1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

11

τῆς ἀρχῆς. ὡς δὲ βραδύνων Ἀθήνησι διὰ τοὺς νόμους σὺν τοῖς μετ' αὐτοῦ πρὸς τοῦτο σταλεῖσιν ὑπὸ Ῥωμαίων ᾔτει τὸν θεὸν ὁδὸν ὑποδεῖξαι καὶ συλλαβεῖν αὐτῷ πρὸς τοῦτο, ἔχρησεν αὐτῷ τὸ δαιμόνιον ὅτι εἰ τῆς 48 πατρίδος ἐπιβὰς πρὸ πάσης τάξεως τὴν μητέρα περιπτύξηται καὶ λιπαρῶς περιβάλοι, περιέσται τοῦ σκοποῦ. καὶ δὴ ἐπανελθὼν ἐν τῇ Ῥώμῃ καὶ τὴν γῆν περιβαλὼν αὕτη δὲ μήτηρ τῶν πάντων, ἠλευθέρωσε Ῥωμαίους τυραννίδος, ἀρχὴν ἐξευρὼν παρ' οὐδενὶ τῶν ἐθνῶν γνωριζομένην, καὶ εἰ παρ' Ἑβραίοις ∆ανιὴλ ὁ προφητῶν θειότατος ὑπάτων παρὰ Ἀσσυρίοις γενομένων ποτὲ μνημονεύει. οὐδὲ γὰρ οὕτως αὐτὸς ἐπὶ τῆς Ἑβραΐδος ἀπέθετο φωνῆς, ὡς Ἀριστέας λέγει, ἀλλ' οἱ ἑρμηνεύσαντες παρὰ Πτολεμαίῳ τὰ λόγιά ποτε ἀντὶ δυναστῶν καὶ βουλευτῶν ὑπάτους εἶπον, μήπω τότε παρὰ Ῥωμαίοις ἀνισχούσης τῆς ἀρχῆς καὶ παρὰ πᾶσιν ἐπὶ τῷ καινῷ μεγέθει τῆς ἀρχῆς θαυμαζομένης. τούτων οὕτως ἐχόντων, περὶ τῶν τῆς ὑπατείας συμβόλων ῥητέον. 32 Λευκοὶ φαινόλαι ποδήρεις καὶ κολοβοὶ μετρίως παρὰ τοὺς φαινόλας ἀνεσταλμένοι πλατύσημοι πορφύρα διάσημος ἐξ ἑκατέρων τῶν ὤμων, τοῖς μὲν φαινόλαις πρόσθεν, τοῖς δὲ κολοβοῖς καὶ ἐξόπισθεν καὶ ὑποδήματα λευκὰ ἀλοῦταν δὲ τὸ ἀπὸ στυπτηρίας δέρμα καλοῦσιν οἱ Ῥωμαῖοι, ὅτι ἀλοῦμεν κατ' αὐτοὺς ἡ στυπτηρία λέγεται καὶ ἐκμαγεῖον ἐπὶ τῆς δεξιᾶς ἀπὸ λίνου λευκὸν τὰ ἐπίσημα τῶν ὑπάτων ἦν μάππαν καὶ φακιόλην ἐπιχωρίως ὠνόμασαν, ὅτι φακίης κατ' αὐτοὺς ἡ ὄψις λέγεται, καὶ πελέκεις ἡγούμενοι εἰς ὕψος ἀρθέντες καὶ πλῆθος ἀνδρῶν ῥάβδους ἐπιφερομένων, ἐξ ὧν ἱμάντες φοινικῷ χρώματι βεβαμμένοι ἐξήρτηντο μὴ Σερρανοῦ τοῦ δικτάτωρος, ὃς ἐν ὕλαις ξυλοτομῶν καὶ πέλεκυν εἰκότως ἐπιφερόμενος ῥάβδον τε ἐξηρτημένην ἡνίας 50 πρὸς ἔλασιν τῶν βοῶν τῆς ἁμάξης ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν μετεστάλη, ὡς Πέρσιος ὁ Ῥωμαῖος σατυρικὸς ἔφη, ἢ καὶ ὅτι πέλεκυς ἐξουσίας ἐστὶ δεικτικός· πρὸς τούτοις καθέδρα σέλλαν αὐτὴν ἐκεῖνοι καλοῦσιν ἐξ ἐλέφαντος, ἐφ' ᾗ καθήμενον τὸν ὕπατον οἱ πολῖται σχίδακας ὑπομήκεις ὑποβάλλοντες ἔφερον προϊόντα. 33 Ὅπως δὲ μὴ τῇ τοῦ ἑνὸς ἐξουσίᾳ ἀδυσώπητος ἡ ἀρχὴ τοῦ ὑπάτου γένοιτο, δύο καὶ ἐπὶ μόνον ἐνιαυτὸν προεχειρίσαντο, ὡς εἴρηται, Βροῦτον τὸν τῆς ἐλευθερίας ἔκδικον καὶ σὺν αὐτῷ Πουπλικόλαν τὸ δὲ ὄνομα τὸν δημαγωγὸν σημαίνει, οἷς ἐξῆν καὶ νόμους γράφειν καὶ αὐτοκρατῶς τοὺς πολέμους διοικεῖν, οἷα τὴν τῶν ὅλων διοίκησιν ἀνημμένοις· τελευτήσαντος δὲ τὸν βίον τοῦ Βρούτου, δημοσίῳ πένθει ἐτίμησαν τὸν νεκρὸν καὶ βρούτας τὰς σφῶν γυναῖκας ὠνόμασαν ἐξ αὐτοῦ διὰ τὴν σωφροσύνην. τὸν δὲ ἕτερον ὁ θάτερος ἔτι περιὼν ἐπικηδείῳ πρῶτος ἐτίμησεν. λέγεται δὲ παρ' αὐτοῖς τὸ ἐπιτάφιον νηνία, ἐξ Ἑλληνικῆς μᾶλλον ἐτυμολογίας, ὅτι νήτην τὴν ἐσχάτην τῶν ἐν κιθάρᾳ χορδῶν Ἕλληνες καλοῦσιν.

