1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

37

μεγίστοις ποτὲ δικαστηρίοις καὶ μηδὲν παρὰ τὴν προσηγορίαν ἔχων λόγους ἔθετο πρὸς τὸν τότε τῆς τάξεως κορνικουλάριον, ὥστε πάροδον αὐτῷ δοῦναί τινα πρὸς τὰ πραττόμενα καὶ δόξαν οὕτως ἐτύπωσεν ὁ πρίγκεψ μίαν χρυσίου λίτραν καθ' ἕκαστον μῆνα προσφέρειν τῷ κορνικουλαρίῳ μετὰ τὸ πᾶσι τοῖς ἐκ τάξεως κατὰ συνήθειαν λαμβάνουσι μοῖράν τινα τῶν πόρων ἀμελλητὶ διδόναι τὰ εἰωθότα. τούτων οὕτως συντεθειμένων αὐτοῖς, λαμβάνων ὁ κατὰ καιρὸν κορνικουλάριος παρὰ τοῦ πρίγκιπος τὰς δώδεκα τοῦ χρυσίου λίτρας δίχα τινὸς ἐλλείμματος μετὰ πάσης τιμῆς παρεχώρει τῷ κρείττονι μᾶλλον τὴν τῶν μονομερῶν ἐντυχιῶν εἰσαγωγήν, φυλάξας ἑαυτῷ μετὰ τὴν ἐκ τοῦ βαθμοῦ καὶ τῶν ἄλλων κερδῶν προνομίαν τὸ πληροῦν δι' οἰκείας ὑποσημειώσεως τὰ πραττόμενα, οὐκ ἔλαττον χιλίων χρυσῶν πόρον αὐτῷ περιποιοῦντα. 25 «Τὰ δ' ἔνθεν οὐκέτ' ἂν φράσαι λόγῳ δακρύων δυναίμην χωρίς,» κατὰ τὸν Εὐριπίδου Πηλέα. πάντων γὰρ ἤδη πρότερον τούτων ὃν τρόπον καὶ τῶν ἄλλων ἀπολομένων, παραπέλαυσα καὶ αὐτὸς ἐγὼ τῆς κακοδαιμονίας τοῦ χρόνου, καταντήσας εἰς τὸ πέρας τῶν τῆς στρατείας βαθμῶν, μηδὲν παρὰ τὴν προσηγορίαν κτησάμενος. καὶ μάρτυρα τὴν ∆ίκην ἀληθεύων οὐκ ἐρυθριῶ ἐπικαλούμενος· ἕως ἑνὸς ὀβολοῦ οὐκ ἀπὸ τοῦ πρίγκιπος οὐκ ἀπὸ τῶν λεγομένων κομπλευσίμων οἶδα κομισάμενος. πόθεν γὰρ ἔμελλον λαμβάνειν, τῆς μὲν ἀρχαίας συνηθείας ἐχούσης ἑπτὰ καὶ τριάκοντα χρυσίνους παρέχεσθαι τῇ τάξει ὑπὲρ μονομεροῦς ἐντεύξεως πρὸς τῶν ὅπως οὖν εἰσβαλλόντων ἐν τοῖς τότε μεγίστοις δικαστηρίοις, τὸ δὲ λοιπὸν χαλκοῦ κάρτα μετρίου οὐ γὰρ χρυ 172 σίου ὥσπερ εἰς ἔλεον οἰκτρῶς καὶ οὐδὲ συνεχῶς ἐπιδιδομένου; ἢ ὅπως ὁ πρίγκεψ πρὸς τὰ πάλαι διδόμενα παρ' αὐτοῦ τῷ κατὰ καιρὸν κορνικουλαρίῳ συνωθεῖτο, μηδὲ εἰς μνήμην ψιλῆς γ' οὖν προσηγορίας ἀναφερόμενος, μηδὲ παρεῖναι τὸ λοιπὸν ὑπομένων τῷ δικαστηρίῳ, οὐδενὸς οὐδενὶ ἐν βαθμῷ στρατευομένου; ἐμοὶ δὲ μεταμέλει, ὀψίᾳ τοῦ καιροῦ τὸ προσῆκον ἀναλογιζομένῳ, ἀντὶ τίνος τοσοῦτον προσήδρευσα χρόνον τῷ δικαστηρίῳ, μηδὲν ἐξ αὐτοῦ πρὸς παραψυχὴν εὑραμένῳ· καὶ δικαίως ταῦτά μοι συμβέβηκεν εἰς ταύτην ἐμβαλόντι τὴν λειτουργίαν· ὥστε χαλεπὸν οὐδὲν τὴν ἐκ προοιμίων ἐπ' ἐμοὶ διελθεῖν ἄχρι τοῦδε τῷ λόγῳ διήγησιν. 