1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

24

ὡσαύτως ἐσταλμένη μετ' αὐτοῦ, καὶ αὐτοὶ δὲ οἱ τῶν δικῶν κύριοι λαμπροφανεῖς, καὶ σιγὴ κατασκέπουσα τὸ δικαστήριον, καὶ ῥητόρων οἱ διαφανέστατοι ἀξίας ἑορτῶν ἀμπεχόμενοι στολάς, καὶ ὁ τρίπους ἐν μέσῳ τοῦ ἀκροατηρίου, ἐξηρτημένου κατὰ μέσον τοῦ κανθάρου, καὶ κρατὴρ παρακείμενος, δι' οὗ ποτε πληρούμενος ὁ κάνθαρος ὕδατος τοσοῦτον ἐδίδου καιρὸν τῷ τῆς δίκης τέρματι ἐφ' ὅσον διά τινος γνώμονος τοῦ ἐνόντος αὐτῷ ὕδατος διηθουμένου ὁ κύαθος ἀπηλλάττετο, καὶ ὁ λόγος τοῖς λέγουσιν ὅλως πρὸς θεῖον δικαστὴν ἀνυψούμενος. τούτων πάντων ἀπολομένων, οὐδὲ ἴχνος τὸ λοιπὸν ἀπέμεινε σεμνότητος τῷ δικαστηρίῳ, τῶν συνεδρευόντων μόνον ἐν παραβύστῳ μετὰ γέλωτος τῶν περιεστηκότων ὥσπερ ἐν μίμοις τινῶν δῆθεν δικῶν ἀκροωμένων. καὶ τάξις οὐδεμία ἢ μήνυμα κατὰ τὸ πρόσθεν συνειθισμένον παραδηλοῦν τὸν χρόνον τῆς ἡμέρας· ὁ γὰρ τῆς τάξεως προεστηκώς σουβαδιούβαν αὐτὸν ὠνόμασαν, οἷον εἰ ὑποβοηθόν, πραττούσης τῆς ἀρχῆς, ἑστὼς ἐπὶ κορυφῆς τῶν ὑπηρετουμένων τροχίσκους τινὰς οὐκ εὐτελεῖς ἐξ ἀργύρου πεποιημένους, γραφὰς τῶν ὡρῶν ἔχοντας τῆς ἡμέρας τοῖς Ἰταλῶν ἀριθμοῖς καὶ γράμμασιν, ἐμβριθῶς ἀφιεὶς ἐξαπίνης ἐπὶ τὸ ἔδαφος θρόον ἀπετέλει σεμνόν, παραδηλοῦντος τοῦ βαλλομένου τροχίσκου κατὰ τοῦ μαρμάρου τὴν τῆς ἡμέρας ὥραν. 110 17 Καὶ τούτου τοῦ σεμνοῦ καὶ οὕτως ἀξιοπρεποῦς σχήματος ἀπολομένου, οἷα τῆς ἀρχῆς ἢ μηδ' ὅλως ὁρωμένης ἐπὶ τοῦ βήματος ἢ κατὰ τοὺς νόμους τοῦ Καππαδόκου, περὶ οὗ ὕστερον ἐρῶ, ἐν κοιτῶνί τινι λανθανούσης, οὐδεὶς τὸ λοιπὸν ἀξιόλογος παρῆλθεν ἐπὶ τὴν τάξιν οὕτως ἀπερριμμένην καὶ μᾶλλον αἰσχύνην ἢ τιμήν τινα τῷ προσιόντι φέρουσαν. συγκατέπεσεν οὖν ἑαυτοῖς τὰ πράγματα καὶ προσευτελίσθη παρὰ πᾶσαν ἡ πρώτη καὶ ἀνίσχουσα τῶν ἀρχῶν, καθ' ὅντινα οὖν καιρὸν ἐπὶ τὴν αὐλὴν εὐτελῶς ἑλκομένη, τὸ πρὶν μηδέποτε, μή τί γε πάσης τῆς βουλῆς προτρεχούσης ἐν τοῖς λεγομένοις σιλεντίοις ἐπὶ τῆς αὐλῆς φαινομένη, κατὰ τὸ πρόσθεν