων τῇ κλίνῃ ἐξόπλισις, δῆλον ἂν γένοιτο διὰ τῆς ὑπογραφῆς τοῦ λόγου· Πάντες γὰρ δεδιδαγμένοι πόλεμον, ἀνὴρ καὶ ἡ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ. Ἀληθῶς γὰρ εἰδότων ἐστὶν, ὅπως ἀντιστρατεύεσθαι χρὴ τῇ σαρκί τε καὶ τῷ αἵματι· ἐν τῷ τὴν ῥομφαίαν τῷ μηρῷ ἔχειν ἐφηρμοσμένην. Ὁ τοίνυν τῇ τῆς σωφροσύνης ῥομφαίᾳ διεζωσμένος, οὗτός ἐστιν ὁ τῇ ἀφθάρτῳ κλίνῃ ἐράσμιος, εἷς τῶν δυνατῶν Ἰσραὴλ, καὶ τοῦ λόγου τῶν ἑξήκοντα ἄξιος. Ἐπειδὴ δὲ Ἰσραὴλ γίνεται ἅπας ὁ σωζόμενος, ἤτοι νοῦς ὁρῶν τὸν Θεόν· ὅσοι γὰρ βλέπουσι τὸν Θεὸν ἐκ τῆς ἐνεργείας, κυρίως τῇ προσηγορίᾳ ταύτῃ κατονομάζονται. Ἴδιον δὲ τοῦ τοιούτου, τὸ μηδενὶ τῶν αἰσθητηρίων πρὸς ἁμαρτίαν βλέπειν· τούτου χάριν μία κλίνη λέγεται γίνεσθαι τοῦ βασιλέως πᾶν τὸ σωζόμενον· δώδεκα γὰρ τῶν τοῦ Ἰσραὴλ φυλῶν ὄντων, ἑνὸς μὲν ἀφ' ἑκάστου μέρους λαμβανομένου τοῦ τῶν ἀριστερῶν πληρώματος· εἰς πᾶν τε δὲ ὁπλίτας κατὰ τὸν ἀριθμὸν τῶν αἰσθήσεων, τοῦ ἑνὸς τούτου μεριζομένου, αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραὴλ ποιοῦσιν ἑξήκοντα· οἵ τινες μία παράταξις, καὶ στρατὸς εἷς· καὶ μία κλίνη, τουτέστιν Ἐκκλησία μία, καὶ λαὸς, καὶ Νύμφη μία οἱ πάντες γενήσονται, ὑφ' ἑνὶ ταξιάρχῃ καὶ ἐκκλησιαστῇ καὶ Νυμφίῳ πρὸς ἑνὸς σώματος κοινωνίαν προσαρμοζόμενοι, διὰ τῶν μηρῶν τὴν ῥομφαίαν προβαλλόμενοι· εἴτ' οὖν ἑκάστῃ αἰσθήσει τὴν πρόσφορον ἑαυτῇ ῥομφαίαν εἰς κατάπληξιν τῶν ἐναντίων λογισμῶν προβαλλόμενοι. Τοσοῦτοι τοίνυν οἱ τὴν θείαν ἐν ταῖς αἰσθήσεσιν ἐνδυσάμενοι πανοπλίαν, κυκλοῦντες τοῦ βασιλέως τὴν ἰδίαν δηλονότι καρδίαν, ἐν ᾗ ἀναπαύεται ὁ Νυμφίος· διὰ γὰρ τῆς κλίνης τὴν ἀνάπαυσιν δηλοῖ, ἣν ὁπλῖται φυλάττουσιν ἐν ἀπαθείᾳ καὶ καθαρότητι· ὡς ἐκθαμβεῖν τοὺς ἐν σκότῳ καὶ νυξὶν ἐπηρεάζοντας δαίμονας· κλίνη δὲ ἄλλως ἐπίγνωσις Θεοῦ, δι' ἧς ἐπαναπαύεται τοῖς πρὸς αὐτὸν ἐγγίζουσι. {Νείλου.} Κλίνην εἴρηκε τὸ Κυριακὸν σῶμα· ἑξήκοντα δὲ δυνατοὺς, εἴτε τις τὰς ἁγίας ἐρεῖ δυνάμεις κύκλῳ τοῦ Κυριακοῦ ἀνθρώπου, κατὰ τὸ, "Προσῆλθον καὶ διηκόνουν αὐτῷ·" καὶ, "τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·" εἴτε τὰς τῶν