1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

20

χρόνου δῆθεν· ὑφ' ἑαυτῷ δὲ τάξας τὸν σύμπαντα στρατόν, δέδωκε τοῖς μετ' αὐτὸν ἢ δι' ἑαυτῶν πλὴν εἰ μή γε τὸ τρυφᾶν προτιμῷεν ἢ διὰ στρατηγῶν, ὧν ἂν θέλωσιν, ἢ δι' ὑποστρατήγων, τῶν παρὰ Ῥωμαίοις λεγομένων ληγάτων, τοὺς ἐνισταμένους διεργάζεσθαι πολέμους, μόνῳ τῷ ἱππάρχῳ, ὃς ἦν αὐτῷ Λέπιδος μοναρχοῦντι, καταλείπων μετὰ μείζονος αὐθεντίας τὴν δύναμιν· ὃν μετ' αὐτὸν Ὀκταβιανὸς Καῖσαρ, ὡς εἴρηται, ὕπαρχον ἑαυτῷ οὐ τῆς αὐλῆς μόνης ἀλλὰ μὴν καὶ στρατιᾶς ἁπάσης καὶ πολιτικῆς τάξεως, ἣν οὐκ εἶχε πρότερον, ἀναδείξας, ὡς βραχὺ παρατραπείσης τῆς λέξεως ἐξ ἀφυλάκτου συνηθείας, ἀντὶ ἱππάρχου ὕπαρχος προσηγορεύθη. καὶ ἐπὶ μὲν τῆς Ῥώμης ἐφ' ἧς καὶ μόνης τὴν αὐλὴν παλάτιον καλεῖσθαι νόμος ὕπαρχος τοῦ Καίσαρος ἐνόμιζεν, οἷον εἰ δεύτερος μετ' ἐκεῖνον, ἐπὶ δὲ τῶν κάστρων οὕτω δὲ τὰς ἐν πολέμῳ παρεμβολὰς Ῥωμαίοις ἔθος καλεῖν πραίφεκτος πραιτωρίῳ, οἷον εἰ προεστηκὼς τοῦ πραιτωρίου· τὸ γὰρ στρατηγικὸν ἐπὶ ξένης κατάλυμα πραιτώριον ἐκείνοις ἔδοξεν ὀνομάζειν, κἂν εἰ τυχὸν αὐτὸν τὸν Καίσαρα αὐλίζεσθαι 92 ἐπ' ἐκείνου συμβαίνει. ηὗρον δὲ καὶ στερεὰν αἰτίαν ἧς ἕνεκα τῇ τοῦ ἐπάρχου προσηγορίᾳ καὶ τὸ τῶν πραιτωρίων προστίθεται γνώρισμα, ὡς εἶναι τὴν ἀρχὴν τῶν πρός τι καὶ μὴ δοκεῖν ἀσήμαντον ἔχειν τὴν ἐξοχήν, συνώνυμον δὲ τῷ πολιάρχῳ, ὃν καὶ αὐτὸν ὕπαρχον ὀνομασθῆναι προδεδήλωται, πραίτωρα οὐρβανὸν τὸ πρὶν προσαγορευόμενον. Τράγκυλλος τοίνυν τοὺς τῶν Καισάρων Βίους ἐν γράμμασιν ἀποτείνων Σεπτικίῳ, ὃς ἦν ὕπαρχος τῶν πραιτωριανῶν σπειρῶν ἐπὶ αὐτοῦ, πραίφεκτον αὐτὸν τῶν πραιτωριανῶν ταγμάτων καὶ φαλάγγων ἡγεμόνα τυγχάνειν ἐδήλωσεν. ὥστε οὐ μόνον ἄν τις λάβοι τὸν ὕπαρχον τῆς αὐλῆς, ἣν καὶ πραιτώριον πολλαχοῦ καλουμένην κατὰ τὸν ἑνικὸν ἀριθμὸν ἐδηλώσαμεν ἀλλὰ μὴν καὶ κατὰ τὸν πληθυντικὸν καλῶς ὠνομασμένον· οὐ μόνον γὰρ λέγεται πραίφεκτος πραιτωρίου ἀλλὰ καὶ πραιτωρίων, οἷον εἰ ἡγεμὼν τῶν πραιτωριανῶν, ὑπακουομένου ταγμάτων ἢ σπειρῶν ἢ στρατευμάτων ἢ δυνάμεων. 