1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

46

ἀπορία δὲ παντελὴς καὶ πενίας βάθος κατέπιε τὰ πράγματα, τὸ λοιπὸν τῆς ἐπαρχότητος τρόπῳ χαμαιζήλου δικαστοῦ μόναις ταῖς ἰδιωτικαῖς διαδικασίαις σχολαζούσης. ἠρυθρία δὲ ὅμως ὁ Μαρῖνος καὶ τὴν ἀρχὴν ἐδόκει τιμᾶν, τέχνῃ τὸν φθόνον ἀπωθούμενος. ἔνθεν τῶν δημοσίων ὥσπερ 210 ὑφ' ἑτέρους τελούντων καὶ μὴ κατὰ τάξιν πραττομένων, ὑπώλισθεν ἡ τάξις καὶ πενίας ἐνήρχετο· τί γὰρ περιεγίνετο αὐτῇ, μόναις ταῖς δίκαις τῶν ἰδιωτῶν ἐξυπηρετουμένῃ; 50 Οὕτως οὖν τῶν πραγμάτων ὑπὸ τῷ Μαρίνῳ πεσόντων, συνεῖδεν ὁ βασιλεὺς ἑτέρᾳ τιμῇ τὴν ἀτιμίαν παραμυθήσασθαι τῆς ἀρχῆς. τῶν γ' οὖν δικανικῶν ῥητόρων τοὺς ἀρίστους ἐπὶ τὴν ἀρχὴν προὔφερεν. καί ποτε, πρὸς τῆς γαμετῆς Ἀριάδνης ὀχλούμενος Ἀνθεμίῳ τῷ Ἀνθεμίου τοῦ Ῥώμης βεβασιλευκότοςπαιδὶ τὴν ἀρχὴν ἐγχειρίσαι, ἠγανάκτησεν, εἰπὼν δέ, μηδενὸς ἢ μόνων λογικῶν ἀξίαν εἶναι τὴν ἐπαρχότητα. ὅπως δὲ ἠρυθρία τὴν ἀρχήν, γνώσεταί τις ἐκ τούτου. Ἑρμίας τις τοῖς Λυδίας σκρινιαρίοις συναριθμούμενος ὑπὸ μέμψιν γέγονε Σεργίου, τοῦ τότε τὴν ἐπαρχότητα διέποντος, ἀγανακτήσαντος. ὁ δὲ βασιλεύς, πρὸς τῆς Ἑρμίου μητρὸς ὀχλούμενος, πολὺς ἐγίνετο τὸν ὕπαρχον παρακαλῶν παραχωρεῖν Ἑρμίᾳ· ἐκεῖνος δὲ μέχρι παντὸς ἀνεβάλλετο καὶ ὁ βασιλεὺς ἐνεδίδου, τήν τε ἀρχὴν τήν τε Σεργίου σεμνότητα παρατηρούμενος. ἴσχυσε δ' ὅμως ὑπὲρ δικαίου παρακαλῶν. αὐτῶν οὖν τῶν ἐν λόγῳ ἀμοιβαδὸν τὴν ἀρχὴν παραλαμβανόντων, παραδιδόασιν ἐκ τῶν λεγομένων Αὐγουσταλίων, οἳ μάλιστα τοῖς λόγοις ἐνέπρεπον, καὶ μὴν καὶ ταχυγράφων τοῖς ἀκολούθοις παριέναι καὶ λόγους παραδιδόναι καὶ ἀκροάσεσι δημοσίαις ἐπιδείκνυσθαι τὴν οὖσαν αὐτοῖς ἐπὶ τοῖς λόγοις παρασκευήν, γερῶν τε οὐ μικρῶν τυγχάνειν. 