1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

25

αὐτοῖς τῶν ὅπλων στρατεύμασιν ἐπιφέρεται ὁ τῶν λεγομένων βιάρχων πρῶτος ῥάβδον κλήματι ἐξ ἀργύρου πεποιημένῳ περιπεπλεγμένην πρὸς τιμῆς τοῦ ποτε τιμηθέντος ∆ιονύσου, ὡς ἐν τοῖς Περὶ Μηνῶν ἀποχρώντως ἡμῖν ἀνενήνεκται. πέλεκυν δὲ μόνῳ τῷ ὑπάτῳ καὶ ταῖς ὑπατικαῖς ἀρχαῖς τῶν ἐπαρχιῶν καταλέλοιπεν ὁ χρόνος ἐναλλαγείς, ἴσως ἐρυθριάσας καὶ τούτου τοῦ γνωρίσματος τὴν ὕπατον ἀφελέσθαι τιμήν. βήξιλλα γὰρ αὐτὸς μόνος ὁ Καῖσαρ ἔχειν τὸ λοιπὸν γνωρίζεται· τίνα δὲ ταῦτα, ἐν τῷ Περὶ Μηνῶν ἐπεδείξαμεν. κενόδοξος γὰρ ὢν ὁ ∆ομιτιανὸς τοῖς νεωτερισμοῖς ἔχαιρεν· ἴδιον δὲ τυράννων ἀνατρέπειν τὰ πάλαι καθεστηκότα. ὅθεν οὐ μόνον τὴν ἐπαρχότητα 114 τῶν πραιτωρίων τῆς οὔσης αὐτῇ τὸ πρὶν τιμῆς ἐζημίωσεν, ἀλλὰ μὴν καὶ τὴν πολίαρχον ἐξουσίαν, τό γε εἰς αὐτὸν ἧκον, διεσπάθισεν, δύο πρὸς τοῖς δέκα ὑπάρχους πόλεως ἀνθ' ἑνός, ὡς δὴ καθ' ἕκαστον τμῆμα τῆς Ῥώμης, προχειρισάμενος. 20 Οὐκ ἦν δὲ καταγώγιον ὡρισμένον ἀνέκαθεν οὐδεμιᾷ τούτων τῶν ἀρχῶν, οὐκ ἐπὶ τῆς πρώτης, οὐκ ἐπὶ τῆς καθ' ἡμᾶς βασιλίδος, ὡς ἐπὶ τοῦ παρόντος, ἀλλ' ἐπὶ τῶν οἰκείων ἑδρῶν ὁ τὴν ἀρχὴν διέπων ἔπραττεν· καὶ τοῦτο ἄχρι τοῦ καθ' ἡμᾶς Λέοντος διέμεινεν, ἐφ' οὗ Κωνσταντῖνος τὴν ὕπαρχον ἔχων τιμήν, ἀνὴρ εὐπατρίδης, ἐκ Μαζάκης μὲν καὶ αὐτὸς ὁρμηθείς, ἀνάλογον δὲ τὴν ἀρετὴν τῇ κακίᾳ τοῦ πονηροῦ Καππαδόκου κεκτημένος, διὰ λόγων τε ἄριστα καὶ διαφερόντως τῶν παρ' Ἰταλοῖς τότε μάλιστα τιμωμένων ἠγμένος, ἀγορὰν ἐδείματο διαπρεπεστάτην, Λέοντος αὐτὴν προσαγορεύσας, ἐν ᾗ καὶ τὴν προαγωγὴν ἐκείνου ψηφῖδι κατεγράψατο. ταύτην, ὡς εἶπον, αὐτὸς οἰκείοις ἀναλώμασι κατασκευάσας, οἷα γειτνιῶν τῷ χωρίῳ καὶ Ῥούφῳ τῷ καθ' ἡμᾶς πάππος γενόμενος, παρεχώρησεν τῇ ἀρχῇ δίαιταν εὐτελῆ καὶ σώφρονα πρὸς θεραπείαν τοῦ κατὰ καιρὸν τὴν ἀρχὴν ἐκδεχομένου, κατασκευάσας πρᾶγμα πάσης ἀποδοχῆς ἄξιον. ἡ πρώτη καὶ ἀνέχουσα τῶν ἀρχῶν, ἡ μόνῳ τῷ σκήπτρῳ παραχωροῦσα, ἐπὶ μικρᾶς τότε ἔπραττε διαίτης· οὕτως ἦν παρὰ τοῖς παλαιοτέροις τὰ τῆς τρυφῆς ἠμελημένα, οἳ μόνης ἀπέλαυον τῆς τῶν ὑποτελῶν εὐθυμίας. 