1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

51

γυμνῶν ἀναβαστάζεσθαι, πρὸς ἀντιβολὴν ὄψων ἐπιχωννύντος τὸν οἶνον. οὐκ ἐξαρκοῦντος τῇ τρυφῇ οὐ τοῦ ὑποκειμένου τῇ πόλει πορθμοῦ, οὐχ Ἑλλησπόντου σύμπαντος, τὸ λοιπὸν οὐ κτενός, οὐκ ἔλοπος, οὐ χρυσοστάθμου ἰχθύων ποικιλίας καταλειφθείσης τῷ πελάγει, ἐπὶ τὸν Εὔξεινον οἱ τῆς τρυφῆς ὑπηρέται ἐτρέποντο, μὴ τῇ θαλάττῃ ἰχθύος, μὴ τοῖς ὄρεσιν ἢ τοῖς ἄλσεσιν ὀρνέου συγχωρουμένου, μὴ Φάσιδος ὅλου ταῖς εὐωχίαις ἀποχρῶντος, ὡς ἀφίστασθαι τοὺς κτένας, 232 μὴ τῇ κατὰ φύσιν ἐκ τόπου εἰς τόπον πτήσει καταπιστεύοντας ἑαυτούς, ἀλλ' εἰς ἀέρα, τοῖς ὀστράκοις ὡς εἰ πτέρυξι χρωμένους, δοκεῖν ἐκκλίνειν τὴν Καππαδοκῶν ἀδηφαγίαν. 63 Ὅτι δὲ τυχὸν ἔλοπος τοῦ ἰχθύος μνήμη παρῆλθεν, περὶ αὐτοῦ τὰ γνωσθέντα μοι παραθήσομαι. ἰχθύς ἐστιν ἁπαλός, διαυγής, ὡς ὡς εἰ πηκτὴν καὶ κρυσταλλώδη ἀλλ' οὐ ναστὴν καὶ ἰνώδη δοκεῖν ἔχειν τὴν σάρκα· ζῳοτόκος μὲν καὶ μηρυκισμόν τινα ἀνάγων. πέφυκε δὲ τοῖς εὐτυχέσιν ἐνδιατρίβειν τόποις· ὅθεν μετ' αὐλῶν καὶ κυμβάλων τοῖς Ῥωμαίοις παρετίθετο, ὥς φησιν Ἀθήναιος. ἐν δὲ τῷ νήχεσθαι σκέπει τοὺς ὀφθαλμοὺς ταῖς παραπεφυκυίαις αὐτῷ πτέρυξιν. καὶ ἔλοπα μὲν αὐτὸν Ἀριστοτέλης καὶ πάντες οἱ φυσικοὶ καλοῦσιν καὶ Ἀριστοφάνης δὲ ὁ Βυζάντιος ἐν τῇ Ἐπιτομῇ τῶν ἐν ἰχθύσι Φυσικῶν, οἱ δὲ Ῥωμαῖοι ἀκυιπήνσερα, δι' ἃς αὐτοὶ γεγράφασιν αἰτίας. Κορνήλιος δὲ Νέπως καὶ Λαβέριος ὁ ποιητής, ἄμφω Ῥωμαῖοι, φασὶν Ὀπτᾶτόν τινα ναύκληρον τοῦ Καρπαθίου στόλου, οἰκεῖον Κλαυδίου βασιλέως, ἐνεγκόντα ἐκ τῆς κάτω θαλάσσης ἔλοπας ἀνὰ μέσον τῆς Ὀστίας καὶ Καμπανῆς περισπεῖραι θαλάσσης. 64 Τοιαῦτα μέν τινα τοῦ ἰχθύος χάριν εἰρήσθω. περὶ δὲ τὴν ἄνοδον, μᾶλλον δὲ ἀνακομιδήν, τοῦ Καππαδόκου στιχηδὸν αὐτῷ παρεφαίνοντο κόραι σάνδυξι περικεχυμέναι τὰ μέλη, προφανῶς ἐκκαλύπτουσαι ὅσα «καλύπτειν ὄμματ' ἀρσένων ἐχρῆν.» πρὸς βραχὺ δὲ τὸ προκείμενον ἀφείς, ὅ τι τυγχάνει σάνδυξ καὶ ποῖον εἶδος ἐσθήματος γέγονε Λυδοῖς τὸ πάλαι, ἑρμηνεῦσαι πειράσομαι. σπουδὴ γέγονε