1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

53

τὰ πραττόμενα πρὸς πλήρωσιν, ὥστε μηδὲν παρὰ τὸν νόμον γίνεσθαι, ἀλλ' αὐτὸς διὰ τῶν οἰκείων πληροῦσθαι τὰ σύμβολα ἐκέλευσεν, τῶν εἰωθότων παρέχεσθαι δαπανημάτων τοῖς ἁρμοδίοις πληρωταῖς αὐτὸς γινόμενος κύριος. εἶτα ἐκ τῆς μὴ κατὰ τὸ προσῆκον τολμωμένης τῶν χαρτῶν ἐκδόσεως μεγίστων ἀνισταμένων τοῖς ὑποτελέσι δυσχερῶν, αὐτὸς ἠγανάκτει καὶ θανάτους ἐπέφερε τοῖς οὐκ ἐπισταμένοις τὴν τῶν ἀνέδην καὶ ὡς ἔτυχεν ἀπολελυμένων χαρτῶν δύναμιν. καὶ νόμος ἐκράτησεν ἐξ ἐκείνου καὶ πάντες ὡς ἔτυχε καὶ γράφουσι καὶ πληροῦσι καὶ ἀπολύουσι τὰ παντελῶς αὐτοῖς ἀγνοούμενα, τὸ πρὶν μυρίοις κατησφαλισμένα τρόποις, τοῖς τε λεγομένοις κοττιδιανοῖς, οἷον εἰ ἐφημέροις, τοῦ ἀβ ἄκτις, τοῖς τε προσφόροις σκρινίοις καὶ αὐτοῖς δὲ τοῖς ἐξ αὐτῶν ἔχουσι τὸν πόρον. καὶ τί μακρηγορῶ; πάντα παντελῶς διαπέπτωκε μηδεμίαν ἐπίγνωσιν τῶν πρὶν κατορθωμάτων διασῴζοντα. 69 Οὕτως τοῦ μιαρωτάτου πολεμίου τῶν νόμων διαγενομένου, ἐπεστράφη θεός, ἐκδοῦναι τὸν αἴτιον τῶν κακῶν ταῖς ἰδίαις πράξεσι ψηφισάμενος, πείθων αὐτὸν ὡς «ἔστι ∆ίκη Νέμεσίς τε κακοῖς κακότητα φέρουσα.» τοῦ γὰρ ἠπιωτάτου βασιλέως μηδὲν τούτων ἐπισταμένου, πάντων δὲ διὰ τὴν ἄκρατον δυναστείαν, καίπερ ἀδικουμένων, συνηγορούντων τῷ πονηρῷ Καππαδόκῃ καὶ τοῖς πάντων ἐξοχωτάτοις ἐπαίνοις ἐπ' αὐτῷ παρὰ βασιλεῖ χρωμένων τίς γὰρ ἂν ἐτόλμησε καὶ μόνης ἐπαίνων χωρὶς μνησθῆναι τῆς αὐτοῦ προσηγορίας;, μόνη ἡ ὁμόζυγος γυνή, κρεῖττον τῶν ὄντων ὅτε δή ποτε ἐπὶ συνέσει καὶ συμπαθείᾳ τῶν ἀδικουμένων ἀγρυπνοῦσα, μὴ φέρουσα τὸ λοιπὸν περιορᾶν τὴν πολιτείαν βυθιζομένην, οὐ μετρίοις λόγοις ὡς τὸν βασιλέα ὁπλισθεῖσα διαβαίνει, ἅπαντα αὐτὸν τὰ τέως 242 διαλανθάνοντα διδάσκουσα, καὶ ὡς κινδυνεύοι οὐ τὸ ὑπήκοον μόνον ἐναπολεῖσθαι τοῖς κακοῖς ἀλλὰ καὶ αὐτὴν ἐγγὺς σαλεύεσθαι τὴν βασιλείαν. εἰκὸς οὖν ὁ βασιλεύς, καλὸς ὢν καὶ πρὸς ἀμύνην τῶν κακῶν βραδύς, ἀμηχάνοις ἀπορίαις εἴχετο, μηδὲ ἀποκινεῖν τὸν καταστροφέα