51 Τοιαῦτα μέν τινα τότε ἐπράττετο, ὁ δὲ βασιλεὺς ἐτρύφα ταῖς Μαρίνου περινοίαις πλουτῶν καὶ ταῖς τῶν ὑπάτων εὐφημίαις ἐναβρυνόμενος. εἰρήνη δὲ βαθεῖα τὴν πᾶσαν ἐχαύνου πολιτείαν, καὶ οὐχ ἥκιστα τὸν στρατιώτην, πάντων ὁμοῦ τὴν τῆς αὐλῆς ῥᾳστώνην ζηλούντων καὶ διωκόντων τὰ βασιλέως ἐπιτηδεύματα. καὶ πέρας ἦν λοιπὸν Ἀναστασίου τοῦ βίου τοῖς ἀπὸ τῶν δογμάτων καὶ Βιταλιανοῦ θορύβοις ταραττόμενον. Ἰουστίνου δὲ τὴν βασιλείαν παραλαβόντος ἀνὴρ δὲ ἦν ἀπράγμων καὶ 212 μηδὲν ἁπλῶς παρὰ τὴν τῶν ὅπλων πεῖραν ἐπιστάμενος, Μαρῖνος μὲν καὶ ὅσοι Ἀναστασίου τῆς αὐξήσεως ἔτυχον ἀπηλλάττοντο, οὐκ ὄντων δὲ τὸ λοιπὸν τοῖς κρατοῦσι κερδῶν, ὥσπερ τὸ πρότερον καὶ γὰρ ἀπεστρέφοντο τὰς κατὰ τῶν ὑπηκόων ἐπηρείας, ἅπας μὲν ὁ πλοῦτος Ἀναστασίου εἰς ἀπείρους μυριάδας χρυσίου λιτρῶν συναγόμενος διερρύη, ὄχλος δὲ πολέμων τὰ Ῥωμαίων ἐδόνει, Περσῶν τὴν ἀειθρύλητον ἐπὶ ταῖς Κασπίαις πύλαις ἀπαιτούντων δαπάνην. ὁ δὲ περὶ αὐτῆς λόγος τοιοῦτος. 52 Πρὸς ἀνίσχοντα ὑπὸ λέοντι ἥλιον ἐν ἀρχῇ στενῇ τοῦ Καυκάσου, πρὸς βορέαν ἄνεμον κατὰ τὴν Κασπίαν χωριζομένων φύσει τῶν τοῦ Καυκάσου σφυρῶν, εἴσοδος ἀπετελέσθη βαρβάρων τοῖς ἀγνοουμένοις ἡμῖν τε καὶ Πέρσαις, οἳ περὶ τὴν Ὑρκανὴν νέμονται· δι' ἧς εἰσβάλλοντες τά τε πρὸς εὖρον Πέρσαις, τά τε πρὸς βορέαν Ῥωμαίοις ἀνήκοντα ἐδῄουν. καὶ ἕως μὲν Ἀρτάξατα καὶ ἔτι ἐπέκεινα εἶχον ὑφ' ἑαυτοῖς οἱ Ῥωμαῖοι, ἀντέβαινον παρόντες ἐκεῖ· ὡς δὲ τούτων ἐξέστησαν καὶ ὅσων ἄλλων ἐπὶ Ἰοβιανοῦ, οὐκ ἐξήρκουν οἱ Πέρσαι τά τε ἑαυτῶν τά τε πάλαι Ῥωμαίων φρουρεῖν καὶ θόρυβος ἀεὶ τὰς ἑκατέρων Ἀρμενίας εἶχεν ἀφόρητος. γίνονται δὴ οὖν λόγοι μετὰ τὴν ἐπὶ Ἰουλιανοῦ Ῥωμαίων ἀστοχίαν Σαλουτίῳ τε, ὃς ἦν ὕπαρχος, ἐξ ἡμῶν καὶ Περσῶν τοῖς ἐξοχωτάτοις καὶ Ἰσδιγέρδῃ ὕστερον, ὥστε κοιναῖς δαπάναις ἄμφω τὰ πολιτεύματα φρούριον ἐπὶ τῆς εἰρημένης εἰσόδου κατασκευάσαι, ἐπιστῆσαί τε βοήθειαν τοῖς τόποις πρὸς ἀναχαιτισμὸν τῶν κατατρεχόντων δι' αὐτῆς βαρβάρων. Ῥωμαίων δὲ τοῖς περὶ τὴν ἑσπέραν καὶ τὴν ἄρκτον πολέμοις ἐνοχλουμένων, οἱ Πέρσαι ἔσχον ἀνάγκην, οἷα προσεχέστεροι ταῖς τῶν βαρβάρων ἐφόδοις, ἀντοικοδομεῖν φρούριον ἐκεῖ, Βιραπαρὰχ πατρίως αὐτὸ καλέσαντες, καὶ δυνάμεις ἐπέστησαν· καὶ πολέμιος οὐκ εἰσῄει. 53 Ἐκ ταύτης τῆς