τοῖς πολυχρύσοις τὸ πάλαι Λυδοῖς εὐπορίᾳ χρυσίου, ὅσον αὐτοῖς ὁ Πακτωλὸς μετὰ τὸν Ἕρμον ἐχορήγει, καὶ χρυσοστήμονας διεργάζεσθαι χιτῶνας καὶ μάρτυς ὁ Πείσανδρος εἰπών· «Λυδοὶ χρυσοχίτωνες», καὶ οὐκ αὐτοὺς μόνους ἀλλὰ καὶ τοὺς καλουμένους σάνδυκας χιτῶνες δὲ ἦσαν ὑπ' αὐτῶν 234 εὑρημένοι, λινῶν μὲν οἱ διειδέστατοι, σάνδυκος δὲ χυλῷ τῆς βοτάνης καταβάπτοντες αὐτούς· σαρκοειδὴς δὲ ὁ χρὼς τῆς βοτάνης, οἷς αἱ γυναῖκες τῶν Λυδῶν γυμνῷ τῷ σώματι ἐπισκιάζουσαι οὐδὲν μὲν ἐδόκουν ἢ ἀέρα μόνον περικεῖσθαι, κάλλει δὲ ἔξω τοῦ καλοῦ καὶ σώφρονος ἐφείλκοντο τοὺς θεωμένους. τοιούτῳ τὸν Ἡρακλέα χιτῶνι περιβαλοῦσα Ὀμφάλη ποτὲ αἰσχρῶς ἐρῶντα παρεθήλυνεν· ταύτῃ καὶ Σανδὼν Ἡρακλῆς ἀνηνέχθη, ὡς Ἀπουλήϊος ὁ Ῥωμαῖος φιλόσοφος ἐν τῷ ἐπιγραφομένῳ Ἐρωτικῷ καὶ Τράγκυλλος δὲ πρὸ αὐτοῦ ἐν τῷ Περὶ Ἐπισήμων Πορνῶν ἀνενηνόχασιν, ἔνθεν οἶμαι σανδόνας ἔτι καὶ νῦν πρὸς διασυρμοῦ λέγεσθαι, οὓς τὸ πλῆθος ἀπὸ τῆς κατασκευῆς τῶν σινδόνων σανδόνας ὡς ἂν εἰ σινδόνας οἴεται χρηματίζειν. 65 Τοιαῦτα μὲν ἄν τις ὡς ἐν παρεκβάσει λέγοι, ἐγὼ δὲ πρὸς τὸν Καππαδόκην ἐπάνειμι. ἐπεσπῶντο δὲ αὐτὸν πόρναι ὑπ' ἄλλων πορνῶν γυμνοφανῶν βασταζόμενον φιλήμασιν ἐκλύτοις πρὸς μίξιν αὐτίκα βιαζομένοις. ὁ δὲ κεχυμένος ἐκ τῶν προτεινομένων ὄψων τε καὶ ποτῶν πρὸς κιναίδων ἄλλων ἐλάμβανεν· τοσαῦτα δὲ ἦν καὶ οὕτω μαλακά, ὡς ἔμετον αὐτῷ κινεῖν, μηκέτι χωροῦντος τοῦ στόματος, χειμάρρου δὲ δίκην ἐξαυλακίζοντος τὴν ἑστίαν καὶ κίνδυνον οὐ μικρὸν ἐξολισθαίνουσι τοῖς κόλαξι τῷ στιλπνῷ τῶν ψηφολογημάτων ἐπιφέροντος. οὕτω διετέλει σηπόμενος, συνάπτων ταῖς νυξὶ τὰς ἡμέρας, ὥστε πέρας μὲν αὐτῷ ἑστιωμένῳ τὸν φωσφόρον, ἀρχὴν δὲ πραγμάτων τὸν ἕσπερον γίνεσθαι. ὅπως δὲ μὴ τυχὸν ἐμπόδισμα ταῖς ῥᾳθυμίαις ἐγγένοιτο, ἀπολέγει καθ' ἅπαξ τῷ Τεμένει τῆς ∆ίκης Σήκρητον αὐτὸ καλοῦσιν ἐν τοῖς δικαστηρίοις, φαίνεσθαι μόνον ὑπομένων ἐν αὐτῷ ὅτε περιφερόμενος τῇ ἀμετρίᾳ τῶν σιτίων τοὺς ἐπιφανεστάτους τῆς τάξεως ταῖς ποιναῖς ἐξέθετο. δικαστὰς δὲ προβάλλεται ἐπὶ τῆς