1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

27

μαγιστερίου ἀνεγράψατο. 122 26 Προῆλθεν οὖν ἡ δύναμις ἐπὶ πλέον τῆς ἀρχῆς· οὐ μόνον γὰρ τὰς τῶν ἐθνῶν πρεσβείας ὑφ' ἑαυτῷ τελούσας ὁ μάγιστρος ἔχειν πιστεύεται, τόν τε δημόσιον δρόμον καὶ πλῆθος ἐμβριθὲς τῶν πάλαι μὲν φρουμενταρίων, νῦν δὲ μαγιστριανῶν, τήν τε τῶν ὅπλων κατασκευὴν καὶ ἐξουσίαν, ἀλλ' ἔτι καὶ τὴν τῶν πολιτικῶν πραγμάτων. καὶ διαφερόντως Πέτρος οὗτος, ὁ πολύς, ὁ μηδενὶ ταῖς ἀρεταῖς κατὰ μηδὲν δεύτερος. διασῴζει μὲν γὰρ καὶ φρουρεῖ τὴν αὐλὴν καὶ τὴν Ῥωμαϊκὴν οὐκ ἀποπτύει μεγαλειότητα, ἣν ἐγγὺς ἀπολομένην ἀβελτερίᾳ τῶν πρὸ αὐτοῦ, οἷα σοφὸς καὶ διὰ παντὸς τοῖς βιβλίοις προσανέχων, ἀποκαθίστησιν· τοὺς δὲ νόμους εἰδὼς εἴπερ τις ἄλλος, οἷς ἐξ ἁπαλῶν ὀνύχων ἐνετράφη, συνηγορῶν τοῖς δεομένοις, ἄρχων τε μέγιστος καὶ ἀξίαν ὀφρὺν τῆς ἐξουσίας ἀνατείνων ἐδείχθη καὶ δικαστὴς ὀξὺς καὶ τὸ δίκαιον κρίνειν εἰλικρινῶς ἐπιστάμενος, κατὰ μηδὲν αὐτὸν ὑπτιαζούσης τῆς τύχης. πρᾶος μὲν γάρ ἐστι καὶ μειλίχιος, ἀλλ' οὐκ εὐχερὴς οὐδὲ πρὸς τὰς αἰτήσεις ἔξω τοῦ νόμου καμπτόμενος, ἀσφαλὴς δὲ ὁμοῦ καὶ προβλέπων τὰς ὁρμὰς τῶν προσιόντων, μηδένα καιρὸν ταῖς ῥᾳθυμίαις παραχωρῶν, τὴν μὲν νύκτα τοῖς βιβλίοις, τὴν δὲ ἡμέραν τοῖς πράγμασιν ἐγκείμενος, μηδὲ αὐτὴν τὴν μέχρι τῆς αὐλῆς ἐκ τῆς οἰκίας ἐν ὁμιλίαις διασυρίζων ἁπλῶς, ζητήμασι δὲ λογικοῖς καὶ ἀφηγήσεσι πραγμάτων ἀρχαιοτέρων μετὰ τῶν περὶ ταῦτα σχολαζόντων εἰλούμενος. καὶ καιρὸς οὐδεὶς αὐτῷ διδαγμάτων ἐστὶν ἀμέριμνος, ὡς τοὺς τῶν λόγων ἐξηγητὰς δεδιέναι τὴν πρὸς αὐτὸν ἐντυχίαν· πράγμασι γὰρ αὐτοὺς καὶ στροφαῖς περιβάλλει μετρίως ὑπελέγχων ὡς λέγοιντο μόνον, οὐκ εἰσὶ δὲ τοιοῦτοι ὁποίους αὐτοὺς ἡ φήμη διαθρυλεῖ. ἐμοὶ δὲ μάλιστα σκοτοδινίας οὐ μικρὰς ἀνακινεῖ ἡ πρὸς αὐτὸν συνήθεια. χαίρω γὰρ αὐτῷ, ὅτι καλὸς ἅμα καὶ ἐλεύθερος καὶ τύφου καὶ κορύζης ἐκτός, ἀστεῖός τε καὶ κοινός· ἀλλ' ἐφίησί μοι, ὡς εἴρηται δή, φροντίδας οὐ μικράς, μηδὲν ὧν ἐπίστασθαι δοκῶ προτείνων 124 εἰς ζήτησιν, τὰ δὲ παντελῶς ἠγνοημένα παρεισάγων, ὥστε με τὰς πασῶν ἰσχυροτάτας εὐχὰς μελετᾶν, μηδεμίαν αὐτὸν ἄβατον ἐμοί, ὥσπερ εἴωθεν, ἐπιρροιζῆσαι θεωρίαν.

