1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

47

ἀφορμῆς οἱ Πέρσαι Ῥωμαίοις ἐπετέθησαν, κατὰ σμικρὸν ἐπὶ τὰς Συρίας καὶ Καππαδοκίας ἐκχεόμενοι, ὡς δῆθεν ἀδικούμενοι καὶ τὴν ὑπὲρ τῶν κοινῶν γενομένην 214 δαπάνην κατὰ τὸ ἐπιβάλλον Ῥωμαίοις ἀποστερούμενοι, ὥστε Σποράκιον τὸν πρῶτον ὑπὸ Θεοδοσίου τοῦ μείζονος ἐκπεμφθῆναι διαλεχθησόμενον Πέρσαις· ὁ δὲ δυνάμει τε χρημάτων καὶ συνέσει λόγων ἐγγὺς ἔπειθε Πέρσαις, Ῥωμαίων ὥσπερ χαριζομένων αὐτοῖς, ὑποφόρων Ῥωμαίων ἡσυχάζειν καὶ φίλους εἶναι. καὶ ταῦτα ἕως τοῦ καθ' ἡμᾶς Ἀναστασίου διεσύρη λαλούμενά τε καὶ τυπούμενα καὶ ἁπλῶς ἠρτημένα. ἐπὶ δὲ αὐτοῦ, Κωάδου τοῦ γέροντος ὅλην Περσίδα κατὰ Ῥωμαίων ἄγοντος, γίνεται πόλεμος. καὶ χειρὶ μὲν νικᾶν οἱ Ῥωμαῖοι δυνάμενοι, ἀσωτίᾳ δὲ καὶ τρυφῇ Ἀρεοβίνδου τοῦ τελευταίου ἦν γὰρ φιλῳδὸς καὶ φίλαυλος καὶ φιλορχήμων καὶ ἀπειρίᾳ καὶ δειλίᾳ Πατρικίου καὶ Ὑπατίου τῶν στρατηγῶν, ἠλαττώθησαν μὲν τὸ πρότερον, ἐξαπίνης τῶν Περσῶν ἐπιχεθέντων, τὸ δὲ λοιπὸν τούς τε Πέρσας διωξάντων καὶ Ἄμιδαν ἁλοῦσαν ῥυσαμένων αὖθις, ὁ Πέρσης λόγους ἐκίνησε πρὸς Κέλερα, ὃς ἦν μάγιστρος τῶν θείων ὀφφικίων τῷ Ἀναστασίῳ, περὶ Βιραπαράχ, ὡς προέφαμεν, καὶ τῆς κατὰ μόνας ὑπὸ Περσῶν γενομένης περὶ αὐτοῦ δαπάνης. καὶ πέρας ἔσχεν ἡ φιλονεικία, μετρίων τινῶν ὑπὸ Ἀναστασίου χαρισθέντων Κωάδῃ· τὸ γὰρ μεγαλόφρον Ἀναστασίου καὶ εὐμέθοδον εὐσεβῶς τὴν ὑπὲρ εἰρήνης ζημίαν ὑπέμενεν. τοιοῦτος μὲν οὖν ὁ περὶ τῶν Κασπίων πυλῶν τοῖς Ῥωμαίων συγγραφεῦσιν ὁ λόγος. Ἀρριανὸςἐπὶ τῆς Ἀλανικῆς Ἱστορίας, καὶ οὐχ ἥκιστα ἐπὶ τῆς ὀγδόης τῶν Παρθικῶν, ἀκριβέστερον διεξέρχεται, αὐτὸς τοῖς τόποις ἐπιστὰς οἷα τῆς χώρας αὐτῆς ἡγησάμενος ὑπὸ Ἀδριανῷ τῷ χρηστῷ. τοιούτους γὰρ ἄρχοντας ἐκεῖνος ἔσχεν, οἳ τοῖς τε λόγοις τοῖς τε ἔργοις εἰς τοσαύτην εὔκλειαν τήν τε πολιτείαν ἀνέστησαν. 