1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

21

ἐξαυλακίζει τοῖς πολίταις καὶ τῷ χρόνῳ τὴν προσηγορίαν χαρίζεται κἀκ πλάνης ἀπαλλάττει τὰ συναλλάγματα, πολέμους μὲν τὸ λοιπὸν οὐκ ἀναδεχομένη, μήτηρ δὲ ὥσπερ τῆς Ῥωμαίων ἐλευθερίας τυγχάνουσα· ἐναντίως γὰρ ἔχει πρὸς τυραννίδα καί, κρατούσης ἐκείνης, οὐχ ὑφίσταται· τοιγαροῦν ἅμα Βροῦτος ὁ τῆς σωφροσύνης ἔκδικος καὶ τῆς ἐλευθερίας ὑπέρμαχος τὴν ὕπατον ἐξέλαμψε τιμήν, ἅμα Ταρκύνιος ὁ τύραννος ἀπωλώλει. ὁ δὲ ἡμέτερος πατήρ τε ἅμα 96 καὶ βασιλεὺς ἡμερώτατος ταῖς μὲν ἐπανορθώσεσι τῶν πραγμάτων καὶ δωρεαῖς τῶν ὑπηκόων ὕπατός ἐστιν ἐφ' ὅσον ἐστίν, τῇ δὲ στολῇ γίνεται ὅταν κοσμεῖν τὴν τύχην ἐθελήσοι, βαθμὸν ἀνώτερον βασιλείας τὴν ὕπατον τιμὴν ὁριζόμενος. 9 Ὅτι δὲ κατὰ τὸ πρόσθεν εἰρημένον μόνῳ τῷ σκήπτρῳ ἀνέκαθεν ἡ ἀρχὴ παρεχώρησεν, τὴν ἴσην ἐκείνῳ λαχοῦσα τιμήν, ἄντικρυς ἐκ τῆς βασιλείας ἔστι λαβεῖν. συναγομένης γὰρ τῆς βουλῆς πάλαι μὲν ἐν τοῖς καλουμένοις σενάτοις, οἷον εἰ γερουσίαις, καθ' ἡμᾶς δ' ἐπὶ τοῦ παλατίου, οἱ τῶν ἐκεῖ πρωτεύοντες στρατευμάτων, προϊόντες πορρωτέρω τῶν οἰκείων ἐδρῶν, ἀποδέχονται γονυπετεῖς τὴν ἐπαρχότητα· ἡ δὲ φιλήματος ἀξιοῖ προσιόντας αὐτοὺς εἰς θεραπείαν τοῦ στρατοῦ· καὶ αὐτὸς δὲ ὁ Καῖσαρ, οἷον εἰ τῶν Ῥωμαίων βασιλεύς, τῆς βασιλείας ἐκλείπων, πρόσεισιν ἐκ ποδὸς δι' ἑαυτοῦ ἀποδεχόμενος τὸν ἄρχοντα· οὗ ἔνδον ἅμα αὐτοῦ γενομένου, φυλακὴ πᾶσα μηδεμίαν μετ' αὐτὸν εἴσω γενέσθαι τῶν ἀρχῶν συγχωροῦσα, ἀλλ' οὐδέ, διαλυθέντος τοῦ συλλόγου, πρὸ αὐτῆς ἀναχωρεῖν τινα τῶν ἐκ τῆς βουλῆς ἐπιτρέπουσα. καὶ τοῦτο ἐγκρατῶς ἐφυλάχθη ἄχρι τῶν Θεοδοσίου τοῦ Νέου καιρῶν, ὅς, ἐπεὶ νέος ἦν καὶ δι' ἑαυτοῦ προϊὼν κατὰ τὸ συνειθισμένον τὴν τιμὴν προσφέρειν οὐκ ἴσχυε τῇ ἀρχῇ, εἰκόνα στήσας ὥρισεν ἀντ' αὐτοῦ ἀποδέχεσθαι τὸν ὕπαρχον. καὶ τραπείσης τῆς ὀρθῆς ἐκφωνήσεως περσίκιον τὸ σκῆπτρον ὁ δῆμος καλεῖ, ὅτι πέρ ση κατὰ Ῥωμαίους τὸ «δι' ἑαυτοῦ» λέγεται. ταύτης δὲ τῆς τιμῆς καὶ ὁ τῆς πόλεως φύλαξ ἀπολαύει διὰ τοῦ μείζονος ἄρχοντος τῇ ὁμωνυμίᾳ τῆς ἰσοτιμίας ἀξιωθείς. ξίφος δὲ διεζώννυτο ἀνέκαθεν ὁ ὕπαρχος, οἷα καὶ τῶν ὅπλων ἔχων τὴν δύναμιν· καὶ τοῦτο δυνατὸν αὐταῖς ὄψεσιν ἐπὶ τοῦ παρόντος εὑρεῖν εἴ γέ τις φιλάρχαιος ὢν ἐπὶ τὴν Καλχηδόνα περαιωθεὶς τὴν Φιλίππου τοῦ ὑπάρχου εἰκόνα καταμάθοι. 