7 Αἰτίας μὲν οὖν ἄν τις τοιαύτας οὐκ ἔξω λόγου ἐπὶ τῆς προσηγορίας τῆς ἀρχῆς ἀποδοίη, ἥτις καθάπερ ὠκεανός τις τῶν πραγμάτων τῆς πολιτείας ἐστίν, «ἐξ ἧσπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.» σπινθῆρες γάρ τινες ὥσπερ ἀφθάρτου πυρὸς αἱ λοιπαὶ τῆς πολιτείας ἀρχαὶ ἐκείνης, τῆς ἀληθῶς ἀρχῆς τῶν ἀρχῶν, δείκνυνται οὖσαι. οὐδὲ γὰρ εἶναι ἂν ἄνευ ἐκείνης δύναιντό ποτε, καθ' ὃν δὲ μηδὲ αὐταὶ μηδὲ μὴν αἱ τελοῦσαι ὑπ' αὐτὰς ὡς ἂν εἰ τάξεις τινὲς συνεστάναι δύναιντο, μὴ τὴν δαπάνην αὐταῖς τε καὶ τοῖς σὺν αὐτῶν ἡγουμένοις χορηγούσης τῆς ἐπαρχότητος. ὃν γὰρ τρόπον τις σκεῦος μέγιστον ἐξ ἀργυρίου πεποιημένον οὐκ ἐξ ἑαυτοῦ ἀλλ' ἐκ προγόνων ἔχει κεκτημένος, 94 εἶτα πρὸς πενίαν ὑποσυρόμενος καταλύει μὲν τὸ σκεῦος, ὀλίγα φροντίσας ἰσχύος τε καὶ κάλλους, πολλὰ δὲ καὶ ἀσθενῆ ἐξ αὐτοῦ σκευΰφια κατασκευάζων πολὺν ἄργυρον ἐξ εὐτελείας ἢ μέγιστον ἐξ ἑνὸς καὶ ἀρχαῖον ἔχειν φαντάζεται· οὕτως, τῆς μεγίστης ἀρχῆς καταλυομένης, πολλαί τινες καὶ τάχα περιτταὶ ἀνέφυσαν ἀρχαί, μᾶλλον τῆς Τύχης ἀπαρεσθείσης τῷ ποιητῇ εἰπόντι «οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω.» οἱ μὲν γὰρ λεγόμενοι στρατηλάται τὴν τῶν κομίτων ἔχουσιν ἐκ τῆς ἀρχαιότητος καὶ μόνην τιμήν ταύτῃ καὶ κομιτιανοὺς τοὺς δευτεροστρατηλατιανοὺς ἡ παλαιότης οἶδεν· κόμιτας δὲ τοὺς φίλους καὶ συνεκδήμους Ἰταλοὶ λέγουσι καὶ κομιτᾶτον ἁπλῶς τὴν βασιλέως συνοδίαν, ἡ δὲ τοῦ λεγομένου μαγίστρου φροντὶς ἀρχὴ μὲν οὐκ ἔστιν οὕτως ἐγκεκριμένη, μεγίστη δὲ ὅμως, καὶ ἐγγὺς τῆς ὑπάρχων ἀνίπταται τιμῆς τε καὶ δυνάμεως· περὶ ἧς πρὸς τῷ τέλει τῆσδε τῆς ἱστορίας ἐρῶ· δεῖ γὰρ αὐτὴν νεωτέραν οὖσαν μὴ ταῖς πρεσβυτέραις τῶν ἀρχῶν συναριθμεῖν, δοῦναι δὲ αὐτῇ χῶρον, ὃν ὁ χρόνος αὐτῇ παρεχώρησεν. 8 Ἐξῄρηται δὲ ὅμως καὶ πάσας ἀναβέβηκε τὰς ἀρχὰς ἡ ὕπατος τιμὴ καὶ τῇ μὲν δυνάμει τῆς ἐπαρχότητος μείων, τῇ δὲ τιμῇ μείζων. ἡ μὲν γὰρ τὴν ὅλην διέπει πολιτείαν, οἴκοθεν μὲν οὐδὲν παρέχουσα, τὸ δὲ δημόσιον διοικοῦσα· ἡ δὲ πλοῦτόν τε βαθὺν οἴκοθεν νιφάδων δίκην