1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

42

τούτων συνέβη ἀποτελεσθῆναι τὸν κατάλογον. τῇ δὲ βασιλέως ἀρετῇ τὸ πρὸς ἄλλων ἐπηρείας ἐξηυρῆσθαι νομισθὲν εἰς λυσιτελοῦν καλῶς διοικούμενον ἀπεδείχθη. τοῦ γε μὴν σιτωνικοῦ ἀνέκαθεν ὑπὸ τὴν πολιαρχίαν τελοῦντος, δυνάμει δὲ καὶ αὐθεντίᾳ τοῦ βδελυροῦ Καππαδόκου, περὶ οὗ μικρὸν ὕστερον ἐρῶ, ἀφαιρεθέντος, προσδεῖν γὰρ ᾤετο τοῖς κατὰ τῶν ἐπαρχιῶν 192 ἀδικήμασιν αὐτοῦ καὶ αὐτὴν τὴν βασιλέως πόλιν ὑπαγαγεῖν, μόνος Γαβριήλιος πολιαρχῶν ἀποκατέστησεν ἐκεῖνο τῷ δικαστηρίῳ· πέφυκε γὰρ ὁ βασιλεύς, καλὸς ὢν καὶ ἐλεύθερος, ἐρυθριᾶν τοὺς γένει καὶ βίῳ καὶ φιλοτιμίᾳ ζηλοῦντας αὐτὸν κατὰ δύναμιν. αὐτοῦ δὲ Γαβριηλίου τὴν ἀρχὴν ἀποθεμένου, αὖθις πρὸς τὸ μεῖζον ἡ φροντὶς τῆς εὐθηνίας δικαστήριον ἐπανῆλθεν, ὡς δῆλον ἄντικρυς πᾶσιν ἀποδειχθῆναι ὅτι Γαβριηλίῳ κατ' ἀξίαν χαίρων ὁ βασιλεὺς ἐνδέδωκεν. ἔδει γὰρ αὐτόν, ἄνδρα ἀγαθὸν ὄντα καὶ ταῖς ἀρεταῖς ἀσύγκριτον, τὸ πλέον εὑρεῖν παρὰ βασιλεῖ τιμῶντι δικαιοσύνην τε καὶ θεοφιλίαν καὶ γένους λαμπρότητα. 39 Ὑπόλοιπον ἄρα τυγχάνει τὰς αἰτίας τῆς ἐλαττώσεως καὶ τῆς τοσαύτης τῶν πραγμάτων παραλλαγῆς ἀποδοῦναι. κἂν εἰ τυχὸν αὐτὴν τὴν ἀρχὴν ἑαυτῆς καὶ μείζονα καὶ κλεινοτέραν τῇ βασιλέως ἀγρυπνίᾳ ἔτι καὶ νῦν ἔστι συνιδεῖν οὐδὲ γὰρ μέλος ἐστὶ τῆς ὅλης πολιτείας ὃ μὴ καθ' ὅλου εἰς ὕψος τε ἅμα καὶ δύναμιν ἰσχυρὰν ὁ βασιλεὺς μετὰ καλοῦ ἀνέστησεν, περινοστῶν ἅμα καὶ περιθεώμενος, μήτε τῶν ἀνέκαθεν ὑπαρξάντων αὐτῇ γνωρισμάτων ὃ μὴ μετὰ προσθήκης τῶν ἀρετῶν ὑπολάβοι, ἀλλ' ὅτι ὁ χρόνος, λυμαντικὸς ὢν κατὰ φύσιν, τὰ πολλὰ τῶν τῆς πειθομένης τῇ ἀρχῇ τάξεως χρειώδη ἅμα καὶ κόσμια ἢ παντελῶς ἔσβεσεν ἢ τοσοῦτον ἐνήμειψεν, ὡς ἴχνος ἀμυδρὸν τῶν ποτε θαυμαζομένων τὸ λοιπὸν διασῴζειν, τῆς μὲν ἀρχῆς ἐν τῇ σφετέρᾳ δυνάμει συνισταμένης, τῆς δὲ τάξεως, νῦν μὲν ἐκ τῶν ἐκείνης παραλλαγῶν, νῦν δὲ ἐκ τῶν οἰκείων ῥᾳθυμιῶν, εἰ μὴ θεὸς καὶ βασιλεὺς οὗτος ὁ πάντα καλὸς ἐπεκούρει, ἐγγὺς εἰς παντελῆ κατάλυσιν ὀλισθαινούσης. εἰ δέ που τυχὸν τῷ περὶ τὴν κοινὴν ἐλευθερίαν ζήλῳ τινὸς τῶν μὴ κατὰ σκοπὸν τῆς βασιλέως καλοκἀγαθίας τὰς ἀρχὰς διανυσάντων δριμύτερον ἠρέμα προϊὼν ὁ λόγος καθάψεται, μὴ ταῖς ἀρχαῖς αὐταῖς ἀλλὰ τοῖς οὐ προσηκόντως ἀποχρησαμένοις αὐταῖς τὴν ἀγανάκτησιν οἱ σωφρόνως εἰς τὰ πράγματα βλέποντες ἀναγέτωσαν. οὐδὲ γὰρ τοὺς κακοὺς ἐλέγχειν μόνον ὁ λόγος ἐτόλμησεν, ἀλλὰ καὶ τοὺς ἀγαθούς, 194 εἰ καὶ μὴ κατ' ἀξίαν, ἐκόσμησεν. οὕτω γὰρ ὑβρίζειν μὲν τὴν ἐλευθερίαν καὶ σπαράττειν τοὺς ὑπηκόους οἱ τὸν ὅρον τῆς ἀρχῆς ἀγνοοῦντες ἐντραπήσονται, οἵ τε ζηλοῦντες τὴν βασιλέως πραότητα καὶ πρὸς τὰς ἄλλας ἀρετὰς αὐτοῦ ὀξεῖ τῷ δρόμῳ σπουδάσουσιν, καιρὸς δὲ ἄρα τὴν ἀφήγησιν διελθεῖν καὶ τὰς αἰτίας εἰπεῖν, ὧν ἕνεκα τὰ τῆς τάξεως ἐπὶ τοσαύτην ἐναλλαγὴν κατηνέχθη. 40 Κωνσταντίνου, ὥσπερ ἔφην, μετὰ τῆς Τύχης τὴν Ῥώμην ἀπολιπόντος καὶ τῶν δυνάμεων ὅσαι τὸν Ἴστρον ἐφρούρουν ἐπὶ τὴν κάτω Ἀσίαν ψήφῳ τοῦ βασιλέως διασπαρεισῶν, Σκυθίαν μὲν καὶ Μυσίαν καὶ τοὺς ἐξ ἐκείνων φόρους ἐζημιώθη τὸ δημόσιον, τῶν ὑπὲρ Ἴστρον βαρβάρων, μηδενὸς ἀνθισταμένου, κατατρεχόντων τὴν Εὐρώπην· τῶν δὲ πρὸς τὴν ἕω δασμῷ οὐ μετρίως βαρηθέντων, ἀνάγκη γέγονε τὸν ὕπαρχον μηκέτι μὲν τῆς αὐλῆς καὶ τῶν ἐν ὅπλοις ἄρχειν δυνάμεων τῆς μὲν τῷ λεγομένῳ μαγίστρῳ παραδοθείσης, τῶν δὲ τοῖς ἄρτι προελθοῦσι στρατηγοῖς ἐκτεθεισῶν, ἀλλ' οὖν ὕπαρχον τῆς ἀνατολῆς χρηματίζειν. διεσύρη δὲ οὐδὲν ἧττον θανατῶσα καθ' ἑκάστην ἡ τῆς ἀρχῆς δυναστεία ἄχρι τῆς Ἀρκαδίου, τοῦ πατρὸς Θεοδοσίου τοῦ Νέου, βασιλείας· ἐφ' οὗ συμβέβηκεν Ῥουφῖνον τὸν ἐπίκλην ἀκόρεστον, ὃς ἦν ὕπαρχος αὐτῷ, τυραννίδα μελετήσαντα τοῦ μὲν σκοποῦ ὑπὲρ λυσιτελείας τῶν κοινῶν ἐκπεσεῖν, εἰς βάραθρον δ' ἀχανὲς τὴν ἀρχὴν καταρρῖψαι. αὐτίκα μὲν γὰρ ὁ βασιλεὺς τῆς ἐκ τῶν ὅπλων ἰσχύος ἀφαιρεῖται τὴν ἀρχήν, εἶτα τῆς τῶν λεγομένων φαβρικῶν, οἷον εἰ ὁπλοποιϊῶν, ἐξουσίας, τῆς τε τοῦ δημοσίου δρόμου φροντίδος καὶ τῆς ἑτέρας αὐθεντίας δι' ὧν τὸ λεγόμενον συνέστη