1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

23

προέφαμεν. τοιαύτη μὲν ἡ χλαμύς, παραγώδης δέ, χιτὼν καταπόρφυρος, καὶ ζωστὴρ ἐκ φοινικοῦ δέρματος, ἐφ' ἑαυτὸν μὲν ἀνακεκολλημένος, ἐξ ἄκρων δὲ τῶν πλευρῶν εἰς λεπτὴν καταρραφὴν ἐσπουδασμένος, καὶ σεληνίσκον μὲν ἔχων τινὰ ἐξ εὐωνύμων, χρυσῷ πεποιημένον, ἐκ δὲ τῆς ἑτέρας γλωσσίδα τινὰ ἤ γ' οὖν διάβλημα, χρυσοτελὲς καὶ αὐτό, εἰς βότρυος σχῆμα πεποιημένον, δι' ἣν ἐν τῇ Περὶ Μηνῶν συγγραφῇ ἀποδεδώκαμεν αἰτίαν· ὅπερ διάβλημα ἀπὸ δεξιᾶς φερόμενον καὶ ἐπὶ τὸν σεληνίσκον βαλλόμενον διαζώννυσι τὸν περιτιθέμενον ἀσφαλῶς, περόνης καὶ αὐτῆς χρυσῆς ἐνδακνούσης τὸν ἱμάντα καὶ συναπτούσης τὸν βότρυν τῷ σεληνίσκῳ· φίβουλαν αὐτὴν πατρίως οἱ Ῥωμαῖοι καὶ βάλτεον τὸν ζωστῆρα λέγουσιν, τὴν δὲ ὅλην κατασκευὴν τοῦ περιζώματος οἱ Γάλλοι καρταμέραν, ἣν τὸ πλῆθος καρτάλαμον ἐξ ἰδιωτείας ὀνομάζει. ὅτι δὲ οὐ Ῥωμαϊκὸν τουτὶ τὸ ῥημάτιον, μάρτυς ὁ Ῥωμαῖος Βάρρων ἐν βιβλίῳ πέμπτῳ Περὶ Ῥωμαϊκῆς ∆ιαλέκτου, ἐν ᾧ διαρθροῦται ποία μέν τις λέξις ἐστὶν Αἰολική, ποία δὲ Γαλλική· καὶ ὅτι ἑτέρα μὲν ἡ Θούσκων, ἄλλη δὲ Ἐτρούσκων, ὧν συγχυθεισῶν ἡ νῦν κρατοῦσα τῶν Ῥωμαίων ἀπετελέσθη φωνή. 14 Τοιαύτη μὲν τῆς ἀρχῆς ἡ παρ' αὐτοῖς καλουμένη παρατοῦρα, ἀντὶ τοῦ στολή, ὄχημα δὲ ὁποῖον ἴσμεν καὶ θῆκαι· οὕτω δὲ τὸ λεγόμενον τῷ πλήθει καλαμάριον ἐκεῖνοι λέγουσιν, ὅπερ ὄγκου καὶ μόνου χάριν εἰς τύπον τοιοῦτον χρυσήλατον κατεσκεύαστο· ἑκατὸν ἔχειν χρυσίου λίτρας ὑπείληπται. ἕτερον 106 δὲ ἐξ ἀργυρίου βαθὺ πρὸς ὑποδοχὴν κοινοῦ μέλανος ἐξυπηρετεῖται τῷ δικαστηρίῳ καλλίκλιον αὐτό, οἷον εἰ κυαθίσκον, ἀπὸ τοῦ κάλυκος καλεῖσθαι νόμος καὶ κάνθαρος, ὡς λεκάνη τις, ἐξ ἀργύρου ἐπὶ τρίποδος ἀργυραίου καὶ κρατὴρ ὑπὲρ τῶν τὰς ἐμπροθέσμους δίκας ἐν τῷ δικαστηρίῳ λεγόντων κείμενος· περὶ οὗ μακρηγορεῖν ἀηδὲς εἶναι κρίνων ἐξ ἀνάγκης ἀναλαβεῖν τὴν ἀφήγησιν συνωθοῦμαι, ἐκεῖνο προλέγων ὥς εἰσιν ἔτι καὶ νῦν πορθμίδες τρεῖς τῇ ἀρχῇ πρὸς τὰς ἀντιπόρθμους διαπεραιώσεις ἐκ τῆς βασιλίδος