1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

16

αἱρετοὶ ἢ γραμματεῖς βηξιλλάριοι, δορυφόροι μήνσωρες, προμέτραι τουβίκινες, σαλπισταὶ πεζῶν βουκινάτωρες, σαλπισταὶ ἱππέων κορνίκινες, κεραῦλαι ἀνδαβάται, κατάφρακτοι μητάτωρες, χωρομέτραι ἀρκύτης καὶ σαγιττάριοι, τοξόται καὶ βελοφόροι πραιτωριανοί, στρατηγικοί λαγκιάριοι, ἀκοντοβόλοι δεκέμπριμοι, δεκάπρωτοι βενεφικιάλιοι, οἱ ἐπὶ θεραπείᾳ τῶν βετερανῶν τεταγμένοι τορκουᾶτοι, στρεπτοφόροι, οἱ τοὺς μανιάκας φοροῦντες βραχιᾶτοι, ἤ τοι ἀρμιλλίγεροι, ψελιοφόροι 72 ἀρμίγεροι, ὁπλοφόροι μουνεράριοι, λειτουργοί δηπουτᾶτοι, ἀφωρισμένοι αὐξιλιάριοι, ὑπασπισταί κουσπάτωρες, φυλακισταί· κούσπους γὰρ Ῥωμαῖοι τὰς ξυ λοπέδας καλοῦσιν, ὡς ἂν εἰ κουστώδης πέδουμ, οἷον εἰ ποδοκάκας καὶ ποδοφύλακας ἰμαγινιφέραι, εἰκονοφόροι ὀκρεᾶτοι, πεζοὶ σιδήρῳ τὰς κνήμας περιπεφραγμένοι ἀρματοῦρα πρῖμα, ὁπλομελέτη πρώτη ἀρματοῦρα σημισσάλια, ὁπλομελέτη μείζων ἁστᾶτοι, δορυφόροι τεσσεράριοι, οἱ τὰ σύμβολα ἐν τῷ καιρῷ τῆς συμβολῆς τῷ πλήθει περιφημίζοντες δρακωνάριοι, δρακοντοφόροι ἀδιούτωρες, ὑποβοηθοί σαμιάριοι, οἱ τῶν ὅπλων στιλπνωταί βαγινάριοι, θηκοποιοί ἀρκουάριοι, τοξοποιοί πιλάριοι, ἀκοντισταί βερουτάριοι, δισκοβόλοι φουνδίτωρες, σφενδονῆται βαλλιστάριοι, καταπελτισταί καταπέλτης δέ ἐστιν εἶδος ἑλεπόλεως, καλεῖται δὲ τῷ πλήθει ὄναγρος βινεάριοι, τειχομάχοι 74 πριμοσκουτάριοι, ὑπερασπισταί, οἱ νῦν λεγόμενοι πρωτή κτωρες πριμοσαγιττάριοι, τοξόται πρῶτοι κλιβανάριοι, ὁλοσίδηροι· κηλίβανα γὰρ οἱ Ῥωμαῖοι τὰ σιδηρᾶ καλύμματα καλοῦσιν, ἀντὶ τοῦ κηλάμινα φλαμμουλάριοι, ὧν ἐπὶ τῆς ἄκρας τοῦ δόρατος φοινικᾶ ῥάκη ἐξήρτηντο ἐξπεδῖτοι, εὔζωνοι, γυμνοί, ἕτοιμοι πρὸς μάχην φερεντάριοι, ἀκροβολισταί κιρκίτωρες, οἱ περὶ τοὺς μαχομένους περιϊόντες καὶ χορη γοῦντες ὅπλα μήπω ἐπιστάμενοι μάχεσθαι ἀδωράτωρες, βετερανοί, τείρωνες, περὶ ὧν εἰς πλάτος οἶμαι δεικτέον. 