1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

56

τεύχεσιν ἐχρῆτο στοχάζεται μὲν αὐτοῦ, τοῦ δὲ βέλους ἀμπλακόντος, αὐτὸς μὲν ἀβλαβὴς ὢν ἄνθρωπος τῆς Προνοίας φανερῶς ἀπεδείχθη. τούτου δὲ συμβάντος, ὁ μὲν δῆμος τῶν ὅπλων καὶ θορύβων παρεχώρει τόν τε κράτιστον ἀνυμνῶν βασιλέα ἐν εὐθυμίαις ἡδυπαθῶν καὶ σκιρτήμασι διετέλει, ἀθρόως ἐκ μεγίστων θορύβων καὶ φόβων εἰς αὐλοὺς καὶ χορείας μεταβαλών, πᾶσα δὲ ἀφθονία τῶν ἐπιτηδείων κατελήλυθε τὴν πόλιν, ἀδεῶς καὶ μετ' εὐφροσύνης πάντων τῶν ὅπου δή ποτε κρυπτομένων καὶ διαφυγόντων τοὺς κινδύνους εἰσρεόντων τῇ πόλει καὶ παντοίαν συμφορούντων εὐετηρίαν· ἤδη γὰρ ἅπας ἤλπισεν ἀβλαβῆ καὶ λυσιτελῆ τὸ λοιπὸν ἔσεσθαι τοῖς ὑπηκόοις τὴν τοῦ βίου 256 μέθοδον, τῶν γε ἀγαθῶν ἐν αὐτῇ πλημυρούντων, ἐξ ὧν ὁ βασιλεὺς μετὰ τὸν αὐτὸν ὕπαρχον ἐνάρχεται προθύμως ἀνιστᾶν τὸ τοῦ μεγάλου θεοῦ Τέμενος· καὶ ποταμὸς ἔρρει χρημάτων ταῖς βασιλέως εὐχαῖς καὶ τῇ δικαιοσύνῃ τοῦ ὑπάρχου χεόμενος. τέσσαρας οὖν χιλιάδας αὐτίκα χρυσίου λιτρῶν ὁ ὕπαρχος τοῖς ἔργοις ἐπέχεε τοῦ ἱεροῦ, μηδενὸς ἀδικουμένου μηδὲ τῆς τυχούσης εὐετηρίας εἰς ἀσεβῆ ποίησιν ἐπινοηθείσης· ἔχαιρε γὰρ ἠξιωμένος εἰς θεοῦ τιμὴν καὶ σπουδὴν εὐσεβείας παρατεινόμενος. καὶ θαυμάζειν οὐκ ἔνεστιν εἰ, θεοῦ παρόντος, πάντα παρεῖναι συμβαίνει τοῖς αὐτῷ μᾶλλον ἢ περινοίαις ἀνθρώπων τὴν ἀφθονίαν τῶν ἀγαθῶν ἀναφέρουσιν. ἡ δὲ τάξις, καθάπερ τις σβεννυμένης ἤδη φλογὸς ἔλαιον ἀφθόνως ἐπιχέει, ἀνέλαμψεν· καὶ θόρυβος ἦν τοῖς πραττομένοις χαρίεις καὶ κέρδη σώφρονα καὶ φίλα τῷ νόμῳ τοῖς ὑπηρετοῦσιν ἠκολούθει καὶ τὸ Τέμενος τῆς ∆ίκης ἀνεῴγει καὶ ῥήτορες τοῖς λόγοις ἐνέπρεπον καὶ βιβλίων προαγωγαὶ καὶ φιλονεικία ἐφ' ὅλον τὸ χρῶμα ἐπανῄει τοῦ πολιτεύματος. ὁ ̣end of f 97r