1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

6

ἐσταλμένον αὐτὸν καὶ πλανώμενον σὺν Ἀχάτῃ ἐν τῇ Λιβύῃ εἰσήγαγεν. σάρακας δὲ ἐπ' εἰρήνης θηρείους ἐξ ὤμων ἄνωθεν ἕως κνημῶν ἐξηρτημένας περιετίθεντο, κοσμοῦντες αὐτῶν τοὺς λεγομένους ποδεῶνας, καὶ γλούβας αὐτοὺς ὀνομάζοντες, οἷον εἰ δοράς, ὅτι γλουβᾶρε τὸ ἐκδεῖραι Ῥωμαίοις ἔθος καλεῖν. καὶ οὐ τοῖς στρατιώταις οὕτως ἐστάλθαι μόνοις ὁπλοφοροῦσι νόμος ἀλλὰ καὶ αὐτοκράτορσιν. τῶν δὲ νῦν στρατιωτῶν βαρβάρους ζηλωσάντων, ἐκείνων δὲ αὐτούς, παρὰ μόνοις τοῖς τοῦ παλατίου φύλαξιν λέγονται δὲ παρὰ Ῥωμαίοις ἐκσκουβίτωρες, οἷον εἰ φύλακες ἄγρυπνοι, οὓς πρῶτος μετὰ Ῥωμύλον Τιβέριος Καῖσαρ ἐξεῦρεν τὸ τοιοῦτο παραπέμεινε σχῆμα ἀπὸ Ῥωμύλου, ὡς ἔφην, ἐξ Αἰνείου τὴν ἀρχὴν ἔχον. οὐδὲ γὰρ ἐξῆν Ῥωμαίοις βαρβαρικὴν στολὴν περιθέσθαι· καὶ τοῦτο Τράγκυλλος ἐν τοῖς Περὶ Αὐγούστου διαμέμνηται. ἰδόντα γάρ φησι τὸν Αὔγουστον ἐν τῷ ἱπποδρομίῳ τινὰς τῶν Ῥωμαίων ἐπὶ τὸ βαρβαρικὸν ἐσταλμένους ἀγανακτῆσαι, ὡς ἐν ἀκαρεῖ τοὺς καταγνωσθέντας ἀποβαλόντας τὸ βάρβαρον μόγις ἐπιγνωσθῆναι τῷ Καίσαρι. τοιαύτη μὲν οὖν ἡ Ῥωμύλου στρατιά. 13 Καὶ τὰς λεγομένας δὲ ἀττηνσίωνας πρὸς θεραπείαν τῶν ῥηγῶν ἐπινοηθῆναι στοχάζομαι πρὸς βασταγὴν καὶ φορὰν τῶν ἀναγκαίων, ὥσπερ νοκτούρνους πρὸς ἔπιπλα καὶ τὰ ἄλλα ὅσα πρὸς κοῖτόν ἐστι χρήσιμα· Κικέρων γὰρ ὁ πολὺς ἐν τοῖς Κατὰ 26 Βέρρου μέμνηται τουτουῒ τοῦ ὀνόματος. ἀττήνσους τοὺς οἰκιακοὺς ὑπηρέτας τῶν ῥηγῶν ὠνόμαζον ἀπὸ τοῦ προσανέχειν καὶ πειθαρχεῖν· ἀττένδερε γὰρ οἱ Ῥωμαῖοι τὸ φιλονεικεῖν λέγουσιν.