21 Σέργιος δὲ ὕστερον, ἐκ τῶν δικανικῶν ῥητόρων ἀνὴρ σοφιστὴς καὶ διὰ τοὺς λόγους αἰδέσιμος Ἀναστασίῳ τῷ χρηστῷ, τὴν εἰρημένην δίαιταν ὑπερῴῳ φορτώσας καταγωγίῳ, τὸ μὲν σῶφρον ὑπερεῖδεν, μείζονα δὲ τρυφήν, τῆς ἀρχῆς ἤδη μαραινομένης, εἰσήγαγεν, οὐ προθεωρήσας οὐδὲ γὰρ ἀνθρωπίνης φύσεως τὸ ἐσόμενον στοχάζεσθαι φωλεὸν τῷ Καππαδόκῃ κατασκευάζειν· τῷ γε μὴν βαλανείῳ τῆς διαίτης ἠρκέσθη, ἐπὶ γ' οὖν αὐτοῦ τιμήσας τὸ μέτριον. ὁ δὲ Καππαδόκης τίς δὲ 116 οὗτος, μικρὸν ὕστερον ἐρῶ, ἐνσκήψας τῇ ἀρχῇ, τὴν μὲν παλαιὰν καὶ οὕτω σεμνὴν τῆς ἀρχῆς δίαιταν ταῖς φάλαγξι τῶν θεραπόντων αὐτοῦ παρεχώρησεν. αὐτὸς δὲ ἐπὶ τῆς ὑπερῴας κατακοιταζόμενος, οὔρου καὶ ἀφόδου περισκοποῦντος τὸν κοιτῶνα, γυμνὸς ἐπὶ τῆς κλίνης ἐξεκέχυτο, πάντας τοὺς ἀπὸ τῆς τάξεως, ὡς εἰ πονηροὺς οἰκέτας, πρὸ τοῦ κοιτῶνος παραφυλάττειν ἐγκελευόμενος, αὐτὸς δὲ τοὺς ἀρέσκοντας ἐπιλεγόμενος καὶ τοῖς θηριωδεστάτοις τῶν οἰκετῶν, βαρβάροις καὶ λύκοις ταῖς ψυχαῖς ἅμα καὶ ταῖς προσηγορίαις, πρὸς τιμωρίαν ἐκτιθέμενος. τρυφῶν οὖν ἐκτόπως, τὸ πάλαι βαλανεῖον εἰς ἔπαυλιν ὑποζυγίων μεταθέμενος, ταῖς ἀγέλαις τῶν ἵππων εἰς μέρος βραχὺ παρεχώρησεν· ἕτερον δὲ ἐπὶ τοῦ ἀέρος κρεμάσας βαλανεῖον καὶ τὴν φύσιν τῶν ὑδάτων εἰς ὕψος ἄτακτον ἀναρρεῖν συνωθήσας, ἐλούετο ἐν αὐτῷ οὕτως ὡς προτετραγῴδηται. εἶτα ἐκεῖθεν, ἔνθα τά τε ἀέρος τά τε γῆς τά τε νηκτὰ πάντα μετὰ τῶν ἁπανταχόθεν οἴνων κατέπινε καὶ μυρίαις συνδιεφθείρετο μίξεσιν ἀδιακρίτοις, αὐτὸς ἐπὶ τῆς χλαμύδος θεριστρίῳ, ὡς εἰ κρηδέμνῳ, τὴν κεφαλὴν περιδεσμῶν καὶ τὰς τρίχας ἐνειλῶν τῇ καλύπτρῃ, ὡς Πομπηΐου παράσιτος κατὰ τὸν Πλούταρχον ἤ, τἀληθὲς εἰπεῖν, ὡς οἱ τῆς σκηνῆς ἄρχοντες, διεβαστάζετο ἐπὶ τὰς αὐλάς, ἃς αὐτὸς κατεσκεύασεν ἑαυτῷ· ὧν εἴ τις θέλοι τὴν ἀσωτίαν καὶ τὴν τῶν κτισμάτων διεξιέναι τῷ λόγῳ λαμπρότητα, Σεσώστριος ὁμοῦ καὶ Ἀμάσιος καὶ τῶν ἄλλων μαυσώλειά τε