1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

29

ὑποθεῖναι τῇ ἱστορίᾳ, δι' οὗ ἄν τις ἀμυδρῶς ἐσοπτρίσοιτο τὴν πάλαι κρατήσασαν ἐν αὐτῇ λαμπρότητά τε καὶ εὐταξίαν· ἣν ἐγγὺς ἀπολομένην ὁ γενναῖος ἡμῶν βασιλεὺς οὐκ εἴασε παντελῶς ἀποσβεσθῆναι, συνέχει δὲ ὥσπερ καὶ σφίγγει διαρρέουσαν τῷ χρόνῳ τὴν ἀρχαιότητα. καὶ μεῖζον μέν ἐστι δι' αὐτοῦ ἤπερ ἄρτι καθεστήκει τὸ πολίτευμα, Λιβύης ἡμῖν ἀποδοθείσης οὐ μικρὸν δὲ τὸ κτῆμα, τῆς δὲ Εὐρώπης τὸ πλεῖστον· κοινωνεῖ γὰρ αὐτῇ τοῦ ζεφύρου, καθ' ὃ τὸν εὖρον ὅλον δίδωσιν ἡ Ἀσία καὶ μόνη, καὶ αὐτῆς δὲ Ῥώμης, τῆς τῶν πραγμάτων μητρός, ἀπαλλαγείσης ἱδρῶτι τῆς βασιλείας δεσμῶν καὶ βαρβαρικῆς ἐξουσίας, πάντα δὲ ὅσα ἦν ποτε τῆς πολιτείας γνωρίσματα μετὰ κρείττονος ἀποσῴζεται δυναστείας· οἵ τε νόμοι θορύβων καὶ πολυφόρτου συγχύσεως ἀπηλλάγησαν καὶ προφανές ἐστι τὸ δίκαιον καὶ μεταμέλει τοῖς φιλοδίκοις τὸ πρὶν ἐναγρυπνῆσαι ταῖς φιλονεικίαις, μάχης οὐδεμιᾶς τὸ λοιπὸν διὰ τῆς τῶν νόμων καθαρότητος ὑπολιμπανομένης. καὶ κρείττων μὲν ἡ βασιλέως ἀρετὴ ἐπαίνου παντός· ἐμοὶ δὲ καὶ καιρὸς ἐπὶ τὸν σκοπὸν διαβῆναι τῷ λόγῳ. 2 Ἡ τοίνυν τῷ ἱππάρχῳ πειθαρχήσασα τάξις ποτὲ ἐν ὅπλοις μὲν ἦν ἅπασα· ὀνόματα δὲ αὐτῇ καθ' ὁμαλοῦ προμῶται, ὅπερ ὄνομα εἰς τέσσαρας τέμνεται λόγους· εἰς δουκηναρίους, εἰς κεντηναρίους, εἰς κεντουρίωνας, εἰς βιάρχους, περὶ ὧν ἂν κατὰ τὴν τῶν τακτικῶν παράδοσιν ἀφηγησάμην εἰ μὴ πόρρω τοῦ σκοποῦ παρωθούμην· καὶ ταύτης τῆς προσηγορίας, τῆς τῶν προμωτῶν λέγω, ἔτι καὶ νῦν αἱ λεγόμεναι μάτρικες, ἀντὶ τοῦ 134 ἀπογραφαὶ τῶν καταλόγων, μνήμην ἀναφέρουσιν. ἀπὸ δ' Αὐγούστου εἰς ἕτερον σχῆμα τῆς ἀρχῆς περιστάσης, ὡς πολλάκις εἴρηται, προσετέθησαν οἱ λεγόμενοι ἀδιούτωρες, οἷον εἰ βοηθοί· καὶ ταύτης μόνης τῆς προσηγορίας μνημονεύουσιν αἱ παρὰ τῶν βασιλέων παρεχόμεναι τοῖς εἰς στρατείαν παριοῦσι προβατωρίαι, οἷον εἰ συστάσεις καὶ ἀποδείξεις οὐδὲ γὰρ ἁπλῶς τὸ πρὶν ἄδειαν εἶχεν ὁ βουλόμενος ζώνην περιθέσθαι οἵαν οὖν, μὴ πρότερον ἀποδείξας ὡς εἴη πρὸς αὐτὴν