1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

12

δεσμὰ καὶ ὅσα ἴσμεν παρῆν. ἀπέτρεφον δὲ αὐτοὺς οἱ κτῆσιν εὔφορον κεκτημένοι· ὅθεν τὸ γλήβης προσέλαβον ὄνομα, ὅτι γλῆβαν τὴν λείαν γῆν, ἀντὶ τοῦ τὴν κάρπιμον, οἱ Ῥωμαῖοι καλοῦσιν. τὸ γὰρ τῶν ἔργων σκρινίον οὐκ ὂν ἀπ' ἀρχῆς ὁ Αὔγουστος προσένειμε τῇ ἀρχῇ, τὴν ἐν τῇ Ῥώμῃ βασιλικὴν ἀνεγείρων, ὡς ὁ Τράγκυλλος εἶπε φιλολόγως. τῶν δὲ εἰρημένων ἀρχόντων πρὸς ἀλαζονείαν ἀρθέντων καὶ τυραννικῶς διαγινομένων, ταραχθεὶς ὁ δῆμος τὴν πόλιν ἀπέλιπε καὶ περὶ τὸν βουνὸν τὸν λεγόμενον Ἀβεντῖνον ᾤκησεν ὁ δὲ τόπος ἕλκει τὴν προσηγορίαν ἐξ ἑνὸς τῶν Ἡρακλειδῶν, ὡς ὁ Ῥωμαίων ποιητὴς παραδέδωκεν καὶ διέτριβεν ἐκεῖ ὁ δῆμος ἀγανακτῶν πλείστων μὲν ἕνεκα, ἐξαιρέτως δὲ Βεργινίου χάριν καὶ τῆς αὐτοῦ παιδὸς ἔναγχος βιασθέντων. τὴν δὲ ἱστορίαν οἶμαι πρόδηλον εἶναι. 35 Ἄρχοντες μὲν οὗτοι, πλὴν εἰ μή τις καὶ τοὺς λεγομένους παρ' αὐτοῖς ποντίφικας, ἀντὶ τοῦ ἀρχιερεῖς νεωκόρους, εἰς ἄρχοντας ἀριθμεῖν ἐθελήσοι· γνώμῃ γὰρ αὐτῶν καὶ κρίσει τοὺς νόμους ἔγραφον οἱ ἀρχαῖοι καὶ τὰ ὤνια διετύπουν· ὅθεν αεδιλες τοὺς ἀγορανόμους ἔτι καὶ νῦν συμβαίνει καλεῖσθαι, καθ' ὃ τοὺς ναοὺς οἱ Ῥωμαῖοι αἴδης καλοῦσιν. μετὰ δὲ τὴν ἐκβολὴν τῶν ῥηγῶν καὶ προβολὴν τῶν ὑπάτων, θορύβων ἐνισταμένων, ὡς εἴρηται 54 τοῖς συγγραφεῦσιν ἑκατέρας φωνῆς, ἐπὶ πεντήκοντα σύνεγγυς ἐνιαυτοὺς χιλίαρχοι τῶν πραγμάτων ἐξηγήσαντο· εἶτα ἐπὶ πενταετίαν ἀναρχίαν ἐδυστύχει τὸ πολίτευμα· καὶ τὸ λοιπὸν τρεῖς νομοθέτας καὶ δικαστὰς προβληθῆναι πρὸς βραχὺ συμβέβηκε διὰ τὰς ἐμφυλίους στάσεις.