τοῦ πολιτεύματος εὑρίσκων. οὕτως ἔτυχεν, οἷα κακῶς ταράξας τὰ πράγματα καὶ τοὺς φόρους ἀπορίᾳ καὶ συγχύσει ἀδιακρίτῳ σκοτώσας, ἀλλήλαις τὰς λεγομένας ἐπινεμήσεις ἐμμίξας, ὡς μηδέποτε πέρας αὐτῷ γενέσθαι τῆς ἀρχῆς μηδέ τινα τῶν ἀπὸ τῆς βουλῆς ἢ ὅλως τοῦ δικαίου πέρι ἀγρυπνοῦντα τολμᾶν ἐπιλαβέσθαι τῆς διοικήσεως. ἐπεκούρει δὲ ὅμως τοῖς ὑπηκόοις ὁ βασιλεὺς καθ' ὅσον ἀνθρώποις δυνατόν. 70 Οἱ δὲ ὑποτελεῖς, τὸ λοιπὸν οὐκ οὔσης αὐτοῖς οὐδὲ ἀφεθείσης περιουσίας διὰ τὰς συνωνὰς καὶ ἀγγαρείας καὶ τοὺς ἐξ αὐτῶν πόνους, γυναικῶν τε σὺν ἐπιμαζίοις βρέφεσιν ἀχθοφορουσῶν καὶ διακομιζουσῶν τὰ εἴδη ἐκ μεσογείου μακρᾶς ἐπὶ θάλασσαν, ἀνελεεῖς καὶ ἄταφοι ἐπὶ τῆς ὁδοιπορίας θάνατοι, τῶν τε τοὺς δασμοὺς πραττομένων πολυτρόπους καὶ πολυσημάντους ἐφόδους αἰτούντων κηνσουάλια, ὁλογραφικά, βουλευτικά, ὁμόδουλα, ὁμόκηνσα, ἀφαντικά, ἐγκαταλελειμμένα, πολιτικά, ταμιακά, δηπουτᾶτα, ῥεκολλᾶτα, ῥελεγᾶτα, ῥεφοῦσα, κερατισμούς, ῥοπάς, παραλλαγάς, τόκους, ἐνδοματικά, μητατωρικὰ καὶ μετὰ τὴν τούτων ἀνελεῆ φόρων ἀπαίτησιν ἐπὶ τοῦ νομίσματος ἄλλων μυρίων, ὥσπερ ἐξ ὕδρας, ἀνισταμένων κακῶν τοῖς ὑποτελέσιν ὑπεράνω, μεριτικῶν, σουφφραγίων, [............]ίμων, κο 244 μιτατησίων, μονοπτέρων, μοναστικῶν, ἀπημελημένων, λευκοχρύσων, καὶ τὸ πέρας τὰς ἐνιδρυμένας ἀεὶ στρατιὰς καὶ τῶν ὑπερμαχούντων τὰς κατ' αὐτῶν τῶν προνοουμένων λαφυραγωγοὺς ἁρπαγὰς βίας τε καὶ φθορὰς τῶν παραπορευομένων διὰ τῶν ἐπαρχιῶν στρατευμάτων ὅσα κατὰ τὸ ἀναγκαῖον ἐπὶ τοὺς πολέμους ὁρμᾶν συμβαίνει, δι' ὃ κουφοτέραν τὴν ἐπιδρομὴν τῶν βαρβάρων τῆς ἐπιστασίας τῶν οἰκείων τὸ ὑπήκοον ἑαυτῷ συλλογίζεται. διὰ ταύτας τοίνυν τὰς αἰτίας, μᾶλλον δὲ περιστάσεις, τὰς ἐνεγκούσας αὐτοὺς ἀπολείποντες ἅπαντες καὶ ῥᾳθυμεῖν μᾶλλον ἢ κάμνειν σωφρόνως ἐθέλοντες, οἷα μηδὲ συγχωρούμενοι, τὴν βασιλέως πόλιν ὄχλων ἀχρήστων ἐνεφόρησαν· καὶ πολὺς ἦν ὁ νόμος πρὸς ἀπειρίαν πταισμάτων τῷ πλήθει συνεκτεινόμενος, ὥστε καὶ τοὺς τὸ πρὶν ἠμελημένους ἄρχοντας προαγαγεῖν,