1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

41

κατεστήσατο τῶν φόρων ἄνδρας αἰδεσίμους καὶ περὶ λεπτότητα λογισμῶν παρασκευασαμένους. ἰδιωτικῷ τοίνυν σχήματι στελλόμενοι παρῆσαν ἐν τῷ δικαστηρίῳ, μηδὲν ἕτερον παρὰ τοὺς λογισμοὺς ἀνὰ χεῖρας ἔχοντες, σκρινιάριοι χρηματίζοντες, ἀντὶ τοῦ χαρτοφύλακες, ὅτι σκρινίον τὴν δρυφάκτην λάρνακα Ῥωμαῖοι καλοῦσιν, καὶ διέμεινεν ἡ προσηγορία παρ' αὐτοῖς μόνη. οὐ μὴν ἐν στρατείᾳ ἐτέλεσαν οὐδὲ τὴν ἰδιωτῶν τύχην ἐξῆλθον, ὡς αἱ παλαιαὶ διδάσκουσι μάτρικες. ἐπὶ δὲ Θεοδοσίου τοῦ πρώτου, ὡς εἶδον ἑαυτοὺς μὲν ἠμελημένους, τοὺς δὲ τῆς τάξεως διοικοῦντας τότε τὰ πράγματα, ἑαυτοὺς διαγράψαντες καὶ χρυσίον εἰς 188 φίλτρα διαθροίσαντες ἐδεήθησαν τῆς βασιλείας συναριθμηθῆναι τῇ τάξει. καὶ τυχόντες καὶ τὰς λεγομένας προβατωρίας πορισάμενοι εἰς μὲν ἀδιούτωρας, οἷον εἰ βοηθούς, ἀνηνέχθησαν ἴσα τοῖς ἄλλοις, τὸ δὲ Αὐγουσταλίων ὄνομα πριάμενοι τιμίως, ἄχρι Λέοντος ὡς εἰ μηδὲ στρατευόμενοι, ὅσον πρὸς τοὺς ἀπὸ τῆς τάξεως, ἐνομίσθησαν. οὐδὲ γὰρ οἶδεν αὐτοὺς ἡ Ῥωμαίων παλαιότης. ὅθεν, τῆς ἀρχῆς ἔτι καὶ νῦν ἐπὶ τοῦ βήματος προϊούσης, ἐξόπισθεν ὑποχωροῦντες παρέπονται, μόνης τῆς τάξεως στιχηδὸν διευθυνούσης τὸν ὕπαρχον. εἰκόνα οὖν τῷ βασιλεῖ ἀργυρήλατον ὅλην ἐπὶ κίονος ἀναστήσαντες τὸ πάλαι καλούμενον Πλακωτὸν πρὸς τῷ ὡρολογίῳ τῆς πόλεως διεκόσμησαν, ὡς ἐν τοῖς ἀρχαίοις τοῦ δημοσίου ἰνστρουμέντου ηὗρον ἱστορημένον. καὶ ἡ μὲν στήλη καθ' ἡμᾶς ἐπὶ τὰ χρειωδέστερα ἔργα τῆς πόλεως προεχώρησεν, ὁ δὲ κίων πρὸ τῆς ἐν τῷ λεγομένῳ Ἑβδόμῳ ἀγορᾶς ἀναστὰς τῇ τοῦ κρατίστου ἡμῶν βασιλέως εἰκόνι σεμνύνεται. 36 Ηὐξήθη δὲ λοιπὸν τὰ τῶν σκρινιαρίων ἀπὸ τῆς Ζήνωνος βασιλείας τοσοῦτον, ὅσον τὰ τῆς τάξεως ἔληξεν· πολλῶν μὲν γὰρ ἄλλων καὶ Πολυκάρπου δὲ ἀπ' αὐτῶν εἰς τὴν ἀρχὴν ἁρπασθέντος ὑπὸ τῷ Ἀναστασίῳ, εἶτα καὶ Μαρίνου τὴν ὅλην ἀναζωσαμένου τῶν πραγμάτων διοίκησιν, ὃς καὶ αὐτὸς εἷς τῶν τῆς Συρίας σκρινιαρίων ἐτύγχανεν, καὶ τὸ λοιπὸν οὐχ ἑτέρου ἢ αὐτῶν σχεδὸν καὶ μόνων τὴν ἀρχὴν ἐκδεχομένων, διὰ τὴν τῶν φόρων ἐλάττωσιν εἰς παντελῆ ἀπώλειαν τὰ τῆς τάξεως κατέστη. καγκελλάριοι γὰρ αὐτοὶ καὶ λογοθέται καὶ τῆς θείας καὶ γενικῆς τραπέζης διοικηταί, τῆς ἀρχαίας συνηθείας ἐχούσης μηδένα εἰς τὸ τοῦ λεγομένου καγκελλαρίου λειτούργημα ἢ μόνους τοὺς εὐδοκιμοῦντας ἐκ τῶν Αὐγουσταλίων καὶ ταχυγράφων παριέναι· ἐπεὶ καὶ δύο μόνους καγκελλαρίους τὸ δικαστήριον ἐγνώριζεν, οἷς καὶ χρύσινος εἷς καθ' ἡμέραν ἀπὸ τοῦ δημοσίου ἀφώριστο. ἡ δὲ αἰτία τῆς προσηγορίας ὧδε. 190 37 Τὸ πρὶν καθ' ὁμαλοῦ ἐν τοῖς δικαστηρίοις, ὥσπερ ἔτι καὶ νῦν ἐν τοῖς ἐπιχωρίοις ἐστίν, ἔρυμα καί, ὡς ἄν τις εἴποι «διαφραγμόν,» ξυλουργές, ἀπὸ σχιδάκων μακρῶν ἀντιπλαγιαζομένων ἐφ' αὐτοὺς καὶ διόπτρας ὀξυτελεῖς, καθάπερ δικτύου τινός, ἀποτελούντων, ἐπὶ μέσου διέτεινε τοῦ δικαστηρίου, χωρίζον τὸν ἄρχοντα τῶν ὑποδίκων· κάγκελλον αὐτὸ οἱ Ῥωμαῖοι καλοῦσιν ὑποκοριστικῶς, ἀντὶ τοῦ δικτύδιον, ὅτι πρωτοτύπως κάγκρους αὐτοὶ τὰ δίκτυα λέγουσιν, ὑποκοριστικῶς δὲ καγκέλλους. ἐπὶ τούτου τοῦ διατμήματος ἵσταντο δύο ἀφ' ἑκατέρας πλευρᾶς καγκελλάριοι, ἐκ τοῦ πράγματος ἐπιφημιζόμενοι· δι' ὧν, ἐπεὶ μηδεὶς ἐθάρρει ἀλλ' οὐδὲ συνεχωρεῖτο προσψαῦσαι τῷ βήματι, οἵ τε πρὸς ὑπογραφὴν χάρται τῇ ἀρχῇ προσεφέροντο ἥ τε τῶν ἀναγκαίων ἐγίνετο μήνυσις. ἀλλ' ἤδη πρότερον εἰς πλῆθος τοῦ ἀξιώματος ὑβρισθέντος, τὸ μὲν δημόσιον ἀνήρτησε τὴν ἐπίδοσιν, πάντες δὲ σχεδὸν οἱ ὅπως οὖν δικασπολίαν περικείμενοι καγκελλάριοι καθ' ἡμᾶς χρηματίζουσιν, καὶ οὐκ αὐτοὶ μόνον ἀλλὰ καὶ οἱ ἐν ταῖς ἐπαρχίαις χαλκολογοῦντες τὸ καγκελλαρίων περιάπτουσιν ἑαυτοῖς ἀξίωμα ὅπως αὐτοῖς τὰ τῶν ἐπαρχιῶν ἀδεῶς προσάγοιτο. 38 Τοιαῦτα μὲν τὰ περὶ τῆς συγχύσεως καὶ τοῦδε τοῦ σχήματος, τοῖς δὲ σκρινιαρίοις προστέθεινται καὶ οἱ τοῦ στρατιωτικοῦ, οἷον εἰ ἀννωνιακοῦ, προεστηκότες φροντίσματος· οὐχ ὅτι καὶ αὐτοὶ μέρος ἐτύγχανον τῆς παλαιᾶς ὄψεως τοῦ δικαστηρίου, ἀλλ' ὅτι, τῶν στρατηγικῶν παρωθηθέντων σκρινιαρίων, καὶ