1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

44

τὰ πράγματα εἰσβλέψουσιν. 43 Τοσαῦτα περὶ τῆς ἀρχῆς ἐπιδακρύσας φημί. κωλύσει δὲ οὐδέν, ὥσπερ ἐν ὑποτυπώσει, μνησθῆναι τῆς κατὰ μικρὸν ἐλαττώσεως· οὐ γὰρ ἄν τις ἐπιδείξει σαφῶς τὴν ἀφαίρεσιν, μὴ προαριθμησάμενος ταῦθ' ἅπερ ὄντα τὸ πρὶν ὕστερον ἀφῃρέθη. μετὰ γ' οὖν Θεοδόσιον καὶ Μαρκιανὸν τὸν μέτριον ἐλθὼν ὁ Λέων καὶ τὸν πλοῦτον εὑρὼν ὃν Ἀττίλας ὁ τῆς οἰκουμένης πολέμιος λαμβάνειν ἤμελλεν ἦν δὲ ὑπὲρ τὰς χιλίας ἑκατοντάδας τοῦ χρυσίου λιτρῶν, ὀγκωθεὶς τῇ δυνάμει ἔγνω Βανδίλοις, ἔθνει Γερμανικῷ, ἀπὸ τῆς ἀρκτῴας ἐπὶ τὰς Ἱσπανίας διὰ τοῦ Πυρηναίου ἐνσκήψαντι τῇ Λιβύῃ, πολεμεῖν. μυρίαις οὖν ναυσὶ μακραῖς, ἃς καλοῦσι λιβύρνας, ἐπιστήσας στρατὸν οἷον ὁ μακρὸς οὔπω ἀπεθαύμασε χρόνος εἰς ἐσχάτην ἀπορίαν περιέστησε τὴν ἀρχήν, ἀποτείνων αὐτὴν καὶ βιαζόμενος καὶ δαπάνην τεσσαράκοντα μυριάσιν ἀνδρῶν πρὸς μάχην διαπόντιον καὶ γῆς ἀλιμένοις ὅρμοις ὠχυρωμένης δυσχωρίαν καὶ βαρβάρων ὑπὲρ λόγον πλουτούντων δύναμιν ἀρκεῖν. ἀνάλωται γὰρ περὶ τὸν κακοδαίμονα πόλεμον ἐκεῖνον, Βασιλίσκου τῶν δεινῶν ἡγησαμένου, χρυσίου μὲν λιτρῶν μυριάδες ἓξ πρὸς πεντακισχιλίαις, ἀργύρου δὲ χιλιάδες λιτρῶν ἑπτακόσιαι, ἵππων δὲ καὶ ὅπλων καὶ ἀνδρῶν τοσοῦτον ὅσον ἄν τις τῷ παντὶ χρόνῳ ἐλλιπεῖν καλῶς ἀφορίσηται. 44 Καὶ μετὰ ταῦτα πάντα ναυάγιον τῆς ὅλης πολιτείας. οὐ γὰρ ἀρκέσαντος τοῦ δημοσίου χρήματος ἢ ὃ καὶ ὅσον ἦν ἴδιον τῇ βασιλείᾳ, πάντα τὰ τῶν στρατιῶν πληρώματα ταῖς ἀστοχίαις ἐναπώλετο τοῦ πολέμου. καὶ ἵνα μὴ μακρηγορῶ, ἐξ ἐκείνου τοῦ συμπτώματος οὐκέτι τὸ ταμιεῖον ἐπήρκεσεν ἑαυτῷ, ἀλλὰ προσ 202 δαπανᾷ τοῖς πράγμασι πρὸ καιροῦ τὰ μήπω ἐν ἐλπίδι ἤ γ' οὖν τοῖς ὑποτελέσιν ὄντα, ὡς ἀπέραντον εἶναι τὴν ἀπορίαν τοῦ δημοσίου. ἐπιλίποι δὲ ἂν ἡμᾶς ὁ χρόνος, εἰ τὰς ὑπὸ Λέοντι πεσούσης τῆς πολιτείας ἀπαριθμησώμεθα συμφοράς. τῷ τότε οἴκοι κακῷ τῶν ἐν μέσῳ πυρὶ δαπανηθέντων συνέμιξεν τῶν τότε πολέμων τὸ δυστυχὲς καὶ ἄλλων μυρίων ἀτυχημάτων, ὡς αὐτὸν ἐκεῖνον, τὸν βασιλέα λέγω, τοῖς οἰκείοις κακοῖς ταραττόμενον μὴ μόνον τὴν αὐλὴν ἀπολιπεῖν φασμάτων αὐτὸν ὥσπερ Ὀρέστην ἄνανδρον ἐνοχλούντων ἑτέρωθι διαιτᾶσθαι, ἀλλὰ καὶ αὐτὴν δὲ τὴν πάγχρυσον ἀπολιπεῖν διασκέψασθαι, ἆ, πόλιν· καὶ εἷς τοιαύτην βασιλείαν μετατρέψαι εἰ μὴ θεὸς τοῦθ' ὃ δέδωκε τῇ πόλει διεσώσατο κράτος. 45 Καὶ Λέων μέν ποτε ἀπηλλάττετο, ἡ δὲ ἀρχὴ τοῖς ἐκείνου κατακλυσμοῖς ἐβυθίζετο, Ζήνωνος ἔνθεν τὸ τοῦ κηδεστοῦ κράτος ὑπεξελθόντος. δειλὸς δὲ ἦν, μᾶλλον δὲ δείλαιος, καὶ τοὺς πολέμους ἀπηργυρίζετο μηδὲ ἐν εἰκόσι μάχην ὑπομένων ὁρᾶν καὶ συνώθει τὸν ὕπαρχον χρυσίῳ πολλῷ τὴν εἰρήνην ὠνεῖσθαι, αὐτὸς περὶ δημεύσεις καὶ ὄλεθρον τῶν ἐν τέλει τῆς πολιτείας ἀγρυπνῶν. ἔσχε δὲ ὅμως καὶ αὐτὸς ἀναίσιον πέρας. τοσούτων κακῶν ἐπιχεθέντων τῇ πρόσθεν εὐδαίμονι τῶν ἀρχῶν, ἡ Τύχη, βραχύ τι γνήσιον δὲ γελῶσα, τὸν Ἀναστάσιον θανατῶσιν ἐπέστησε τοῖς ὑπηκόοις, ὃς διὰ πάσης ἦλθεν ὁδοῦ τὴν ἔνδειαν τῶν κοινῶν ἀποτίσασθαι καὶ δίκην οἰκοδεσπότου τινὸς τοὺς φόρους, ὅσοι σῴζεσθαι δύναιντο ταῖς ἀληθείαις, ταῖς δαπάναις προσαρμόσας καὶ λογισμοὺς ἀπῄτει τῶν δαπανῶν καὶ δικαίως ἐτίθετο, τὴν ἀμετρίαν διαφεύγων· οὐχ ὥσπερ ὁ Νέρων ποτὲ καὶ εἴ τινες ἐκεῖνον ζηλώσαντες δαπάνας μὲν ἀμέτρους ἐποιήσαντο, λογισμοὺς δὲ μηδὲ μέχρι μνήμης ἢ λαβεῖν πρὸς τῆς ἐπαρχότητος 204 ἢ πρᾶξαι πρὸς αὐτὴν ἠξίωσαν, ποταμοὺς ἢ τάχα θάλασσαν ὅλην βλύζειν αὐτοῖς τὸ χρυσίον οἰόμενοι. 46 Νεμεσήσασα δ' οἴμ' ὡς ἡ Τύχη καὶ σκοπῷ διοικήσεως τὰ νεῦρα παρέλυσε τῆς πολιτείας. τῶν γὰρ βουλευτικῶν συστημάτων διοικούντων τὰς πόλεις καὶ τὸν στρατιώτην ἀποτρεφόντων καὶ ἀληθῶς πολιτευομένων τοῖς πράγμασιν, Μαρῖνός τις ἐκ τῶν λεγομένων σκρινιαρίων τῆς ἑῴας διοικήσεως παρεισδὺς ἐντέχνως τῷ βασιλεῖ ἀναπείθει πᾶσαν αὐτῷ τὴν πολιτείαν διαψηφίσαντι τοὺς φόρους καταπιστεῦσαι, ὁμολογήσας χρυσίον τῷ βασιλεῖ περιποιεῖν. φιλοκερδὴς δὲ ἠρέμα ἐτύγχανεν ἐκεῖνος, οἷα Ταυλάντιος, καὶ Ἐπιδάμνου τῆς Ἰλλυρίδος ∆ουρράχιον αὐτὴν Κρῆτες ἀποικήσαντες ἐκεῖ