1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

40

Ἴστρον, νῦν δὲ ∆ανούβιον τὸν αὐτὸν εὑρίσκομεν ὀνομαζόμενον· ὥστε δεήσει διδασκαλίας. 32 Ἐκ τῶν Ῥητικῶν ὀρῶν, ἃ τῆς Κελτικῆς ὀρεινῆς εἶναί φησιν ὁ Καῖσαρ ἐν βιβλίῳ τῷ πρώτῳ τῆς κατ' αὐτὸν Γαλλικῆς Ἐφημερίδος, ἐκ μιᾶς πηγῆς ὅ τε Ῥῆνος ὅ τε Ἴστρος, οὐδέτερος δὲ αὐτῶν μὴ τὴν ἐπωνυμίαν ἀμείψας, ἐπὶ τὴν θάλασσαν ἐξωθεῖται. ὁ μὲν γὰρ Ῥῆνος, πᾶσαν τὴν Γαλατικὴν μεσόγειον τριχῇ διῃρημένην εἰς Κελτικὴν Γερμανικὴν καὶ Γαλατικὴν διατρέχων, οὐκ ἄρδει μόνον αὐτὴν μετὰ Ῥοδανόν, ἀλλὰ καὶ φρουρεῖ, φυλάττων ἀνέφοδον· πρὸς δὲ τὸ πέρας σχεδὸν τῆς ῥύσεως εἰς Μόσον τὸν ποταμόν, γείτονα τοῦ βορείου πρὸς δύσιν ὠκεανοῦ, ὀλισθαίνων ἀποβάλλει μὲν τὴν οὖσαν αὐτῷ κατ' ἀρχὰς ἐπωνυμίαν, μετ' ἐκείνου δὲ τοῖς τῆς Βρεττανικῆς θαλάττης ἐπισύρεται κόλποις. ὁ δὲ Ἴστρος, ἐάσας τὸν ἀδελφὸν Ῥῆνον πρὸς δύνοντα ἥλιον ἀναχωροῦντα, αὐτὸς ἐπὶ τὴν ἑῴαν μερίζεται· καὶ ἄχρι μὲν 184 Παννονίας ἣν Ἕλληνες Παιονίαν δι' εὐφωνίαν καὶ φυγὴν βαρβαρισμοῦ καινοτομοῦντες ἐκάλεσαν καὶ Σιρμίου, τῆς πάλαι μὲν Ῥωμαίων εὐδαίμονος πόλεως, νῦν δὲ Γηπαίδων, τὴν ἰδίαν διασῴζει προσηγορίαν, περὶ δὲ τὴν Θρᾳκίαν εἰλούμενος ἀποβάλλει μὲν παρὰ τοῖς ἐπιχωρίοις τὸ ἔμπροσθεν ὄνομα, ∆ανούβιος μετακληθείς· οὕτως δὲ αὐτὸν οἱ Θρᾷκες ἐκάλεσαν δι' ὅτι ἐπὶ τὰ πρὸς ἄρκτον ὄρη καὶ θρασκίαν ἄνεμον συννεφὴς ὁ ἀὴρ ἐκ τῆς ὑποκειμένης τῶν ὑγρῶν ἀμετρίας σχεδὸν διὰ παντὸς ἀποτελούμενος αἴτιος αὐτοῖς συνεχοῦς ἐπομβρίας ἀποτελεῖσθαι νομίζεται· ∆ανούβιον δὲ τὸν νεφελοφόρον ἐκεῖνοι καλοῦσι πατρίως. καὶ ταῦτα μὲν περὶ τῶν ποταμῶν, ὡς ἐν παρεκβάσει, κατὰ Σαμμωνικὸν τὸν Ῥωμαῖον ἱστορικόν, ὃς πρὸς ∆ιοκλητιανὸν καὶ Γαλέριον τὸν γέροντα Περὶ Ποικίλων Ζητημάτων διελέχθη. 