1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

48

ζωῆς ᾤετο συμβαίνειν αὐτῷ εἰ μὴ πάντες κατ' αὐτὸν ἀγρυπνοῖεν καὶ ὑπερμάχοιντο τῆς πολιτείας ὡς μὴ τὰ Ῥωμαίοις διενεγκόντα ποτέ, εἶτα ῥᾳστώνῃ τῶν ἔμπροσθεν ἐξολωλότα μόνα, ἀλλ' ἔτι καὶ τὰ πολεμίων πρὸς ἐκείνοις λαμβάνοιεν. καὶ Πέρσας μὲν οὖν καὶ Χοσρόην τὸν ἄτακτον χρυσίῳ μὲν πρῶτον, εἶτα παλιμμαχοῦντα καὶ σιδήρῳ κατέχωσεν· Βανδίλοις δέ, ἔθνει Γερμανικῷ, τὴν Λιβύην κατεσθίουσιν, πόλεμον ἐξαπίνης ἐπιχέων, ἐν μόναις δύο σελήναις εἷλέ τε αὐτοὺς καὶ πολέμῳ λαβὼν παρεστήσατο τῇ βασιλείᾳ, Γελίμερα αὐτὸν σὺν τοῖς ἐνδόξοις τοῦ ἔθνους οὓς ἐκάλουν Ἀστίγγους οἱ βάρβαροι γαμετῇ τε καὶ παισὶ καὶ πλούτῳ βαθεῖ, καθάπερ οἰκέτας ἀχρειοτάτους, πρὸς δουλείαν Ῥωμαίοις ἐκδούς. μικροῦ δὲ τούτου φανέντος αὐτῷ, Γέταις τήν τε ἱερὰν Ῥώμην καὶ πάντα ὅσα ὑπ' ἐκείνην ἐτέλει διασπῶσιν, Ῥωμαίων τε τοὺς ἀνέκαθεν εὐπατρίδας ὑβρίζουσιν ἐπελθὼν ἥρπασεν αὐτοὺς πανεστίους σύν τε Οὐϊττίγει τῷ τυράννῳ παρεστήσατο, τῇ δὲ Ῥώμῃ τὰ Ῥώμης ἀπέσωσεν. 56 Ὡς δὲ καὶ Συγάμβροις ἐπαγρυπνεῖν ἠπείλει Φράγγους αὐτοὺς ἐξ ἡγεμόνος καλοῦσιν ἐπὶ τοῦ παρόντος οἱ περὶ Ῥῆνον καὶ Ῥοδανόν, αὖθις Χοσρόης, ὡς μηδενὸς ἄρτι πραχθέντος, ἐπὶ τὰς Συρίας ἀπροόπτως ἐξεχύθη, τῶν Ῥωμαϊκῶν δυνάμεων Λιβύης τε πρὸς Μαυρουσίων σειομένης καὶ τῆς ἑσπέρας πρὸς Γετῶν ὅλης ταραττομένης ὑπερμαχουσῶν, Κόλχους τε καὶ τὸν Καύκασον Σκυθῶν καὶ τὴν Θρᾴκην μυρίων ὅσων θηρίων ἐνοχλούντων. καὶ ὁ μὲν βασιλεὺς ἤρκει πρὸς πάντας τοὺς πολέμους, ὡς εἰ πρὸς ἕνα μαχόμενος, ἡ δὲ ἐπαρχότης θεηλάτοις συνείχετο θυέλλαις, τῶν μὲν ὑπηκόων ταῖς ἀκινήτοις κτήσεσι δι' ἔνδειαν 220 ἀπολεγόντων, τῶν δὲ πρακτόρων μηκέτι τοὺς φόρους εἰσάγειν, οὐκ ὄντων ὑποτελῶν, τοῖς κρατοῦσιν ἰσχυόντων. ὑπουργεῖν δὲ ὅμως ταῖς δαπάναις τοσαύταις οὔσαις καὶ οὕτως ἀνενδότοις ὁ κατὰ καιρὸν ὕπαρχος συνωθεῖτο. εἰκότως οὖν ἄλλος ἐξ ἄλλου συνεχεῖς ὁμοῦ καὶ βαρεῖς ἐξ ἀνάγκης διαδεχόμενοι τὴν ἀρχὴν διέσπασαν. ἡ δὲ τάξις «οὐδ' ἐν λόγῳ οὐδ' ἐν ἀριθμῷ,» ἀπωλώλει δὲ παντελῶς· τῶν γὰρ περιεχόντων ἀπολλυμένων, εἰκὸς ἦν ἀπολέσθαι τὰ περιεχόμενα. 