1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

17

προμῶται καθ' ὁμαλοῦ προσηγορεύθησαν, συνεστῶτες εἰς τάγματα τέσσαρα· βιάρχους, δουκηναρίους, κεντουρίωνας. κεντηναρίους .... ... ἐκ τούτων μὲν πάντων δέκα μὲν δήμαρχοι, δύο δὲ ὕπατοι καὶ δέκα καὶ ὀκτὼ πραίτωρες καὶ ἓξ ἀγορανόμοι ἐπὶ 78 τῆς πόλεως δίκαια ἀπένειμαν καὶ μόνοι.» ταῦτα ὁ Πομπώνιος, ὡς ἔοικεν, τὸ πλῆθος καὶ ποικίλον τῆς ἱστορίας διαφυγών. ὅ γε μὴν Οὐλπιανὸς ἐν τοῖς προγραφομένοις Προτριβουναλίοις λεπτοτέρως τοὺς περὶ τῶν πραιτώρων διεξῆλθε λόγους, τοὺς μὲν tutelarios, τοὺς δὲ fideicommissarios ὀνομάζων· ὧν ἅπαξ σχολαζόντων οὐ συνεῖδον μνησθῆναι. 49 Τοσούτων ἀρχόντων ἐκ προοιμίων τῆς Ῥωμαϊκῆς πολιτείας μέχρι τῆς ἐπιεικεστάτης βασιλείας Τίτου μνήμην ἐν ταῖς ἱστορίαις εὑρών, πέρας ἐπιθήσω τῷ λόγῳ. οὐδὲ γὰρ τῶν ∆ομιτιανοῦ δυοκαίδεκα πολιάρχων οὐδὲ μὴν τῶν Βασσιανοῦ τὸ ἐπίκλην Καρακάλλου νεωτερισμῶν μνήμην ποιήσασθαι συνεῖδον· τὰ γὰρ παρὰ τῶν κακῶς βεβασιλευκότων γενόμενα, κἂν ὦσι χρηστά, καταφρονείσθω.

ΠΕΡῚ ΤΟΥ͂ ὙΠΆΡΧΟΥ ΤΩ͂Ν ΝΥΚΤΩ͂Ν 50 Τρίβυρες, ἔθνος Γαλατικόν, ταῖς ὄχθαις τοῦ Ῥήνου παρανεμόμενοι, ὅπου καὶ

