4
τὰ προσπίπτοντα· ταύτῃ καὶ Κυρῖνος προσηγορεύθη, οἷον εἰ κύριος, κἂν εἰ ∆ιογενιανῷ τῷ λεξογράφῳ ἄλλως δοκεῖ. οὐδὲ γὰρ ἀγνοήσας ὁ Ῥωμύλος, ἢ οἱ κατ' αὐτόν, δείκνυται κατ' ἐκεῖνο καιροῦ τὴν Ἐλλάδα φωνήν, τὴν Αἰολίδα λέγω, ὥς φασιν ὅ τε Κάτων ἐν τῷ Περὶ Ῥωμαϊκῆς Ἀρχαιότητος Βάρρων τε ὁ πολυμαθέστατος ἐν Προοιμίοις τῶν πρὸς Πομπήϊον αὐτῷ γεγραμμένων, Εὐάνδρου καὶ τῶν ἄλλων Ἀρκάδων εἰς Ἰταλίαν ἐλθόντων ποτὲ καὶ τὴν Αἰολίδα τοῖς βαρβάροις ἐνσπειράντων φωνήν. ἡ γὰρ γραμματικοῖς παρὰ ταύτην εἰσαγομένη ἐτυμολογία μετὰ συγγνώμης βεβίασται· ἀπὸ Κύρεως γάρ, πολίχνης Σαβίνων, οὕτως αὐτὸν παρονομασθῆναι βούλονται, καίπερ οὐχ ὁρμώμενον ἐκεῖθεν, ἐπὶ δὲ τοῦ Παλατίνου βουνοῦ τεχθέντα τε παρὰ ταῖς ὄχθαις τοῦ Τιβέριδος καὶ τραφέντα ἐκεῖ. κυρίους γὰρ ἑαυτοὺς καὶ δεσπότας ἀλλ' οὐ βασιλέας τύραννοι φιλοῦσι καλεῖσθαι. 16 6 Κρεῖττον δὲ βασιλείας τὸ Καίσαρος ἀξίωμα, ὅτι καὶ δοῦναι βασιλέας πάλαι τοῖς ἔθνεσιν ἐπ' ἐξουσίας εἶχεν. μισητὸν γὰρ καὶ Ῥωμαϊκῆς ἐλευθερίας ἀλλότριον δεσπότας, ἀλλὰ μὴ βασιλέας, τοὺς κρατοῦντας ὀνομάζειν καθ' ὅ τι δεσπότης ὄνομα κοινόν ἐστιν αὐτοῖς καὶ τοῖς ἔνα δραπέτην κεκτημένοις, τὸ δὲ βασιλέων αὐτῶν καὶ μόνων. καὶ δῆλον ἄντικρυς ὅτι Ῥωμαίοις ἔθος δομινος τοὺς τυραννήσαντας ἀποκαλεῖν, ὡς δὴ Σύλλαν καὶ Μάριον, καὶ δομινατίωνα τὴν τυραννίδα· ὡς καταρρίπτουσι τὴν βασιλέων μεγαλειότητα οἱ πονηροὶ κόλακες, ἐξ ἀμαθείας δούλων αὐτοὺς πρωτεύειν εἰσάγοντες ὅτι δὲ ἀληθές, ἔξεστι καὶ ἐκ τούτων λαβεῖν. Αὔγουστός ποτε, ἢ τάχα Τιβέριος ὁ μετ' αὐτόν, πρὸς ἑνὸς τῶν κολάκων δεσπότης ὀνομασθείς, ἐξαναστὰς ἀφῆκε τὸν σύλλογον, ἀπαξιώσας, ὡς ἔφη, δούλοις διαλέγεσθαι. ἀλλ' ἤδη πρότερον ὥσπερ ἐν τιμῇ τῆς ὕβρεως εἰσαχθείσης, ἀνέχεται ἡ τοῦ ἡμερωτάτου βασιλέως ἡμῶν ἐπιείκεια, καίπερ ὑπὲρ πάντας τοὺς πώποτε βεβασιλευκότας μετριάζοντος, καὶ δεσπότης, οἷον πατὴρ ἀγαθός, ὀνομάζεσθαι. οὐχ ὅτι χαίρει ἀλλ' ἐρυθριᾷ μᾶλλον τοὺς τιμᾶν οἰομένους δοκεῖν μὴ προσίεσθαι.