57 Καί πού μέ τ' αὖ τὸ δαιμόνιον συνωθεῖ πρὸς ἀνάμνησιν ἐξάγον μυρίων κακῶν. Ἰωάννης τις ἐκ Μαζάκων ὁρμώμενος Καισάρειαν τὴν πόλιν Τιβέριος Καῖσαρ μετωνόμασεν, Ἀρχέλαον τῶν Καππαδοκῶν βασιλέα δόλῳ μεταστειλάμενος ἐν τῇ Ῥώμῃ καὶ κατασχὼν ἐν αὐτῇ· τὴν δὲ Καππαδοκίαν, οὐκ οὖσαν ἄνωθεν, πρῶτος ἐπαρχίαν Ῥωμαίοις ὑπόφορον ἀπέφηνεν-οὗτος ὥρμητο μέν, ὡς ἔφην, ἐξ ἐκείνης, τοῖς δὲ τῆς στρατηγίδος ἀρχῆς σκρινιαρίοις συναριθμούμενος, δολερῶς, οἷα Καππαδόκης, παρεισδὺς οἰκειοῦται τῷ βασιλεῖ καὶ κρείττονα πίστεως ἐπαγγειλάμενος πρᾶξαι ὑπὲρ τῆς πολιτείας εἰς λογοθέτας προῆλθεν. εἶτ' ἐκεῖθεν, ὥσπερ κατ' ἐπιβάθραν, ἐπὶ τοὺς λεγομένους ἰλλουστρίους ἀνελθὼν καὶ μήπω γνωσθεὶς ὁποῖός τίς ἐστι τὴν φύσιν ἀθρόως εἰς τὴν ὕπαρχον ἀνηρπάσθη τιμήν. οὐδὲ γὰρ ὕστερον ὑπέμενεν ὁ βασιλεύς, καλὸς καὶ ἐπιεικὴς τυγχάνων, πονηροῖς ἄρχουσι καταπιστεῦσαι τὴν ἀρχήν, ἤδη μαθὼν καὶ τοῖς ἔργοις εὑρὼν ὡς «Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες φαυλότεροι· κέρδους δ' εἵνεκα φαυλότατοι· ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης, δή ῥα τότ' εἰς ὥρας φαυλεπιφαυλότεροι.» οὕτως οὖν ὡς ἔφθην εἰπών, ὁ πονηρὸς Καππαδόκης, δυνάμεως ἐπιλαβόμενος δημοσίας, ἀπηργάσατο συμφοράς, πρῶτον μὲν δεσμὰ καὶ πέδας καὶ ποδοκάκας καὶ σίδηρα προθείς, ἔνδον τῆς 222 πραιτωρίας αὐλῆς ἰδιωτικὴν ἐν σκότῳ φυλακὴν ἀφορίσας ταῖς ποιναῖς τῶν ὑπ' αὐτῷ τελούντων, Φάλαρις ὥσπερ ἄνανδρος καὶ μόνοις τοῖς δούλοις ἰσχυρότατος, ἐκεῖ τε ἐνείργων τοὺς πιεζομένους, οὐδένα τύχης οἵας οὖν ἐξαιρούμενος τῶν αἰκισμῶν, ἀναρτῶν τε ἁπλῶς ἀζητήτως τοὺς μόνον ἔχειν χρυσίον διαβαλλομένους καὶ ἢ γυμνοὺς ἢ νεκροὺς ἀπολύων. καὶ τούτων μάρτυς μὲν ὁ δῆμος, ἐγὼ δὲ οἶδα θεωρὸς γενόμενος καὶ παρὼν τοῖς πραττομένοις· καὶ ὅπως, ἐρῷ. Ἀντίοχός τις, ἤδη γέρων τὴν ἡλικίαν, ἐμηνύθη αὐτῷ χρυσίου δεσπότης εἶναί τινος. συσχὼν οὖν αὐτὸν καλῳδίοις