ΤΕΤΆΡΤΗ ΠΡΟΑΓΩΓῊ ΟἹ ∆ΕΚΆΠΡΩΤΟΙ ΚΑῚ Ὁ ΤΗ͂Σ ΠΌΛΕΩΣ ὝΠΑΡΧΟΣ

Γάϊος ὁ νομογράφος μετὰ τὴν τῶν κυαιστώρων τὴν δεκανδρικὴν ἀρχὴν

ἀναφέρει ῥήμασι πρὸς ἑρμηνείαν τούτοις· «πολλῆς δὲ συγχύσεως τῶν νόμων, οἷα μὴ γράμμασι τεθειμένων, τοῖς πράγμασι γινομένης ἐκ τῆς τῶν ἀρχόντων καὶ τοῦ δήμου διαφορᾶς, δόγματι κοινῷ τῆς βουλῆς καὶ τοῦ δήμου πάντες μὲν οἱ ἄρχοντες ἐκινήθησαν, δέκα δὲ μόνοις ἀνδράσι τὴν φροντίδα τῆς πολιτείας παρέδοσαν.» αὐτοὶ δὲ στέλλουσιν ἡ ἱστορία φησίν εἰς Ἀθήνας Σπούριον Ποστούμιον, Αὖλον Μάρκιον καὶ Πούπλιον 52 Σουλπίκιον. τῶν δὲ ἐπὶ τριετῆ χρόνον ἐκεῖ βραδυνόντων, ἕως καὶ τοὺς λειπομένους Ἀθηναίων νόμους ταῖς δέκα δέλτοις ἀναλάβωσιν, δέκα προεβάλετο ὁ δῆμος ἄνδρας ἀνθεξομένους τῶν πραγμάτων, ὧν ὁ πρῶτος τῆς πόλεως φύλαξ προσηγορεύθη, ὁ καθ' ἡμᾶς πολίαρχος. ἐπίσημα δὲ τῆς ἐξουσίας ἦν αὐτῷ δυοκαίδεκα ῥάβδοι· τοῖς δὲ λοιποῖς οὐχ οὕτως, ὁπλοφόρος δὲ ἀν' ἕκαστον εἷς καὶ μόνος. τῷ γε μὴν πολιάρχῳ καὶ τάξις ἀνδρῶν τογατηφόρων καὶ ῥαβδοῦχοι καὶ