1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

55

ἔφασκεν ἐγνωκέναι στωμυλωτέρως παρὰ τοὺς Ἰταλοὺς διαλέγεσθαι. ἑνὸς δὲ τῶν παρόντων Σπεκιώσου μνήμην ἀνάγοντος, ἐξαναστὰς ἐμέ τε καὶ τὸν εἰπόντα ἀντεβόλει πρὸς ἔντευξιν ἐκείνου παρακαλῶν. ἐγὼ δὲ ἕρμαιον ἡγησάμενος ὡς τάχος τὸν Σπεκιῶσον ἄγω πρὸς αὐτόν· καὶ γὰρ ἠπιστάμην τὸν ἄνθρωπον. ὁ δὲ λαβὼν αὐτὸν κατ' ἰδίαν γονυπετῶν διετέλει καὶ σωφρόνως ἐκλιπαρῶν ᾔτει τῆς οὔσης αὐτῷ μεταδοῦναι φωνῆς. ἐμὲ δὲ χωρίσας βραχὺ τοῦ λόγου ἑκατὸν χρυσίνους λαβεῖν ἠξίωσε δοθησομένους ἐκείνῳ. ὃ δὴ πράξας ἐγὼ καὶ τῶν λεγομένων συστατικῶν ἕνεκα τῷ Σπεκιώσῳ δοὺς ἔπεισα συχνότερον πρὸς τὸν πάντα ἀγαθὸν ἐκεῖνον ἄνθρωπον φοιτᾶν· ὁ δὲ πῶς γὰρ οὐκ ἤμελλεν; ὄρθριος παρῆν, πρὸ τῆς αὐλείου τοῦ δῆθεν ἠξιωκότος αὐτὸν παραφυλάττων· ὁ δὲ μεταστειλάμενος καὶ θεραπεύσας ἀντεβόλησε μὴ πρότερον προσεδρεύειν αὐτῷ πρὶν αὐτὸς διαστειλάμενος ἀξιώσῃ γενέσθαι παρ' αὐτόν· καὶ τὸ λοιπὸν ὁ Σπεκιῶσος, συμβάλλων τῇ τέχνῃ περιόδῳ τοῦ σκέμματος, ἀφείθη τῆς προσεδρίας· οὐδὲ γὰρ ἔμελε τῷ Φωκᾷ, μάλα πρὸς ἑκατέραν παρεσκευασμένῳ παιδείαν, μαθητείαν εὑρεῖν ἐκείνοις, ἃ παρὰ τοὺς πολλοὺς ἀξιολόγως ἠπίστατο. καὶ τίς οὐκ ἂν στοχάσηται ἐκ τῶν περὶ ἀνθρώπους τἀνδρὸς κατορθωμάτων, πόσης ἦν περὶ τὸ θεῖον εὐσεβείας. μιᾶς οὖν πράξεως αὐτοῦ ἐπιμνησθεὶς πέρας ἐπιθήσω ταῖς ὑπὲρ ἀριθμὸν αὐτοῦ τῶν ἀγαθῶν ἀφηγήσεσιν. 252 74 Πρὸς Πεσινοῦντι τῇ πόλει τῆς Γαλατίας οὕτω δὲ τὸ χωρίον ὀνομασθῆναι συμβέβηκεν ἐκ τοῦ πεσεῖν ἀπείρους ἐκεῖ Γαλατῶν τῶν περὶ Ῥοδανὸν ἐπιπεσόντων τῇ χώρᾳ, Βρέννου ἡγησαμένου, καὶ τὴν ὁμώνυμον αὐτοῖς χώραν ἐκδικεῖν βιαζομένων, ὡς Φενεστέλλας καὶ Σισέννας οἱ Ῥωμαῖοί φασιν, ὧν τὰς χρήσεις ὁ Βάρρων ἐπὶ τῶν Ἀνθρωπίνων Πραγμάτων ἀνήγαγεν· ἐγὼ δὲ τὰς βίβλους οὔπω τεθέαμαι ἐκεῖ τοίνυν τέμενος ἦν τῇ ἀχράντῳ στρατιᾷ τῶν ἱερῶν ἀγγέλων τῷ ἀρρήτῳ θεῷ καθωσιωμένων· περὶ οὗ μετὰ πάντας ἀνθρώπους γνοὺς ὁ Φωκᾶς ὡς Ἔλλαμός τις τῷ θείῳ χρυσίου λίτρας εἴκοσιν ὑφ' ἓν ἐπιδούς, τοῖς ἱερουμένοις πρόσοδον ὀγδοήκοντα χρυσῶν προσγενέσθαι τῷ ἱερῷ εἰς φιλοξενίαν ἐσπούδασεν. 