1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

33

στελλόμενον, τούτοις γὰρ γράφων ἐχρῆτο τοῖς ῥήμασιν· Facite ... ὡς ἄν τις καθ' ἑρμηνείαν εἴποι· «πρὸς τοὺς πρωτεύοντας» ὡς ἔφην, τοῦ καταλόγου, ἐν ᾧ τελεῖ τυχὸν ὁ τὰς ψήφους ἐγχειριζόμενος. «ὥστε μὴ περὶ τὸν βαθμὸν ἑαυτοῦ ἐξ ἀπολείψεως βλάβην ὑποστῆναι, ἀφορίσατε τόνδε ἐκ τάξεως ἀπὸ τῆς παρούσης ἡμέρας ἄχρι τῆσδε, ὑπατείας τοῦδε, εἰ μέντοι ἐστὶ τῆς ὀρθοδόξου πίστεως τοῖς θείοις μεμυημένος μυστηρίοις καὶ μὴ 152 δημοσίοις τελέσμασιν ὑπεύθυνός ἐστιν, μηδὲ πρὸς γένος συνάπτεται τῷ τὴν αἴτησιν ἀποθεμένῳ, μηδὲ μὴν ἐπὶ τοῦ παρελθόντος ἐνιαυτοῦ ἐνεχειρίσθη ἐπὶ τῆς αὐτῆς ἐπαρχίας δημοσίας ἕνεκεν ἢ ἰδιωτικῆς χρείας· οὕτω μέντοι, ὥστε μὴ παραβῆναι τὴν δύναμιν τῶν νενομοθετημένων.» τούτοις μὲν τοῖς ῥήμασιν ὁ βοηθὸς τοῦ πριμισκρινίου τοὺς πραττομένους κατησφαλίζετο πάντας· μεθ' ὃν ὁ πρίγκεψ, οἷον ὁ πρωτεύων περὶ οὗ τέως εἰπεῖν οὐ καιρός· οὐδὲ γὰρ μέρος τῆς τάξεώς ἐστι καὶ αὐτός, ἀπὸ δὲ τῶν μαγιστριανῶν κατὰ βαθμὸν παραγίνεται ἐπὶ τὰ μέγιστά ποτε δικαστήρια· καὶ μικρὸν ὕστερον τὴν ἐπ' αὐτῷ ἱστορίαν ἐκθήσομαι· μεθ' οὓς ὁ κορνικουλάριος, οἷα τὴν ὅλην τοῦ νόμου δύναμιν διατηρῶν καὶ τῶν πραττομένων ἁπάντων κύριος, δι' οἰκείας ὑποσημειώσεως τὴν ὀφρὺν ἐδίδου τοῖς ἀποπεφασμένοις. 13 Τοσαῦτα δὲ ἦν τὰ τότε πραττόμενα, ὡς δεκάτῳ τόμῳ μόγις ἀναλαμβάνεσθαι πρὸς σύνοψιν. καὶ τί χαλεπὸν ἐμβραδῦναι τῷ λόγῳ πρὸς ἀπόδειξιν τοῦ προκειμένου; τοσοῦτον ἦν τὸ πλῆθος τῶν πραττομένων, ὡς ὅλον τὸ ἔτος μὴ ἀρκεῖν τοὺς βοηθοῦντας πρὸς πλήρωσιν αὐτῶν, ὥστε μετὰ τὸ πέρας τῆς λεγομένης βοηθούρας ἔχειν χῶρον ἀπονενεμημένον αὐτοῖς ἐπὶ τῆς μέσης εἰσόδου τῆς πραιτωρίας αὐλῆς πρὸς τοῦ σκρινίου τῆς Εὐρώπης, ἐν ᾗ συντρέχοντες ἐπλήρουν τὰ ἐπὶ τῆς αὐτῶν λειτουργίας πραχθέντα. καὶ αὐτοὶ μὲν οἱ ἄρτι τοῦ βοηθεῖν τοῖς τρέχουσι σκρινίοις πεπαυμένοι τούτοις ἐνησχολοῦντο, παραψυχὴν οὐ μικρὰν κερδῶν ἐκλεγόμενοι, οἱ δὲ πρὸ αὐτῶν καὶ ἤδη πρότερον