ἐπιτήδειος· προβᾶρε γὰρ τὸ μετὰ δοκιμῆς ἐπιδεῖξαι τὸ ὑποκείμενον λέγουσιν οἱ Ῥωμαῖοι. νῦν δὲ τὸ πλῆθος αὐτὰς ἐξ ἀμαθοῦς μαντείας τἀληθὲς παραδηλούσης πριβατωρίας καλεῖ, αὐτόθεν τὴν ἰδιώτου τύχην εἰσαγούσης. οὐδὲ γὰρ ἰδιώτου διαφέρουσιν οἱ μόνῃ προσηγορίᾳ στρατείαν οἵαν οὖν ὑπερχόμενοι· οὐχ ὅτι τὰ πράγματα μὴ τὴν κρείττονα καὶ καρπιμωτέραν εἴληχεν ὄψιν τῇ βασιλέως ἐμμελείᾳ, ἀλλ' ὅτι αὐτοὶ οὐκ εὐπρεπεῖς πρὸς τὰς λειτουργίας παρίασιν. 3 Κοινῇ μὲν οὖν ἅπασι τοῖς καταλόγοις ἐκ τῆς βασιλέως ὑποσημειώσεως ἀδιούτωρες, ἐπὶ τοῦ μετώπου τῆς παρατάξεως τὸ πάλαι ταττόμενοι· φησὶ γὰρ οὕτως· et collocare eum in legione prima adiutrice nostra, οἷον εἰπεῖν· «καὶ τάξειας αὐτὸν ἐν τῷ πρώτῳ τάγματι τῷ βοηθοῦντι ἡμῖν.» ὅθεν ὁ πρωτεύων τοῦ παντὸς καταλόγου ἔτι καὶ νῦν κορνικουλάριος ἀναφέρεται, ἀντὶ τοῦ κεραΐτης ἢ πρόμαχος. μέσος μὲν γὰρ ἦν τῆς στρατιᾶς ἐπὶ τῆς συμπλοκῆς ὁ μόναρχος ἤ γ' οὖν ὁ ὕπαρχος ἢ ὁ Καῖσαρ, τὸ δὲ ἰμπεράτωρος ἐπώνυμον κοινὸν ἦν αὐτοῖς, ὡς ἔφην· οὐδὲ γὰρ μόνων τῶν βασιλέων ἐστὶν ἀλλ' ἀπολύτως τοῦ αὐτοκρατῶς 136 διοικεῖν εἰληχότος τὸν πόλεμον. καὶ μέσος μὲν ἦν, ὡς εἴρηται, ὁ αὐτοκράτωρ, ὡς ὁ Φροντῖνος λέγει, ἐξ εὐωνύμου δὲ πλευρᾶς ὁ ἵππαρχος ἤ γ' οὖν ὕπαρχος, ἐκ δὲ τῆς ἑτέρας οἱ πραίτωρες καὶ ληγᾶτοι, ἀντὶ τοῦ στρατηγοὶ καὶ πρεσβευταί, οὓς κατελίμπανον οἱ ὕπατοι ἀνθ' ἑαυτῶν, ἤδη τοῦ τῆς ὑπατείας αὐτοῖς συντελουμένου χρόνου, εἰς τὸ ἐφεστάναι τῷ στρατῷ ἄχρι τῆς τοῦ μέλλοντος ὑπάτου ἐπὶ τὸν πόλεμον παρουσίας. τῆς δὲ καλουμένης λεγιῶνος εἰς ἑξακισχιλίους τελούσης πεζομάχους τὸν ἀριθμόν οὐσῶν δὲ δέκα καὶ μόνων τῶν πασῶν λεγιώνων ἀνέκαθεν, ἔξωθεν ἱππικῆς Ῥωμαϊκῆς καὶ αὐξιλιαρίας καὶ κοορταλίας καὶ τουρμαλίας καὶ τῶν λοιπῶν δυνάμεων, εἶτα δὲ καὶ ξενικῆς, ὡς ἔφην, πρῶτος ἐτέτακτο ὁ κορνικουλάριος καὶ διὰ τοῦτο προὔστηκεν ἔτι καὶ νῦν τῆς πάσης τάξεως, κἂν εἰ μηκέτι ἐπὶ τοὺς πολέμους ἀφικνεῖσθαι τὸν ὕπαρχον ἔδοξεν, δι' οὓς εἰρήκαμεν λογισμούς. 4 Τῶν οὖν ἄλλων πάντων ἀδιουτώρων ὄντων, ὁ ὕπαρχος δι'