47 Ἀδωράτωρας οἱ Ῥωμαῖοι τοὺς ἀπομάχους καλοῦσιν ἀδωρέα γὰρ κατ' αὐτοὺς ἡ τοῦ πολέμου λέγεται δόξα ἀπὸ τῆς ζειᾶς καὶ τῆς τιμῆς τῶν ποτε τιμηθέντων αὐτοῖς, βετερανοὺς δὲ τοὺς ἐγγεγηρακότας τοῖς ὅπλοις μάρτυρες Κέλσος τε καὶ Πάτερνος καὶ Κατιλίνας, οὐχ ὁ συνωμότης ἀλλ' ἕτερος, Κάτων τε πρὸ αὐτῶν ὁ πρῶτος καὶ Φροντῖνος, μεθ' οὓς καὶ Ῥενᾶτος, Ῥωμαῖοι πάντες· Ἑλλήνων δὲ Αἰλιανὸς καὶ Ἀρριανός, Αἰνείας,Ὀνήσανδρος, Πάτρων, Ἀπολλόδωρος ἐν τοῖς Πολιορκητικοῖς, μεθ' οὓς Ἰουλιανὸς ὁ βασιλεὺς ἐν τοῖς Μηχανικοῖς, ὧν ὁ Φροντῖνος ἐν τῷ De Officio Militari, ἀντὶ τοῦ ἐν τῷ Περὶ Στρατηγίας, μνήμην ποιεῖται, καὶ Κλαυδιανὸς δὲ οὗτος, ὁ Παφλαγών, ὁ ποιητής, ἐν τῷ πρώτῳ τῶν Στιλικῶνος Ἐγκωμίων, τείρωνας 76 δὲ τοὺς ταπεινούς. ὁποίους εἶναι συμβαίνει καθ' ἡμᾶς τοὺς λεγομένους Τριβαλλούς· οὕτως δὲ τοὺς Βέσσους Ἀρριανὸς ἐν τοῖς Περὶ Ἀλεξάνδρου προσηγόρευσεν. διὰ γὰρ πενίαν καὶ μόνην διδόασιν ἑαυτοὺς οἱ λεγόμενοι τείρωνες εἰς ὑπηρεσίαν τῶν ἀληθῶς στρατευομένων, οὐ μὴν ἄξιοι τέως στρατιῶται καλεῖσθαι ἢ ὅλως ἐν ἀριθμῷ τέως τετάχθαι διὰ δὴ τὸ πτωχὸν τῆς τύχης καὶ ἄπειρον τῆς μάχης· οὐδὲ γὰρ ἐφετὸν ἦν ὑπὲρ πατρίδος εἰ μή γε τοὺς εὐπατρίδας ἀγωνίσασθαι. ∆ιόδωρος γ' οὖν ἐν δευτέρᾳ Βιβλιοθηκῶν φησι Σόλωνα ἐν Αἰγύπτῳ μαθόντα νόμον Ἀθηναίοις γράψαι τοιοῦτον, ὥστε εἰς τρεῖς μοίρας τὴν πολιτείαν διατάττεσθαι· εἰς εὐπατρίδας, οἳ περὶ σοφίαν καὶ λόγους ἐσχόλαζον, δευτέραν δὲ τὴν γεωργικὴν ἅμα καὶ πρόμαχον, τρίτην τὴν βάναυσον καὶ τεχνουργόν· τὴν δὲ μετὰ ταύτας ἄτιμον, ἐξ ἧς οἱ δῆθεν χρειωδέστεροι ἐν τοῖς γεωργικοῖς ἅμα καὶ μαχίμοις προσήδρευον, δουλεύοντες αὐτοῖς καὶ τὸ πολεμεῖν καὶ γεωργεῖν διδασκόμενοι· τούτους Ἰταλοὶ τείρωνας ἐκάλεσαν ἀπὸ τοῦ τείρεσθαι καὶ ταλαιπωρεῖν ἐν τῷ δουλεύειν. Ἀθηναίους γὰρ ἐν ἅπασιν οἱ Ῥωμαῖοι ζηλώσαντες οὕτως καὶ αὐτοὶ τὸν δῆμον διέθηκαν. ταύτῃ γὰρ καὶ τρίβους τὰς φυλὰς ἐπωνόμασαν ἐκ τῆς εἰς τρεῖς μοίρας τῆς πολιτείας διανομῆς. 48 Καὶ οὗτοι μὲν ἐκ προσθήκης ἐτάχθησαν, ὥς τινες τῶν ἱστορικῶν φασιν, ὑπὸ Μαρίου τοῦ ὕστερον τυραννήσαντος, οἱ δὲ ἀνέκαθεν τῷ ἱππάρχῳ ἑπόμενοι