Τρίβυρις ἡ πόλις Συγάμβρους αὐτοὺς Ἰταλοί, οἱ δὲ Γαλάται Φράγγους καθ' ἡμᾶς ἐπιφημίζουσιν, ἐπὶ Βρέννου ποτὲ διὰ τῶν Ἄλπεων σποράδην ἀλώμενοι, ἐπὶ τὴν Ἰταλίαν ἐξηνέχθησαν διὰ τῶν ἀνοδεύτων καὶ ἀκανθωδῶν ἐρημιῶν, ὥς φησιν Οὐεργίλιος. εἶτα καὶ διὰ τῶν ὑπονόμων ἐπελθόντες τὴν Ῥώμην καὶ αὐτὸ δὲ τὸ Καπιτώλιον ἐκράτησαν ὅτε, τῶν ἐν τῷ ἱερῷ χηνῶν ταραχθέντων ὑπὸ τῶν βαρβάρων ἀκράτῳ νυκτὶ φανέντων, διεγερθεὶς Μάλλιος ὁ στρατηγὸς γείτων δὲ ἦν τοὺς μὲν βαρβάρους ἐξώθησεν, τοῖς δὲ χησὶν ἑορτὴν καὶ ἱπποδρομίαν ἄγειν Ῥωμαίοις, τοῖς δὲ κυσὶν ὄλεθρον κατὰ τὸν 80 ἐν λέοντι ἥλιον διώρισεν. τούτων οὕτως τότε γενομένων, νόμος ἐτέθη ὁ προάγων τοὺς φύλακας τῶν νυκτῶν. καὶ ὅσον μὲν πρὸς τὸ μῆκος τοῦ χρόνου, ἐχρῆν ἡμᾶς ἔμπροσθεν τούτων ἐπιμνησθῆναι, ἀλλ' ἐπειδὴ μὴ ταῖς ἀρχαῖς τῆς πολιτείας καὶ τουτὶ συναριθμεῖσθαι τὸ φρόντισμα νόμος, σύστημα δὲ καὶ σῶμα τυγχάνει λειτουργίας χάριν ἐπινοηθέν, εἰκὸς ἦν καὶ αὐτὸ ὥς γ' οὖν πέρας τι τῶν ἀρχῶν παραθέσθαι. οὐ γὰρ μόνον τὴν πόλιν ἐξ ἐπιδρομῆς καὶ λανθανούσης ἐφόδου πολεμίων ἀπήμαντον καὶ ἀστασίαστον ἐμφυλίου βλάβης φυλάττουσιν, ἀλλὰ καὶ τοῖς ἀπὸ τῶν ἐμπρησμῶν βλαπτομένοις ἀμύνουσιν. καὶ μάρτυς Παῦλος ὁ νομοθέτης αὐτοῖς ῥήμασι καθ' ἑρμηνείαν οὕτως· «τὸ τριανδρικὸν σύστημα παρὰ τοῖς παλαιοῖς διὰ τοὺς ἐμπρησμοὺς προεβάλοντο, οἳ καὶ νυκτερινοὶ ἐκ τοῦ πράγματος ἐλέγοντο. συνῆσαν δὲ αὐτοῖς καὶ οἱ ἀγορανόμοι καὶ δήμαρχοι· ὑπούργει κολλήγιον, ἀντὶ τοῦ σύστημα, ὃ περὶ τὰς πύλας τῆς πόλεως ᾤκει καὶ τὰ τείχη, ὥστε, τῆς χρείας καλούσης, εὐχερῶς εὑρισκομένους συντρέχειν.» οὕτως μὲν ὁ Παῦλος, ὅτι δὲ ἀληθὴς ὁ λόγος ἐστὶ καὶ νῦν. τοιούτου τινὸς ἀπείη! συμβαίνοντος ἀνὰ τὴν πόλιν, οἱ τυχὸν ἐπικαίρως ἐξ αὐτῶν εὑρισκόμενοι βοῶντες τῇ πατρίῳ Ῥωμαίων φωνῇ «omnes collegiati concurrite,» οἷον εἰπεῖν, «πάντες ἑταῖροι συνδράμετε.» 51 Τούτων οὕτως προαχθέντων, ἕκτον καὶ ἑπτακοσιοστὸν ἔτος τῇ πόλει ἐκεχωρήκει. Καῖσαρ δὲ μοναρχῶν πάσας μὲν ἀπέπαυσε τὰς ἀρχάς, τὴν δὲ τῶν ὅλων δύναμιν ἀρχῶν ἀνεζώσατο μόνος. καὶ τρισὶν ἐνιαυτοῖς διαρκέσας αὐτὸς μὲν ἐν τῇ βουλῇ κατεσφάγη, τὸ δὲ λοιπὸν Καῖσαρ ὁ νέος ἀδελφιδοῦς ἐκείνου, μεθ' ὃν τὸ κράτος εἰς τοὺς Καίσαρας περιέστη. 82 ΛΟΓΟΣ Β ΠΕΡῚ ΚΑΊΣΑΡΟΣ ΚΑῚ ΤΩ͂Ν ΚΑΊΣΑΡΟΣ ἘΠΙΣΉΜΩΝ 1 Οἱ τυραννίδα καθ' ὅντινα οὖν καιρὸν τολμήσαντες οὐ μόνον τοὺς ἐν οἷς ἐγένοντο καιροῖς ἐλυμήναντο ἀλλὰ καὶ τοῖς μεταγενεστέροις πρὸς βλάβης ἐγένοντο, ζηλωτὰς κακῶν τοῖς ὑπηκόοις ἀπολιμπάνοντες. Μαρίου τοίνυν τυραννήσαντος καὶ ὑπουργήσαντος, Σύλλας ἀναστὰς ἀντετυράννησεν· αὐτῶν δὲ ἀλλήλοις ἀντιφερομένων, ἡ Ῥωμαίων μεταίχμιον οὖσα τοῖς τυράννοις ἐσπαθίζετο πολιτεία.