1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

8

ὑποκοριστικῶς τίτουλον ἀπὸ τοῦ πρώτου Τίτου τὴν προγραφὴν τῆς εὐγενείας ἐκάλεσαν καὶ Τίτους τοὺς ἐκ προγόνων εὐγενεῖς, ὥς φησι Πέρσιος ὁ Ῥωμαῖος. 20 Τοιαῦτα μέν τινα περὶ τῶν ἀξιωμάτων, πάσης δὲ τιμῆς πρώτην ἐλογίζοντο οἱ τῆς Ῥώμης εὐπατρίδαι τὴν ἀπὸ τῶν χαρισμάτων εὐφημίαν· καὶ ὅσῳ πλείους εἶχον τοὺς οἰκειουμένους αὐτοῖς τοσούτῳ μείζονα τὴν εὐδοξίαν παρὰ τοὺς ἐλάττονας ἔχοντας ἐλογίζοντο. καὶ μάρτυς ὁ Ῥωμαῖος Ἰουβενάλιος, εἰπὼν 34 καὶ ὑπατειῶν καὶ θριάμβων καὶ τῶν ἐν πολέμοις ἀνδραγαθημάτων πρώτην γενέσθαι τοῖς ἀρχαίοις τὴν ἀπὸ τῶν χαρισμάτων εὔκλειαν. τοὺς δὲ οἰκειουμένους αὐτοῖς κλιέντης, ἀντὶ τοῦ κολιέντης κατ' ἀντίστοιχον, πατρίως ἐκάλουν, οἷον εἰ τιμῶντας καὶ ἀγαπῶντας αὐτούς, σὺν πάσῃ τιμῇ καὶ μετριότητι τὰς δωρεὰς χαριζόμενοι, ὥστε φιλοτιμίας τὰς τῶν φίλων τιμὰς ὀνομάζειν. οὐδεὶς δέ, τυχὼν οἰκειώσεως εὐπατρίδου, ἔχρησεν ἑτέρου τὸ λοιπὸν πρὸς τὴν τοῦ ὅλου βίου παραμυθίαν, αἶσχος οἰομένων αὐτῶν καὶ τῆς οἰκείας τύχης ἀπόστασιν εἴ πού τις τῶν φίλων αὐτοῖς εἰς ἑτέρου κατέστη χρείαν. καὶ τουτουῒ ἴχνος ἀμαυρὸν ἕως ἄρτι παρὰ Ῥωμαίοις ἐφυλάττετο. περὶ γὰρ τὴν Ὀστίαν πόλις δέ ἐστιν ἐπὶ τῶν ἐκβολῶν τοῦ Θύβριδος κειμένη ἀπέστελλον οἱ τῆς Ῥώμης λογάδες τοὺς οἰκειοτάτους, καθάπερ τι θήραμα καλόν, τοὺς ἀναγομένους ξένους λαμβάνοντας πρὸ τῶν ἄλλων ἄγειν ὡς αὐτούς, πρὸς πάσης ἀφθονίας ἐπίδοσιν ἀνεῳχθεισῶν ἅπασι τῶν αὐλείων θυρῶν τῆς οἰκίας τοῦ μείζονος, μηδενὸς φύλακος ἢ θυρωροῦ διακωλύοντος τοῖς δεομένοις τὴν εἴσοδον, αὐτῶν τῶν εὐπατριδῶν σὺν γαμεταῖς καὶ τέκνοις προφαινομένων τοῖς ξένοις καὶ θαρρεῖν ἀξιούντων τοὺς οὐδέποτε ὀφθέντας αὐτοῖς. διῆλθε δὲ ὅμως καὶ ἐπὶ τὴν καθ' ἡμᾶς Ῥώμην ἡ τοιαύτη φιλανθρωπία καὶ τὸ λοιπὸν οὐκ ἔστη, τῶν ἐν ἡμῖν ἐνδόξων ἄχρις ἑαυτῶν τὴν ὑπεροχὴν τῆς τύχης ἐνδεικνυμένων.