ΠΕΡῚ ΤΩ͂Ν ἘΠΙΣΉΜΩΝ ΤΟΥ͂ ῬΗΓΌΣ 7
Καὶ πρὸ Ῥωμύλου ἐπίσημα τῆς Λατίνων βασιλείας ἦν θρόνος δρύφακτος καὶ
στολὴ ἡ λεγομένη παρ' αὐτοῖς τραβέα ποδαπὴ δέ τις ἦν, μικρὸν ὕστερον ἐρῶ. ὅθεν ὁ Ῥωμαίων ποιητὴς ἐν βιβλίῳ ἑβδόμῳ τῆς Αἰνηΐδος τὴν Λατίνου διαγράφων βασιλείαν θρόνου καὶ τραβέας διαμέμνηται. τῷ γε μὴν Ῥωμύλῳ καὶ στέφανος ἦν καὶ σκῆπτρον ἀετὸν ἔχον ἐπ' ἄκρου καὶ φαινόλης λευκὸς ποδήρης, ἀπὸ τῶν ὤμων ἔμπροσθεν μέχρι ποδῶν πορφυροῖς ὑφάσμασιν ῥεραβδωμένος ὄνομα δὲ τῷ φαινόλῃ τόγα, οἷον 18 εἰ σκέπασμα, ἀπὸ τοῦ τέγερε κατ' ἀντίστοιχον· οὕτω γὰρ τὸ σκέπειν Ῥωμαῖοι καλοῦσιν καὶ ὑπόδημα φοινικοῦν κόθορνος ὄνομα αὐτῷ κατὰ τὸν Κοκκήϊον. καὶ κοινὸν ἦν τουτὶ τὸ σχῆμα τῆς λεγομένης τόγας αὐτῷ τε τῷ λεγομένῳ ῥηγὶ τοῖς τε ὑπηκόοις ἐπ' εἰρήνης. ἡ μέντοι τραβέα μόνου τοῦ ῥηγὸς ἐτύγχανε παρατοῦρα, οἷον εἰ στολὴ ἐπίσημος. χιτὼν δὲ ἦν καὶ περιβόλαιον ἡμικύκλιον, ὃ πρῶτον Ἀγαθοκλέα τὸν Σικελίας τύραννον ἐξευρεῖν λόγος. τὸν δὲ θρόνον σόλιον ἐπιχωρίως ὠνόμαζον, ἀντὶ τοῦ σελλίον κατ' ἀντίστοιχον, ὥς φησιν ὁ Ῥωμαῖος Ἄσπρος· ἢ καὶ ἄλλως σόλιον, ἀντὶ τοῦ σόλιδον, ἐκάλουν, οἷον εἰ ὁλόκληρον στέλεχος γὰρ ἁδρὸν εἰς κυτίδα καὶ καθέδρας τύπον ἐξορύττοντες ἀπετέλουν βῆμά τι βασιλείᾳ, ἵνα ὥσπερ ἔν τινι θήκῃ κατησφάλισται τὸ σῶμα τοῦ βασιλέως, ἔκ τε νώτου ἔκ τε πλευρᾶς ἑκατέρας μηδεμιᾶς ἁρμογῆς ἢ προσθέτου ξύλου σφίγγοντος τὴν καθέδραν ἅπαξ ὁλοτελῆ καὶ ὁλόκληρον τυγχάνουσαν. ταύτῃ σόλιον τὸν βασιλέως θρόνον ἐκάλουν. 8 Πρὸς τούτοις ἡγοῦντο τοῦ Ῥωμύλου πελέκεις δυοκαίδεκα πρὸς τὸν ἀριθμὸν τῶν γυπῶν, ὧν εἶδεν ἀρχόμενος θεμελιοῦν τὴν πόλιν. Πρίσκου δὲ Ταρκυνίου τοῦ ῥηγὸς ὕστερον Θούσκους καὶ Σαβίνους πολέμῳ νικήσαντος,