1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

7

ὥσπερ ἀνάθημα προσφιλὲς τοῖς ἐφόροις τῆς ἀρχῆς ἀναφέρων, διαθρέψασιν ἅμα κοσμίως ἡμᾶς καὶ μετὰ θεὸν τὸν πάντων κύριον γέρα τε τῶν πόνων καὶ πέρας ἐσθλὸν καὶ τύχην κρείττονα παρεσχηκόσιν.

∆ΕΥΤΈΡΑ ΠΡΟΑΓΩΓῊ ΟἹ ΠΑΤΡΊΚΙΟΙ 16

∆ῆλον ἄντικρυς ἑκατὸν τὸν ἀριθμὸν γέροντας ἐκ πασῶν τῶν κουριῶν, ἀντὶ τοῦ φυλῶν, ἐπιλέξασθαι τὸν Ῥωμύλον πρὸς διάσκεψιν τῶν κοινῶν, οὓς αὐτὸς μὲν πατέρας, Ἰταλοὶ δὲ πατρικίους ἐκάλεσαν, ἀντὶ τοῦ εὐπατρίδας· μετὰ δὲ τὴν ἁρπαγὴν τῶν Σαβίνων ξονσξριπτος αὐτοὺς ἐπονομάσας, οἷον εἰ συγγεγραμ 30 μένους ὅθεν patres conscripti οἱ Ῥωμαίων ἄρχοντες ἔτι καὶ νῦν χρηματίζουσιν καὶ ἑτέρας δὲ τριάκοντα κουρίας καὶ τοσούτους ἑκατοντάρχους καὶ τριακοσίους ἑτέρους ἱππότας ἐκ τοῦ Σαβίνων ἔθνους τῷ Ῥωμαϊκῷ συνηρίθμησε στρατῷ, ὡς εἶναι πάντας ἑξακισχιλίους μὲν πεζομάχους, ἑξακοσίους δὲ ἱππότας. καὶ τοῦτον τὸν ἀριθμὸν ὁ Μάριος ὕστερον διεφύλαξεν, τὰς λεγομένας λεγιῶνας, οἷον εἰ λογάδας, διατυπῶν, καὶ Λέων δὲ ὁ βασιλεὺς πρῶτος τοὺς λεγομένους ἐκσκουβίτωρας τῶν παρεξόδων τοῦ παλατίου φύλακας προστησάμενος τριακοσίους μόνους ἐστράτευσε κατὰ τὴν ἀρχαιότητα. 17 Ἐπίσημα δὲ τοῖς πατράσιν, ἤ τοι πατρικίοις, ἦν δίπλακες μὲν ἤ τοι χλαμύδες ἄχρι κνημῶν ἐξ ὤμων διήκουσαι, περόναις χρυσαῖς ἀνεσταλμέναι, τὸ χρῶμα ξηραμπέλινοι, πορφύρᾳ κατὰ μέσου διάσημοι λατικλαβίας αὐτὰς ὠνόμαζον· τὰς δὲ χλαμύδας ἀτραβαττικὰς ἐκ τοῦ χρώματος, ὅτι τὸ φαιὸν κατ' αὐτοὺς ἄτρον προσαγορεύεται· καὶ παραγῶδαι, χιτῶνες λογχωτοί, ἀκροπόρφυροι, λευκοὶ δι' ὄλου, περιχερίδας ἔχοντες μανίκας αὐτὰς ἐκεῖνοι λέγουσιν· τοὺς δὲ τοιούτους χιτῶνας παραγαύδας τὸ πλῆθος οἶδεν ὀνομάζειν· ἀρχαῖος ὅμως χιτὼν ὁ παραγαύδης, Πέρσαις καὶ Σαυρομάταις ἐπίσημος, ὡς ∆ιογενιανῷ τῷ λεξογράφῳ εἴρηται· περισκελίδες τε λευκαί, ὄλον τὸ σκέλος σὺν τοῖς ποσὶ σκέπουσαι, καὶ ὑπόδημα μέλαν, ὑποσάνδαλον, δι' ὅλου γυμνόν, βραχεῖ τινι ἀναστήματι τὴν πτέρνην, ἐπ' ἄκρου δὲ τοὺς δακτύλους τῶν ποδῶν συσφίγγον, ἱμάντων ἑκατέρωθεν ἐπὶ τοὺς ἀστραγάλους ὑπὸ τὸ ψαλίδωμα τοῦ ποδὸς διελκομένων, ἐπὶ τὸ στῆθος ἀνθυπαντώντων ἀλλήλοις καὶ διαδεσμούντων τὸν πόδα, ὥστε βραχὺ λίαν ἔκ τε δακτύλων ἔμπροσθεν καὶ ἐξόπισθεν διαφαίνε 32 σθαι τὸ ὑπόδημα, ὄλον δὲ τὸν πόδα τῇ περισκελίδι διαλάμπειν. κάμπαγον αὐτὸ καλοῦσιν ἐκ τῆς ἐπὶ τὸν κάμπον, οἷον εἰ τὸ πεδίον, χρείας ἔτι καὶ νῦν· ἐπὶ γὰρ τοῦ πεδίου γινόμενοι τὰς προαγωγὰς τῶν ἀρχόντων Ῥωμαῖοι ἐπετέλουν, ἐφ' οὗ τοῖς τοιούτοις ἐστέλλοντο ὑποδήμασιν. τουτονὶ τὸν κάμπαγον Θούσκων γενέσθαι τὸ πρὶν ὁ Λέπιδος ἐν τῷ Περὶ Ἱερέων φησίν. 18 Πρόοδος δὲ τοῖς πατρικίοις ἐκ ποδὸς μὲν οὐδέποτε ἀλλ' οὐδὲ ἱππικὴ κοινὴ γὰρ ἐδόκει, ὀχήμασι δὲ ἐπισήμοις ἐφ' ὑψηλοῦ τῆς καθέδρας ἀναστρωννυμένοις, τεσσάρων ἡμιόνων ἑλκόντων τὸ ὄχημα ἐκ χαλκοῦ Κορινθίου, εἰς πλῆθος σχημάτων καὶ τύπων ἀρχαιοφανῶν διαγεγλυμμένων. οὐδὲ γὰρ ἵππους ἐξῆν ὑποζεῦξαι τῷ ὀχήματι εἰ μή γε μόνοις τοῖς βασιλεῦσιν· θριαμβικὴ γὰρ ἡ μετὰ τῶν ἵππων ἐν ὀχήματι πρόοδος. βουριχάλλια δὲ τὰς ἁμάξας ἐκ τῶν βοῶν ἐκάλουν· ὧν ἄνευ, ἐπεὶ μὴ φορτίον ἐπέκειτο, ἡμιόνοις ἐπίστευον τὸν ζυγόν.

ΤΙΝΟΣ ΧΆΡΙΝ ΤᾺΣ ΠΡΟΓΡΑΦᾺΣ ΤΩ͂Ν ἈΞΙΩΜΆΤΩΝ ΟἹ ῬΩΜΑΙ͂ΟΙ ΤΊΤΛΟΥΣ

ΚΑΛΟΥ͂ΣΙΝ 19 Τίτος Τάτιος, Σαβίνων ἡγούμενος, ὡς ἔφθην εἰπών, συναφθεὶς τοῖς Ῥωμαίοις

οὕτως ἥνωσεν ἄμφω τὰ ἔθνη, ὡς μηκέτι δύο, μίαν δὲ καὶ μόνην ἀναφέρεσθαι τὴν Ῥωμαίων πολιτείαν. ὅτι δὲ «Τίτος Τάτιος» τὴν προσηγορίαν ἐκεῖνος εἶχεν,