98 σῖκαν δὲ τὸ ὑποζώνιον ξίφος Ῥωμαῖοι καλοῦσιν, ἐξ οὗ σικαρίους τοὺς κρεουργούς, καὶ σικᾶτα τὴν ἐκ σαρκῶν εἰς λεπτὰ κατακοπεῖσαν ἐδωδήν. 10 Ἀλλ' «ἀρχὴν ὅσσα λέλογχεν ἔχει τέλος,» τὸ ποιητικὸν εἰπεῖν. Κωνσταντίνου γὰρ μετὰ τῆς Τύχης τὴν Ῥώμην ἀπολιπόντος καὶ τῶν δυνάμεων ὅσαι τὸν Ἴστρον ἐφρούρουν ἐπὶ τὴν κάτω Ἀσίαν ψήφῳ τοῦ βασιλέως διασπαρεισῶν, Σκυθίαν μὲν καὶ Μυσίαν καὶ τοὺς ἐξ ἐκείνων φόρους ἐζημιώθη τὸ δημόσιον, τῶν ὑπὲρ Ἴστρον βαρβάρων μηδενὸς ἀνθισταμένου κατατρεχόντων τὴν Εὐρώπην· τῶν δὲ πρὸς τὴν ἔω παρὰ τὸ πάλαι δασμοῖς οὐ μετρίοις βαρυνθέντων, ἀνάγκη γέγονε τὸν ὕπαρχον μηκέτι μὲν τῆς αὐλῆς καὶ τῶν ἐν ὅπλοις ἄρχειν δυνάμεων τῆς μὲν τῷ λεγομένῳ μαγίστρῳ παραδοθείσης, τῶν δὲ τοῖς ἄρτι κατασταθεῖσι στρατηγοῖς ἐκτεθεισῶν, τὴν δὲ ἀνατολὴν πρὸς τῇ κάτω Ἀσίᾳ καὶ ὅσα ταύτης διοικοῦντα, τὸ λοιπὸν τῆς ἀνατολῆς χρηματίζειν ὕπαρχον. διεσύρη δὲ οὐδὲν ἧττον θανατῶσα καθ' ἑκάστην ἡ τῆς ἀρχῆς δυναστεία ἄχρι τῶν Ἀρκαδίου, τοῦ πατρὸς Θεοδοσίου τοῦ Νέου, καιρῶν, ἐφ' οὗ συμβέβηκεν Ῥουφῖνον τὸν ἐπίκλην ἀκόρεστον, ὃς ἦν ὕπαρχος αὐτῷ, τυραννίδα μελετήσαντα τοῦ μὲν σκοποῦ ὑπὲρ λυσιτελείας τῶν κοινῶν ἐκπεσεῖν, εἰς βάραθρον δὲ τὴν ἀρχὴν καταρρῖψαι. αὐτίκα μὲν γὰρ ὁ βασιλεὺς τῆς ἐκ τῶν ὅπλων ἰσχύος ἀφαιρεῖται τὴν ἀρχήν, εἶτα τῆς τῶν λεγομένων φαβρικῶν, οἷον εἰ ὁπλοποιϊῶν, φροντίδος, τῆς τε τοῦ δημοσίου δρόμου καὶ πάσης ἑτέρας δι' ὧν τὸ λεγόμενον συνέστη μαγιστέριον. ὡς δὲ δύσεργον ἦν ἀποτρέφειν μὲν τὸν ὕπαρχον ἀνὰ τὰς ἐπαρχίας τοὺς δημοσίους ἵππους καὶ τοὺς αὐτοῖς ἐφεστῶτας, ἑτέρους δὲ κεκτῆσθαι τὴν ἐπ' αὐτοῖς ἐξουσίαν τε καὶ διοίκησιν, νόμος ἐτέθη θεσπίζων, ἀντέχεσθαι μὲν τὸν ὕπαρχον τῆς τοῦ δημοσίου δρόμου φροντίδος, τὸν πρῶτον