ἐπὶ τὰς γείτονας ἠπείρους. βάρκας αὐτάς, ἀντὶ τοῦ δρόμωνας, πατρίως ἐκάλεσαν οἱ παλαιότεροι καὶ κέλωκας, οἷον ταχινάς, ὅτι κέλερ κατ' αὐτοὺς ὁ ταχὺς λέγεται, καὶ σαρκιναρίας, ἀντὶ τοῦ ὁλκάδας, ὅτι σάρκινα κατ' αὐτοὺς τὸ ἄχθος καλεῖται. τοιαῦτα μέν τινα καὶ ταῦτα. πρὸς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. 15 Νόμος ἦν καὶ γὰρ ἄρτι παρεφθάρη τοὺς μὲν ἀπὸ ψήφων τῆς ἀρχῆς ἐπὶ τῶν ἐπαρχιῶν τὰς δίκας λέγοντας μετὰ ἔφεσιν αὖθις ἐπὶ τὴν ἀρχὴν ἐμπροθέσμως αὐτὰς κατὰ τὸν ἔκκλητον νόμον ἀναπέμπειν, τὰς δὲ ἐπὶ τῶν ἀρχαιοτικῶν δικαστηρίων ἀπὸ ψήφων αὐτῶν ἐπὶ τὴν βασιλείαν· κἀκείνας μὲν καλεῖσθαι τεμποραλίας, ἀντὶ τοῦ ἐμπροθέσμους, ταύτας δὲ σάκρας, οἷον θείας, διὰ τό, ὡς ἔφην, πρὸς τὴν βασιλέως ἀκρόασιν μετ' ἔκκλητον ἀναπέμπεσθαι. θαῦμα μέγιστον καὶ πανευδαίμονος πολιτείας τεκμήριον· βασιλεὺς Ῥωμαίων ὑπέμενε χαμαιζήλου δικαστοῦ λειτουργίαν ὑφίστασθαι καὶ κρίνειν πράγματα, ἴσως καὶ σφόδρα γλίσχρης ὑποθέσεως ἀνεχόμενος, καθάπερ ὁ ἡμερώτατος ἡμῶν βασιλεὺς διὰ τὴν περὶ τοὺς ὑπηκόους στοργήν, καίτοι τὰ πλεῖστα κατὰ πολεμίων ἀγρυπνῶν καὶ προκινδυνεύειν ἡμῶν διὰ σπουδῆς ἔχων. εἰ μὴ σφαλερωτέραν ἡμῖν τὴν εἰρήνην ὁ δῆμος θεηλάτοις διχονοίαις ἀναπτόμενος ἀπετέλει, ἧς ἕνεκα βαρυτέραν τὸ δημόσιον δαπάνην ὑφίσταται πρὸς φυλακὴν τῆς εἰρήνης ἢ πρὸς ἀναχαιτισμὸν τῶν πολεμίων· ἔνθεν 108 ἡ τῶν λεγομένων νόβων ἀναλωμάτων ἀφορμὴ καὶ στένωσις τῶν ἀναγκαίων. εἰ γὰρ τοὺς ἔμπροσθεν βεβασιλευκότας ῥᾳστώνη διέλυσεν, πῶς ἂν ἠρέμησεν οὗτος, ὕπνῳ μὲν μηδὲ ὅλως χαλώμενος, τροφῆς δὲ χάριν μηδὲ ἄρτου ξηροῦ πρὸς κόρον ἁπτόμενος; 16 Τῆς τοιαύτης οὖν συνηθείας ἤδη πρότερον εἰς τρυφὴν ἀναλυθείσης καὶ τῶν ἔμπροσθεν ἅμα τοῖς ὅπλοις καὶ αὐτὴν τὴν μέχρι λόγων φροντίδα τῶν κοινῶν ἀποπτυσάντων, νόμος ἐφοίτησεν, τὸν ὕπαρχον ἀκροάσασθαι τῶν σακρῶν διατυπῶν, πρᾶγμα καὶ μετὰ τὴν ἐναλλαγὴν ἀρκοῦν ἐπιδεῖξαι τὴν οὖσαν αὐτῷ τὸ πάλαι θειότητα. λευχείμων μὲν γὰρ ὁ ὕπαρχος ἐπὶ τοῦ βήματος, καὶ τάξις ἁρμοδία