ΠΈΜΠΤΗ ΠΡΟΑΓΩΓῊ Ἡ ΛΕΓΟΜΈΝΗ ∆ΙΚΤΑΤΟΥ͂ΡΑ

Οὕτως οὖν Ῥωμαίοις ταραττομένων τῶν πραγμάτων συνήρεσε τὸν καλούμενον προστήσασθαι δικτάτωρα· ἐπεὶ «οὐκ ἀγαθὸν πολυκοιρανίη.» δισσαῖς οὖν ταῖς φροντίσιν ἐταλαιπώρουν, καὶ τὸ βασιλέων δεδιότες ὄνομα, μὴ λάθοιεν αὖθις Ταρκυνίοις καινοῖς περιπίπτοντες ἢ πολλοῖς καὶ μὴ συμφωνοῦσιν ἄρχουσι διασπαθιζόμενοι. ἔδοξε τοιγαροῦν αὐτοῖς, ὡς εἴρηται, τὸν καλούμενον δικτάτωρα, ἀντὶ τοῦ μεσοβασιλέα, προστήσασθαι, ἓξ καὶ μόνοις μησὶ τοῦ κράτους αὐτῷ περιγραφομένου. καὶ τέως ἁρμόδιον εἶναί μοι δοκεῖ ἑρμηνεῦσαι τοῖς Ἕλλησι τὸ δικτάτωρος ὄνομα. πατρίως τοίνυν οἱ Ῥωμαῖοι τὸν ἐπὶ καιρὸν μονάρχην οὕτω καλοῦσι, τὸν μὴ νόμων γραφαῖς τὰ τῶν ὑπηκόων διατιθέντα προϊστάμενα, οἷα ἐν βραχεῖ τῆς ἀρχῆς παυόμενον. δικτατοῦραν γὰρ τὴν ἐξουσίαν αὐτοὶ καλοῦσιν οὐ τὴν καθ' ὅλου ἀλλὰ πρὸς τὸ λυσιτελοῦν τοῖς πράγμασιν ἐπὶ χρόνου βραχὺν διδομένην, ὥστε, λόγῳ καὶ μόνῳ διορθωθέντων τῶν μὴ καθεστηκότων, τὸ λοιπὸν τὸν προαγόμενον εἰς τὴν προτέραν τύχην ἀναστρέφειν. ἅμα γὰρ τὰ πεπονηκότα ἐθεράπευσεν ὁ δικτάτωρ, ἅμα τῆς ἀρχῆς ἀπεπαύσατο. 37 Χειροτονοῦσι τοίνυν δικτάτωρα πρῶτον οἱ Ῥωμαῖοι Τίτον Μάρκιον, ὃς ἅμα τῆς ἀρχῆς ἐπελάβετο ἅμα δύο ὑπάτους προεστήσατο. οὐ μὴν χρόνον ὥρισεν, καθ' ὃν ἂν χειροτονοῖντο οἱ ὕπατοι· νεώτερον γάρ ἐστι τὸ κατὰ τὸν Ἰανουάριον μῆνα 56 προϊέναι τὸν ὕπατον. ἐνιαυτῷ δὲ μόνῳ τὴν ὕπατον ἐπίστευσε τιμήν, πανταχοῦ Ῥωμαίων ταῖς ἐναλλαγαῖς χαιρόντων. πάντα δὲ τὰ τῆς βασιλείας σύμβολα παρῆν τῷ δικτάτωρι στεφάνου χωρίς· οἵ τε δυοκαίδεκα πελέκεις, πορφύρα καὶ σέλλα καὶ δόρατα καὶ ὅσοις ἐπισήμοις οἱ ῥῆγες ἐγνωρίζοντο. ἱππάρχην τε πρῶτον Σπούριον Κάσιον ὕπαρχον ἑαυτῷ προεβάλετο, καθάπερ Ῥωμύλος τὸν Κελέριον τριβοῦνον τῶν ἱππέων. ἡγοῦντο δὲ αὐτῷ ῥάβδοι ἐπιμήκεις λοφιῶν χωρίς, ὅπερ ἔτι καὶ νῦν ἔθος καίπερ ἠγνοημένον φυλάττεται. κινουμένοις γὰρ τοῖς τῶν ἱππέων στρατηγοῖς οὐκέτι μὲν ῥαβδοῦχοι ἡγοῦνται αὐτῶν, ὡς τὸ πάλαι, ἐξόπισθεν δὲ δορυφόρος εἷς ῥάβδους ἐπιμήκεις καθ' ὁμαλοῦ συνδήσας εἴωθεν ἐπιφέρεσθαι, οὐδὲ αὐτὸς εἰδὼς τὴν αἰτίαν