26 Ἕνα καὶ εἰκοστὸν τῆς ἡλικίας ἄγων ἐνιαυτόν, ἐπὶ τῆς Σεκουνδιανοῦ ὑπατείας ἐκ τῆς ἐνεγκούσης με Φιλαδελφείας τῆς ὑπὸ τῷ Τμώλῳ καὶ ἐν Λυδίᾳ κειμένης παρῆλθον εἰς ταύτην τὴν εὐδαίμονα πόλιν· καὶ πολλὰ μεθ' αὑτῷ σκεψάμενος ἐπὶ τοὺς μεμοριαλίους τῆς αὐλῆς συνεῖδον ἐλθεῖν καὶ πρὸς στρατείαν ἀναζώσασθαι μετ' ἐκείνων. ὅπως δὲ μὴ τὸν ἐν μέσῳ χρόνον δόξαιμι ζημιοῦσθαι, εἰς φιλοσόφου φοιτᾶν διέγνων. Ἀγάπιος ἦν κατ' ἐκεῖνον τὸν χρόνον, περὶ οὗ Χριστόδωρος ὁ ποιητὴς ἐν τῷ Περὶ τῶν Ἀκροατῶν τοῦ μεγάλου Πρόκλου μονοβίβλῳ τέ φησιν οὕτως· «Ἀγάπιος πύματος μέν, ἀτὰρ πρώτιστος ἁπάντων,» παρ' ᾧ, τὰ πρῶτα τῶν Ἀριστοτελικῶν διδαγμάτων ἐπιών, ἔτυχον καί τινων ἐκ τῆς Πλατωνικῆς φιλοσοφίας ἀκροάσασθαι. ἡ δὲ Τύχη μᾶλλον εἰς ταύτην με παρωθῆσαι τὴν λειτουργίαν σκεψαμένη Ζωτικόν, πολίτην ἐμὸν καὶ χαίροντά μοι οὐ μετρίως, ἐπὶ τὴν ἐπαρχότητα τῶν πραιτωρίων ὑπὸ τῷ πάντων βασιλέων ἡμερωτάτῳ Ἀναστασίῳ προήγαγεν· ὃς οὐ πείθειν με μόνον ἀλλὰ 174 καὶ ἀναγκάζειν δυνάμενος τοῖς ταχυγράφοις τῆς ἀρχῆς συνηρίθμησεν, ἐν ᾗ καὶ Ἀμμιανὸν τὸν ἐπιεικέστατον, ἀδελφιδοῦν τῷ ἐμῷ πατρὶ γενόμενον, συνέβαινε διαφαίνεσθαι. 27 Ὅπως δὲ μὴ τυχὸν ῥᾳθυμήσω, πᾶσάν μοι κέρδους ὁδὸν ὁ ὕπαρχος ἔδειξεν, ὡς παρ' ὅλον τὸν τῆς ἀρχῆς χρόνον αὐτοῦ μέτριος δὲ ἦν καὶ βραχεῖ τὸν ἐνιαυτὸν ἐκβάς οὐκ ἐλάττους χιλίων χρυσῶν ἀποκερδᾶναι σωφρόνως. ὡς εἰκὸς οὖν εὐχαριστῶν ἐγὼ πῶς γὰρ οὔ; ἐγκώμιον βραχὺ πρὸς αὐτὸν διεξῆλθον. ὁ δὲ ἡσθεὶς ἀνὰ στίχον μὲν ἕκαστον χρύσινον ἀπὸ τῆς τραπέζης με κομίσασθαι παρεκελεύσατο, οἱ δὲ πρὸς τὸ βοηθεῖν ἀπὸ τοῦ λεγομένου ἀβ ἄκτις καλούμενοι, τὸ μήποτε γενόμενον, παρακαλοῦντες προσελάβοντό με εἰς πρῶτον χαρτουλάριον, ἑτέρων δύο μόνων, ἤδη γερόντων,