75 Τοιαύταις μὲν οὖν τέχναις ἐπὶ τῆς πόλεως ἐχρῆτο, χρυσίον δὲ κατ' ἔτος ἕκαστον ἐπὶ λύτροις αἰχμαλώτων λαθραίως ἐκχέων διετέλει δακρύων εἴ πού τις περὶ πολεμίων ἐφόδου καὶ ἀπαγωγῆς αἰχμαλώτων πρὸς αὐτὸν διεξίοι τῷ λόγῳ. καὶ μάρτυρα τὴν Ἀλήθειαν οὐκ αἰδοῦμαι καλεῖν ἀληθεύων. οἶδα κοιτωνιτῶν αὐτῷ χρυσίου τοσούτου τυχών, ἀπόντος αὐτοῦ, πρὸς τὸ πλῆθος τῶν λυτρουμένων. ταύτης γὰρ τῆς φιλανθρωπίας ὑπερανθούσης, ἐσθῆτα διεπώλησεν καὶ προσθεὶς ὅσον ἦν αὐτῷ δυνατὸν πρὸς χρείαν τῶν λύτρων ἐξέπεμψε τούτων ἀμύνην ἀντίρροπον καὶ Θεοπρέπους ἀνέλαβε τὸν υἱὸν κατὰ πάντα τρόπον ἐκπαιδεύσας τοιούτοις ἐνασχολεῖσθαι. ὁ δὲ αὐτὸν παριόντα καὶ μαρτυροῦντα τοῖς γινομένοις κατ' εὐχὰς ἀπενίκησεν, ὡς ἐκεῖνον χάριτας εἰδέναι τῷ θείῳ ὅτι τῷ σώματι τελευτῶν ταῖς εὐσεβείαις ἀθάνατος διὰ τῶν παρὰ τοῦ παιδὸς πραττομένων διαμενοῖ. 254 76 Τοσοῦτον ὄντα τὸν ἄνδρα χαίρων ὁ βασιλεὺς πείθει καμάτῳ πολλῷ κοινὴν εἰς ἅπαντας ἐπιδείξασθαι τὴν οὖσαν αὐτῷ τῆς ψυχῆς ἐλευθερίαν καὶ τὴν ὑπὲρ τῶν κοινῶν ἀναδέξασθαι φροντίδα καὶ διϊθῦναι τὸν οἴακα βυθιζομένης ἤδη τοῖς κακοῖς τῆς ὅλης πολιτείας. ὁ δὲ ἄκων οὐδὲ γὰρ ἀσφαλὲς βασιλέως αἴτησιν παρακρούσασθαι τοιούτου τὴν μὲν λειτουργίαν ὑπῆλθεν, δεδιὼς δὲ ὅμως καὶ τῷ μεγέθει τῶν φόβων ἰλιγγιῶν εἶδε τὸν θεὸν παρόντα βοηθεῖν αὐτῷ προθυμούμενον. ἅμα γὰρ τὴν ἀρχὴν παραλαβὼν καὶ τῆς αὐλῆς προφανεὶς ἐπὶ τῆς ἀπήνης ἀνεφέρετο καὶ σύμπας ὁ δῆμος ἡλικία τε πᾶσα καὶ φύσις ὁμοῦ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείναντες ὕμνους εὐχαριστηρίους μετὰ δακρύων ἀνέφερον τῷ θεῷ τοσαύτης ἀξιώσαντι προνοίας τοὺς μορίοις κατεστρωμένους κακοῖς. πείθειν δὲ θεὸς ἀνθρώπους ἀξιώσας δείκνυσι παρεῖναι τοῖς πραττομένοις καὶ βουλαῖς αὐτοῦ προϊέναι τὰ χρηστά. ὡς γὰρ ἔστη τῆς ἀπήνης ἔμπροσθεν ὁ ὕπαρχος, βέλος ἐναφεὶς τόξῳ πονηρός τις ἔτι γὰρ ὁ δῆμος