εἰρημένον τελευταία μὲν πασῶν εἰσιοῦσα τῶν ἀρχῶν, πρώτη δὲ προϊοῦσα, τῆς βασιλέως εἰκόνος ἀντ' αὐτοῦ παραπεμπούσης αὐτήν· ἔνθεν τοῦ πρώτου τῶν λεγομένων σιλεντιαρίων ἀμισσιωνάλιος καλεῖται ἐξ ἑωθινοῦ πρὸς τῆς βασιλείας πρὸς αὐτὴν στελλομένου καὶ γονυπετῶς προτρέποντος ἐπὶ τὴν αὐλὴν παρελθεῖν, ἡ δὲ μόγις καὶ ἀπαξιοῦσα τὸν σκυλμὸν ἐκινεῖτο. 18 Ὑπόλοιπον περὶ τῆς τάξεως κατὰ λεπτὸν ἀφηγήσασθαι, πόσοις τε καὶ ποίοις συμπληροῦται καταλόγοις, ἔθη τε καὶ νόμους ἀπαριθμήσασθαι. πέπεισμαι γὰρ ἤδη μηδὲ μνήμην τινὰ σῴζεσθαι τῶν ἄρτι διαπεσόντων, ἀπαιδεύτων οἷα καὶ μηδεμίαν πεῖραν δικαστηρίου παρειληφότων ἐπεμβαινόντων τοῖς ποτε μόγις πρὸς τῶν ἐμπειροτάτων καὶ πρὸς γῆρας ἤδη σεμνοφανὲς ἀφικομένων μετ' εὐχῆς χειριζομένοις. νόμος γὰρ ἦν, οὐ ψιλὸς ἀλλ' ἐν γράμμασιν, μηδενὶ παντελῶς ἐπιτρέπων ἐπὶ τὸ τοῦ βοηθοῦ ἀναβαίνειν φρόντισμα πρὶν ἄν, γένους τε μετριότητι καὶ λόγων ἐλευθερίων παρασκευῇ κοσμούμενος καὶ ἔνατον ἐνιαυτὸν ἐπὶ τῆς δέλτου διαπρέψας, δι' ὅλης τε ἐλθὼν τῆς τῶν πραγμάτων 112 πείρας καὶ τὴν ἀπὸ τῆς νεότητος τόλμαν εἰς ἐπιείκειαν μεταβαλών, τιμῆς οὕτω σεμνῆς καὶ δύναμιν οὐ μικρὰν ἐχούσης καὶ κέρδος εἰς χιλίους ποτὲ συναγόμενον χρυσοῦς, ἄξιος εἶναι φανείη. 19 Ἀλλ' ἴσως τῶν ἀναγνωσομένων οἱ νουνεχέστεροι οὐκ ἔξω λόγου καταδραμοῦνται φήσοντες «τί δέ ποτε περὶ τῶν ἐπισήμων τῆς ἀρχῆς ὑποσχόμενος εἰπεῖν, μὴ καὶ βηξίλλων καὶ πελέκεων καὶ κλημάτων ἐμνημόνευσας, ταῦτα γὰρ ἦν τῷ ἱππάρχῳ τὸ πάλαι, ἀντ' ἐκείνου δὲ τὸν τῶν πραιτωρίων ὕπαρχον ὁ πρῶτος τῶν βασιλέων, ἤ τοι Καισάρων, ἐχειροτόνησεν;» ἦν μὲν οὖν, φημί, καὶ ταῦτα γνωρίσματα τῶν πραιτωρίων ὑπάρχων ἄχρι ∆ομιτιανοῦ, αὐτὸς δὲ Φοῦσκον τοὔνομα τῆς ἀρχῆς προστησάμενος ἐγγὺς ὅλην τὴν τῆς ἱππαρχίας μνήμην ἀπήλειψεν, μὴ πέλεκυν, μὴ βήξιλλα μηδὲ τὰ λεγόμενα κλήματα καταλιπών. τὸ γὰρ ἐπὶ τοῦ παρόντος τῷ πρίγκιπι κλῆμα φερόμενον οὐδὲν ἕτερον παρὰ τὴν προσηγορίαν διασῴζει τῆς ἀρχαιότητος· πάλαι γὰρ καὶ νῦν δὲ παρὰ