ΠΕΡῚ ΤΟΥ͂ ἘΠΆΡΧΟΥ ΣΚΥΘΊΑΣ ΚΑῚ ΤΟΥ͂ ἸΟΥΣΤΙΝΙΑΝΟΥ͂ ΠΡΑΊΤΩΡΟΣ ΚΑῚ ΤΟΥ͂

ΚΥΑΙΣΊΤΩΡΟΣ 27 Τοσούτων ἀρχόντων τῶν ἐπὶ τῆς Ῥώμης τῷ νόμῳ γνωριζομένων μνήμην ἡ

καθ' ὅλου ἱστορία ἐκ προοιμίων ποιεῖται τῆς Ῥωμαϊκῆς πολιτείας ἄχρι τῆς Ἀναστασίου τοῦ βασιλέως τελευτῆς. κόμιτα γὰρ λαργιτιώνων, ὃν Ἰταλοὶ λέγουσιν, ἀντὶ τοῦ προεστῶτα τῶν τῆς βασιλείας θησαυρῶν, καὶ κόμιτα πριουάτων, ἀντὶ τοῦ τῶν ἰδίᾳ πως τοῖς βασιλεῦσι προσηκόντων, οὐκ ἄν τις ἐν ἀρχόντων ἀριθμήσειέ ποτε καταλόγῳ, θεραπόντων δέ· οὐ μὲν γὰρ προαγωγῆς ἄρχουσι πρεπούσης ἀξιοῦνται, κατὰ δὲ τὸ δοκοῦν τῇ βασιλείᾳ πρόσφατον ἔχουσι καὶ λανθάνουσαν τὴν γένεσιν, ὥσπερ ὁ λεγόμενος πατριμώνιος, ἀντὶ τοῦ φύλαξ τῆς ἰδίᾳ πως ἀνηκούσης τῷ βασιλεῖ καὶ τυχὸν ἐκ προγόνων περιουσίας, ὃν καὶ αὐτὸν οὐ πρὶν ἀριθμούμενον Ἀναστάσιος ὁ πάντα ἔμφρων ἀνεστήσατο, διάκρισιν, ὥσπερ εἰώθει, περινοῶν τοῖς πράγμασιν ὅπως μὴ συγχύσει κάμνοιεν. 28 Μετ' ἐκεῖνον δέ, Ἰουστίνου ἐν ἡσυχίᾳ βιοῦντος καὶ μηδὲν νεώτερον ἐξευρόντος, ὁ μετὰ ταῦτα, ἀδελφιδοῦς αὐτῷ γενόμενος, πᾶν ὅ τι χρήσιμον περιποιεῖν τοῖς κοινοῖς ἐπειγόμενος, ὅλην τε τὴν ὀφρὺν τῆς ἀρχαίας ὄψεως ἀνακαλούμενος, πρῶτον μὲν ἐξεῦρε τὸν λεγόμενον τῆς Σκυθίας ὕπαρχον. σοφὸς γὰρ ὢν καὶ διὰ τῶν βιβλίων εὑρὼν ὡς εὐδαίμων μὲν ἡ χώρα 126 τοῖς χρήμασιν, ἰσχυρὰ δὲ τοῖς ὅπλοις ἐστί τε νῦν καὶ πάλαι γέγονεν ἣν πρῶτος ἑλὼν σὺν ∆εκεβάλῳ τῶν Γετῶν ἡγησαμένῳ Τραϊανὸς ὁ πολὺς πεντακοσίας μυριάδας χρυσίου