ΠΡΏΤΗ ΠΡΟΑΓΩΓῊ Ὁ ἽΠΠΑΡΧΟΣ 14

Ὡς οὖν εἴρηταί μοι, τὴν μὲν πεζομάχον δύναμιν τοῖς ἑκατοντάρχοις, τὴν δὲ

ἱππικὴν Κελερίῳ τῷ πρὶν τῆς ὅλης ἠγησαμένῳ στρατιᾶς παραδέδωκεν, πάσης αὐτὸν δυνάμεως καὶ τύχης καὶ διοικήσεως κρατεῖν ἐγκελευσάμενος, ὡς ἕτερον οὐθὲν ἢ μόνον τὸν στέφανον τὴν βασιλείαν παρὰ τῶν ἱππάρχων κατασχεῖν ἐξουσίαν ἀδέσποτον ἑαυτῇ. ταύτην τὴν ἀρχὴν οἵ τε ῥῆγες οἵ τε δικτάτωρες ἔσχον ἅπαντες καὶ τὸ λοιπὸν οἱ Καίσαρες, ἔπαρχον τὸν ἵππαρχον μετονομάσαντες. καὶ μάρτυς Αὐρήλιος ὁ νομικός, ῥήμασιν αὐτοῖς πρὸς ἑρμηνείαν οὕτως εἰπών· «διὰ βραχέων εἰπεῖν χρειῶδές ἐστι πόθεν τὴν ἀρχὴν ὁ τῶν πραιτωρίων ὕπαρχος ἔσχεν. ἀπὸ τοῦ ἱππάρχου ἦν μᾶλλον· εἰς τόπον γὰρ ἐκείνου τὸν ἔπαρχον προχειρισθῆναι πᾶσι τοῖς ἀρχαίοις παραδέδοται ἐπεὶ τοῖς δικτάτωρσι παρὰ τοῖς ἀρχαίοις ἔστιν οἷς ἡ πᾶσα πρὸς καιρὸν ἐξουσία τῶν πραγμάτων ἐπιστεύετο, ἐπελέγοντο γὰρ ἑαυτοῖς ἡγεμόνα τῶν ἱππέων ἕκαστος κοινωνὸν ὥσπερ τῆς ἀρχῆς καὶ διοικήσεως τῶν πραγμάτων. τοῦ δὲ κράτους ὕστερον ἐπὶ τοὺς αὐτοκράτορας μετενεχθέντος, πρὸς ὁμοίωσιν τοῦ ἱππάρχου ὁ τῶν πραιτωρίων προῆλθεν ἔπαρχος. καὶ δέδοται αὐτῷ μείζων ἢ κατ' ἐκεῖνον ἰσχὺς τῆς τε διοικήσεως τῶν πραγμάτων τῆς τε κα 28 ταστάσεως καὶ ἀσκήσεως τῶν στρατευμάτων καὶ ἐπανορθώσεως ἁπάσης καὶ εἰς τοσοῦτον ὑπεροχῆς προελθεῖν, ὡς μηδενὶ ἐξεῖναι πρὸς ἔφεσιν ὁρμᾶν ἢ ὅλως ἐγκαλεῖσθαι τὴν αὐτοῦ κρίσιν.» 15 Καὶ τόδε μὲν ὁ νομογράφος, ὅτι δέ, κἂν εἰ τυχὸν πρεσβυτέρα καὶ μείζων τῶν ἀρχῶν ἁπασῶν ἡ ἐπαρχότης τῶν πραιτωρίων εἶναι δέδοται, καὶ χρειῶδες ἦν ἅμα καὶ ἁρμόδιον δι' ὅλης αὐτῆς τῆς τάξεώς τε καὶ δυνάμεως ἐξαγαγεῖν τὸν λόγον· ἀλλ' οὖν ἐπειδὴ μὴ ἀπ' ἀρχῆς, ἀπὸ δὲ τοῦ Αὐγούστου ἀντὶ τοῦ ἱππάρχου, ὡς ἔφην, προεχειρίσθη, ἀρκέσει τέως περὶ τῆς ἀρχαιότητος εἰπεῖν, καὶ ὅθεν ἡ ἐπαρχότης ἔχει τὰ σπάργανα· εἶτα μετὰ τὴν ἀφήγησιν τῶν παλαιοτέρων ἀρχῶν ἐν προοιμίοις τῆς Αὐγούστου βασιλείας, ἐξ ἧς, ὡς ἔφην, καὶ τὰ προοίμια ἔσχεν ἡ ἀρχή, ἐφ' ἑξῆς ἅπαντα ὅσων τε κατὰ σμικρὸν ἀφηρέθη, εἶτα δὲ καὶ περὶ τῆς ὑπ' αὐτὴν τελούσης μεγίστης ὡς ἀληθῶς τάξεως, ἐν ᾗ κἀμὲ τελέσαι συμβέβηκεν, λεπτομερῶς ἀφηγήσομαι καὶ γὰρ ἐπίσταμαι οὐκ ἀκοῇ ἀλλ' αὐτοῖς ἔργοις ὑπουργήσας τοῖς πράγμασιν, εὐχαριστήριον