ΠΌΘΕΝ ∆ΙΏΝΥΜΟΙ ΚΑῚ ΤΡΙΏΝΥΜΟΙ ΚΑῚ ἜΤΙ ῬΩΜΑΙ͂ΟΙ 21 Καὶ πρὸ Ῥωμύλου δὲ ἄν τις εὕροι Σιλβίους τοὺς βασιλέας τῆς χώρας

ἐπονομαζομένους ἀπὸ Σιλβίου Αἰνείου τοῦ ἀπὸ Αἰνείου τοῦ πρώτου. ἐν γὰρ ταῖς ὕλαις τὰς οἰκήσεις ἔχοντες οἱ πρὶν καὶ τὸν νομαδικὸν τιμῶντες βίον Σιλβίους σφᾶς σεμνυνόμενοι προσηγόρευον, μηδὲ αὐτῶν βασιλέων ἀπαξιούντων νέμειν ἀγέλας καὶ χρήματα συλλέγειν αὐτῶν· ὅθεν καὶ πεκουνίας κατ' 36 αὐτοὺς τὰ χρήματα καλοῦσιν. ταύτῃ καὶ κύνας παρέπεσθαι Εὐάνδρῳ ποτὲ τῷ Τεγεάτῃ ἡ παλαιότης οἶδεν. καὶ οὐ μόνον ἀνδράσι τὸ Σιλβίων ἐπώνυμον ἀλλὰ καὶ γυναιξὶν ἐπετίθετο, ὡς Ῥέᾳ Σιλβίᾳ καὶ Ἰλίᾳ Σιλβίᾳ. μετὰ δὲ τὴν τῆς Ῥώμης γένεσινκαὶ τὴν ἁρπαγὴν τῶν Σαβίνων πρῶτος ὁ βασιλεὺς Νουμᾶς διώνυμος ἐχρημάτισεν, Πομπίλιος Νουμᾶς προσαγορευόμενος· ὧν τὸ μὲν Ῥωμαίων, τὸ δὲ Σαβίνων ἐπώνυμον ἦν. οὐδὲ γὰρ πρὸ αὐτοῦ εὕροι ἄν τις Ῥωμύλον ἤ τινα ὅλως πρὸ τῆς Σαβίνων πρὸς Ῥωμαίους συναφείας παρὰ τὴν οὖσαν αὐτῷ κυρίαν προσηγορίαν κτησάμενον. 22 Καὶ τότε μὲν σπουδὴ καὶ κόσμος ἦν ἐκείνοις τῇ ἐξ ἑκατέρας γενεᾶς σεμνύνεσθαι προσηγορίᾳ, προϊὼν δὲ ὁ χρόνος ἐπωνυμίας εἰσήγαγε καινάς, νῦν μὲν ἀπὸ Τρωϊκῆς εὐγενείας, νῦν δὲ ἀπὸ τῶν λεγομένων Ἀβοριγίνων καὶ αὐτοχθόνων τῆς χώρας καὶ γὰρ ἴσμεν Κέθηγον ἐξ ἐκείνων τῶν γηγενῶν ἕλκειν τὸ γένος ἀξιοῦντα, γυμνὸν ἐσθῆτος, μόνης αὐτῷ τόγης τραχείας περὶ τοῖς στέρνοις κειμένης, ἐπ' ἀγορᾶς γινόμενον, καίτοι βουλευτικοῖς ὠγκωμένον γνωρίσμασιν, εἶτα δὲ καὶ ἀπὸ τρόπου ἢ διαθέσεως, ὡς Πούπλιος Βαλέριος Πουπλικόλας, ὧν αἱ μὲν δύο ἐπωνυμίαι τὴν ἐκ Ῥωμαίων, ὡς ἔφην, καὶ Σαβίνων παρεδήλουν λαμπρότητα, ἡ δὲ τρίτη τὴν ἐκ τῆς περὶ τὸν δῆμον στοργῆς ἐδείκνυ διάθεσιν. καὶ τάχα χρειῶδες ἀντὶ πολλῶν μετρίων ἐπιμνησθῆναι τοιουτωδῶν περιττωμάτων· οὐδὲ γὰρ σχολὴν ἄγω περὶ ταύτην ἀπραγῆσαι τὴν ζήτησιν, ἱκανὴν οὖσαν καθ' ἑαυτὴν καὶ μόνην μεγίστας ἀπασχολῆσαι βίβλους. 23