σχολάζοντες ἐκεῖ συνέρρεον, τὰς μεγίστας καὶ λαμπρὰς τῶν τῆς ἀρχῆς προστάξεων ἐγχειριζόμενοι καὶ ὅσαις ἕτερός τις πέρας οὐκ ἴσχυσεν ἐπιθεῖναι, μηδὲ τὸν τῆς ἀργίας καιρὸν ἔρημον λογικῶν ζητημάτων ἀπολαμβάνοντες, τῶν ἐνδόξων ἐν διδασκάλοις λόγων συντρεχόντων ὡς αὐτοὺς καὶ περὶ τῶν ἀγνοουμένων 154 συζητούντων. ἀπέσβη δὲ οὕτως ἅπαντα ὡς, τοῦ τόπου τὸ λοιπὸν σχολάζοντος, τοὺς λεγομένους ἐκσκεπταρίους, οἷον εἰ ὑποδέκτας τοῦ σίτου, κατασχεῖν τὸ σκρινίον τῶν πάλαι θαυμαζομένων ἀφανισθέντων. 14 Πολλῶν δὲ ὄντων καὶ ὑπὲρ ἀριθμὸν τῶν ἐξολωλότων τῆς πάλαι σεμνότητος γνωρισμάτων, καὶ χάρτην ἀπαιτεῖν οἱ τῆς τάξεως ὑπομένουσι τοὺς πράττοντας, τὸ πρὶν εἰωθός, μὴ μόνον μὴ τοιούτοις γλίσχροις ἐγχειρεῖν ἀλλ' ἔτι καὶ τοὺς πάντων διειδεστάτους χάρτας ἐπὶ τοῖς πραττομένοις ἀναλίσκεσθαι, ἀναλόγως ἐμπρεπόντων τοῖς σκύτεσι τῶν γραφέων· τὸ δὲ λοιπὸν ἑκάτερον ἐκποδών, καὶ χαλκὸν κάρτα μέτριον καὶ αἰσχρὸν εἰσπράττουσιν ἐξ ἀκερμίας καὶ χόρτον ἀντὶ χάρτου γράμμασι φαύλοις καὶ πενίᾳ ὄζουσιν ἐκδιδόασιν. ταῦτα πάντα παραπόλωλε καὶ ἀνυπόστροφον ἀπῆλθεν ὁδὸν τῷ τε μὴ εἶναι πράγματα τοῖς ὑπηκόοις πενίᾳ καταφθειρομένοις τῷ τε τὰ τυχὸν ἐπὶ τὸ δικαστήριον φερόμενα κινδυνεύειν, νῦν μὲν ἀπειρίᾳ τῶν ἐν αὐτῷ τελούντων, νῦν δὲ σφετερισμοῖς νεωτέρων, ὡς ἔτυχεν τὰς ἡνίας τῶν πρώτων τιμῶν παιδαριώδεσιν αὐθαδείαις ἀναρριπτόντων. 15 Τοσαῦτα μὲν περὶ τῶν ἐν γράμμασιν ἐθῶν, πλῆθος δὲ δουκηναρίων ὑπούργει τῷ τῶν πριμισκρινίων βήματι, ταῖς ἐξ ἀγράφων προστάξεων διαγνώσεσιν, ἃς ἐκάλουν ζευκτάς, ἐξυπηρετουμένων-πρᾶγμα μετὰ τὴν ἐκ τῶν πραττομένων χαρτῶν ἄπειρον τῶν κερδῶν εἰσαγωγὴν πλείστην ῥοπὴν χρημάτων περιποιοῦν τῷ τοῦ πριμισκρινίου φροντίσματι. ἀπὸ μὲν γὰρ ἀώρου νυκτὸς πράττων ὁ ὕπαρχος ἀνατολῶν ἄχρι τῆς ἡμέρας ταῖς διαγνώσεσι νυκτηγρετῶν ἐνησχολεῖτο, μεθ' ἣν τὸν ἐπὶ καμάτῳ 156 νενομισμένον καιρὸν τῆς ἡμέρας τοῖς δημοσίοις καὶ ταῖς ὑποβολαῖς τῶν πραγματικῶν διδασκαλικῶν τε καὶ μονομερῶν ἐδαπάνα χρόνον, τὸν