1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

13

τῆς φορᾶς, μόνῃ δὲ συνηθείᾳ ἀκολουθῶν. πασῶν δὲ τῶν ἀρχῶν τῆς πολιτείας ὁ ἵππαρχος ἐκράτει καὶ οὐκ ἦν ἐφετόν τινι, αὐτοῦ δικάζοντος, ἐπὶ ἔφεσιν χωρεῖν. πλέον δὲ ἒξ μηνῶν οὐδεὶς τῶν δικτατώρων τοῦ κράτους τῆς μοναρχίας ἀντελάβετο ἀλλὰ καὶ πολλῷ ἔλαττον, καὶ ἐπὶ μίαν μόνην ἡμέραν. καὶ χαλεπὸν οὐδὲν αὐτῶν τῶν δικτατώρων ἐπιμνησθῆναι, καὶ ὅσοι γεγόνασιν, καὶ ἐπὶ πόσον χρόνον. 38 Πρῶτος δικτάτωρ Τίτος Μάρκιος, ὁ τοὺς πρὸ τοῦ ὑπάτους Τίτον καὶ Βαλέριον αὖθις προαγαγών. στάσεως δὲ γενομένης καὶ τῶν ὑπάτων ἀναχωρησάντων, ὁ δικτάτωρ ἑτέρους ἀντ' ἐκείνων προεβάλετο καλένδαις Σεπτεμβρίαις. {ἙΒ∆ΌΜΗ ΠΡΟΑΓΩΓῊ ∆ΎΟ ∆ΉΜΑΡΧΟΙ} τῷ ἑπτακαιδεκάτῳ ἔτει τῶν ὑπάτων, στάσεως γενομένης οὐ μικρᾶς τῇ τε γερουσίᾳ τῷ τε δήμῳ, δύο τὸ πλῆθος προεχειρίσατο δημάρχους, ὥστε αὐτοὺς διαιτᾶν τοῖς δημόταις καὶ τὴν ἀγορὰν ἐπισκέπτεσθαι, οἳ πρὸς ἀλαζονείαν ἀρθέντες οὐκ ἠρυθρίων καὶ αὐτῶν τῶν πατρικίων καταψηφίζε 58 σθαι, τῷ δὲ εἰκοστῷ τρίτῳ τῶν ὑπάτων ἔτει εἰς τρεῖς μοίρας τὰ τῆς ἀρχῆς διῃρέθη· εἰς τοὺς ὑπάτους, εἰς τὸν τῆς πόλεως ὕπαρχον καὶ τὸν δῆμον. καὶ οἱ μὲν ὕπατοι διῴκουν τοὺς πολέμους, ὁ δὲ δῆμος ἐστρατεύετο, ὅ γε μὴν ὕπαρχος τὴν πόλιν ἐφύλαττεν, custos urbis προσαγορευόμενος, ὡς ἂν εἰ φύλαξ τῆς πόλεως. τῷ δὲ ὀγδόῳ καὶ εἰκοστῷ τῶν ὑπάτων ἔτει, διαφερομένων τοῦ δήμου καὶ τῆς βουλῆς, Αὖλος Σεμπρώνιος προσηγορεύθη δικτάτωρ, ὃς ἐκ μὲν τῆς βουλῆς Γάϊον Ἰούλιον, ἐκ δὲ τοῦ δήμου Κόϊντον Φάβιον χειροτονήσας ὑπάτους ἀπέθετο τὴν δικτατοῦραν. αὖθις ἐπὶ τοῦ τεσσαρακοστοῦ καὶ ὀγδόου τῶν ὑπάτων ἔτους προεβλήθη δικτάτωρ Γάϊος Μάμερκος. τοῦ δὲ δήμου παλινστατοῦντος, προεβλήθησαν χιλίαρχοι τρεῖς· ὧν σαλευόντων τὰ πράγματα, ἀνηγορεύθη δικτάτωρ Τίτος Κύντιος, ὃς ἐν μόναις τρισὶ καὶ δέκα ἡμέραις, κατευνασθείσης τῆς στάσεως, ἀπέθετο τὴν ἀρχήν. τῷ δὲ ἑβδομηκοστῷ τετάρτῳ τῶν ὑπάτων ἐνιαυτῷ, τῶν Τυρρηνῶν ταραττόντων τὰ πράγματα, διὰ τὸ μέγεθος τοῦ πολέμου ἀνηγορεύθη δικτάτωρ Μάρκος Αἰμίλιος· μεθ' ὃν Πούπλιος, ὃς ἐν ἓξ καὶ δέκα μόναις ἡμέραις τὸν πρὸς τοὺς Τυρρηνοὺς διοικήσας πόλεμον ἀπέθετο. αὖθις δέ, τοῦ δήμου προστησαμένου χιλιάρχους καὶ τῆς βουλῆς ἀνθισταμένης, ἀνηγορεύθη δικτάτωρ Κόϊντος, ὃς ἐν ὀκτὼ ἡμέραις διαλλάξας τὴν πόλιν ἀπεπαύσατο· μεθ' ὃν Πούπλιος Κορνήλιος Κόσσος· μεθ' ὃν Τίτος Κύντιος. ἐπὶ δὲ τοῦ ἑκατοστοῦ τριακοστοῦ ἔκτου τῶν ὑπάτων ἐνιαυτοῦ, τρίτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος ἐνισταμένης, ἄναρχος ἡ πόλις διετέλει ἐπὶ πενταετῆ χρόνον. αὖθις δὲ προαχθέντων ὑπάτων, προεβλήθησαν ἐκ τῶν πατρικίων ἀγορανόμοι τέσσαρες καὶ ταμίαι δύο καὶ πραίτωρ, οἷον εἰ στρατηγός, καὶ ληγᾶτοι, οἷον εἰ ὑποστράτηγοι, καὶ δυοκαίδεκα χιλίαρχοι διὰ τὸ προσδοκᾶσθαι Ἀλέξανδρον τὸν Μακεδόνα κατὰ Ῥωμαίων στρατεύειν. ταραχθέντες δὲ οἱ Ῥωμαῖοι Παπίριον μὲν Κούρσωρα στρατηγὸν ἀπαντῆσαι Ἀλεξάνδρῳ 60 ἐψηφίσαντο, καὶ προεβάλοντο οἰωνοσκόπους καὶ ἱεροφάντας· σαφὴς δὲ προσδοκία ἥττης τοῖς ἐν καιρῷ πολέμου πρὸς λιτὰς καταφεύγουσιν, ἐπὶ δὲ τοῦ τρίτου καὶ ἑξηκοστοῦ καὶ διακοσιοστοῦ ἐνιαυτοῦ πραίτωρ ἕτερος προεχειρίσθη, ὁ λεγόμενος οὐρβανός, ἀντὶ τοῦ πολιτικός, καὶ ὁ λεγόμενος περεγρῖνος, οἷον εἰ ξενοδίκης. τοῦ δὲ δήμου εἰς μέρη μὲν τέσσαρα, εἰς πέντε δὲ καὶ τριάκοντα φυλὰς διῃρημένου, τοῖς μνημονευθεῖσι τρεῖς ἕτεροι προσετέθησαν πραίτωρες. τῷ δὲ ἐνενηκοστῷ καὶ διακοσιοστῷ τῶν ὑπάτων ἐνιαυτῷ, Ἀννίβου ἐνσκήψαντος τῇ Ἰταλίᾳ, διὰ τὸν ὄγκον τοῦ πολέμου οὐ μόνον δικτάτωρ ἀλλὰ καὶ ἀντιδικτάτωρ, ἱππάρχης τε καὶ ἀνθιππάρχης προεχειρίσθησαν, ὥστε θάτερον τῇ θατέρου γνώμῃ ἑπόμενον μὴ ἐκ μονήρους αὐθεντίας βλάβην ἐπενεγκεῖν τῇ πολιτείᾳ. τούτων καὶ μόνων τῶν δικτατώρων, ἤ τοι μεσοβασιλέων, μνήμην ἀναφέρει ἡ Ῥωμαϊκὴ ἱστορία. μετὰ δὲ τούτους Γάϊος Ἰούλιος Καῖσαρ, κατὰ τῆς συγκλήτου καὶ Πομπηΐου τὸν ὀλέθριον τοῖς πράγμασιν ἀναζωσάμενος πόλεμον, αὐτὸς ἑαυτὸν μόναρχον ἀπέδειξεν, Λεπίδῳ ἱππάρχῃ χρησάμενος. ΚΗΝΣΟΥ͂ΡΑ 39 Ὁ