33 Κωνσταντῖνος οὖν Σκυθίαν τε καὶ Μυσίαν καὶ τοὺς ἐξ αὐτῶν φόρους, ὡς ἔφην, ἀπώλεσεν. Συρίαν δὲ ὅλην καὶ Παλαιστίνην μία δέ ἐστι χώρα καὶ διὰ μόνον ἀριθμὸν εἰς πλῆθος ἀνάγεται ἐπαρχίας ἀναδείξας, ἐδεήθη ὕπαρχον μετὰ τὸν Λιβύης καὶ Γαλατίας Ἰλλυρίδος τε καὶ Ἰταλίας καὶ τῆς ἑῴας προχωρήσασθαι, σκεπτόμενος, ὡς αὐτὸς ὁ βασιλεὺς ἐν τοῖς ἑαυτοῦ λέγει συγγράμμασιν, Πέρσαις ἀδοκήτως ἐπελθεῖν. ἠπίστατο γὰρ Κωνσταντῖνος, πολὺς ὢν ἔν τε παιδεύσει λόγων καὶ συνασκήσει ὅπλων οὐδὲ γάρ, εἰ μὴ καθ' ἑκατέραν παίδευσιν ἔτυχέ τις διαπρέπων, βασιλεὺς Ῥωμαίων προεχειρίζετο μὴ εἶναι ῥᾴδιον ἄλλως καταπολεμηθῆναι Πέρσας, μὴ ἐξαπίνης αὐτοῖς ἐπιχεομένης ἐφόδου. καὶ συγγραφὴν περὶ τούτου μονήρη Κέλσος ὁ Ῥωμαῖος τακτικὸς ἀπολέλοιπεν, σαφῶς ἀναδιδάσκων ὡς οὐκ ἄλλως Πέρσαι Ῥωμαίοις παραστήσονται, μὴ αἰφνιδίως εἰς τὴν ἐκείνων χώραν Ῥωμαῖοι γνόφου δίκην ἐνσκήψουσιν, αἰτίαν οὐκ ἔξω λόγου παρασχόμενος· ἡ δὲ τοιαύτη ἐστίν. 186 34 Περσῶν ὁ δῆμος ὅλος καὶ σύμπαν ἁπλῶς τὸ ἔθνος εἴωθεν ἐπὶ πόλεμον ὁρμᾶν, ὡς καὶ Ῥωμαῖοι πρὸ τῆς Μαρίου τῶν λεγομένων λεγιώνων διατάξεως. διχοτομοῦντες οὖν ἄνθρωπον αὐτοὶ διὰ μέσου τῶν δύο τοῦ σώματος τομῶν διαβιβάζουσι τὸν στρατόν. δῆλον γὰρ ὡς οὐχ ὡρισμένα οὐδὲ εὐτρεπῆ στρατεύματα τρέφουσιν οἱ Πέρσαι, ὡς ἑτοίμους εἶναι πρὸς τὰς μάχας, ὥσπερ οἱ Ῥωμαῖοι. χρόνου δεῖ τοίνυν αὐτοῖς εἰς παρασκευὴν στρατοῦ καὶ δαπάνης ἀποχρώσης τῷ πολέμῳ· ὥστε ἁρμόδιόν φησιν ὁ Κέλσος ἀδοκήτως αὐτοῖς ἐπελθεῖν, καὶ μάλιστα διὰ τῆς Κολχίδος τὰ προοίμια τῆς ἐφόδου λαμβανούσης Λαζικὴν αὐτὴν ἐξ ἡγεμόνος ἐπιφημίζουσιν οἱ καθ' ἡμᾶς· ἡ γὰρ δυσχωρία Πέρσαις ἱππηλατοῦσι δυσέμβατος· ὅθεν ἀφόρητος αὐτοῖς ὁ Κορβουλὼν ἐπὶ τοῦ Νέρωνος ἐφάνη· τὰς γὰρ ἐκδρομὰς αὐτῶν τὰς ἐν ταῖς ἐρημίαις τῆς Περσίδος διὰ τῆς Ὑρκανῆς ἀποκλείσας, τὴν ἐκ τῆς φυγῆς νίκην ἀφεῖλεν, ὡς ἐν στενωπῷ, ὅσον ἧκεν εἰς Περσικὰς πολυπληθείας, ζωγρηθέντας εἰς μόνην τὴν πρὸς τῷ Μυγδονίῳ Ἀντιόχειαν Νίσιβιν αὐτὴν ἑλόντες μετεκάλεσαν οἱ Πέρσαι καταφυγεῖν, ἣν καὶ αὐτὴν ἀπέλιπον τὸ τηνικαῦτα δίκην πρηστήρων τῶν Ῥωμαίων αὐτοῖς ἐπικειμένων. 35 Ταύτης οὖν τῆς ἐννοίας ὁ Κωνσταντῖνος γενόμενος καὶ ὕπαρχον ἐπὶ τῆς ἕω χειροτονήσας διαψηφιστὰς αὐτῷ