216 54 Τοιούτων μὲν περὶ Πέρσας, μυρίων δὲ ἄλλων πολέμων ἀναπτομένων, τὸ λοιπὸν λογικοῖς πάροδος οὐκ ἦν ἐπὶ τὴν ἐπαρχότητα. «ἔδει δὲ χρημάτων, καὶ οὐδὲν ἦν ἄνευ αὐτῶν πραχθῆναι τῶν δεόντων.» ὅπως δὲ μηδὲν τῶν πρὸς ἀνατροπὴν τῆς πρόσθεν εὐπραγίας παροφθείη, σάλοι σκιρτῶντες καὶ διϊστῶντες τὴν γῆν ῥιζόθεν τὴν Σελεύκου Ἀντιόχειαν κατέαξαν, τῷ ὑπερκειμένῳ βουνῷ τὴν πόλιν σκεπάσαντες, ὡς μηδεμίαν διαφορὰν ὄρους καὶ πόλεως ἀπολειφθῆναι τῷ χωρίῳ, νάπην δὲ τὸ πᾶν καὶ σκοπέλους, οἳ πάλαι τὸν Ὀρόντην παρολισθαίνοντα τῇ πόλει ἐσκίαζον. χρυσίον οὖν ἄπειρον ἐχρῆν ἐπομβρίσαι τὴν ἐπαρχότητα πρὸς ἐκφορὰν τέως τῶν ἀπὸ τοῦ πτώματος ἐξογκωθέντων καὶ εἰς ἠλίβατον δυσχωρίαν ἀνοιδησάντων χωμάτων· οὐδὲ γὰρ ἦν ἀσφαλὲς τὴν Σύρων πρωτεύουσαν παριδεῖν ἐρριμμένην εἰς ἔδαφος. ὡς δὲ κόπῳ πολλῷ καὶ χρημάτων ἀφθονίᾳ καὶ τεχνῶν συνεργείᾳ ὥσπερ ἐρεβόθεν ἡ πόλις ἀνεφύετο, Ἰουστίνου τέλος λαβόντος, Χοσρόης ὁ κακοδαίμων διὰ τῆς Ἀραβίας ἐμπεσὼν σὺν ἀπείρῳ στρατιᾷ ταῖς Συρίαις αὐτὴν μὲν τὴν ἄρτι καταπεσοῦσαν, εὐχείρωτον αὐτῷ φανεῖσαν ὡς ἄφρακτον λαβὼν πολέμῳ κατέφλεξεν, φόνον ἄπειρον ἐργασάμενος, τοὺς δὲ ἀνδριάντας, οἷς ἐκοσμεῖτο τὸ ἄστυ, σὺν πλαξὶ καὶ λίθοις καὶ πίναξιν ἁπλῶς ἀναρπάσας ὅλην εἰς Πέρσας Συρίαν ἀπήλασεν. γεωργὸς δὲ οὐκ ἦν, οὐχ ὑποτελὴς τῷ δημοσίῳ λοιπόν, καὶ δασμὸς μὲν οὐκ εἰσεφέρετο τῇ βασιλείᾳ, τὸν δὲ στρατιώτην ἀποτρέφειν ὁ ὕπαρχος ἠναγκάζετο καὶ πάσας τὰς συνήθεις ἐπιδιδόναι τῇ πολιτείᾳ δαπάνας, οὐ μόνον τοὺς ἀπὸ Σύρων φόρους ζημιούμενος, οἳ καὶ μόνοι ῥοπὴν τοῖς κρατοῦσιν ἐποίουν, ἀλλ' ἔτι καὶ προσεπιδιδόναι δαπάνας ἀριθμοῦ κρείττονας συνωθούμενος περί τε τὰς ἀλούσας τῶν πόλεων περί τε τοὺς συντελεῖς, εἴ πού τινας τὰ Περσῶν δεσμὰ διαφυγόντας ἐμπλανᾶσθαι ταῖς ἐρημίαις τῶν πάλαι θαυμαζομένων χωρίων συνέβαινεν. 218 55 Τοιούτοις κλύδωσι τοῦ πολιτεύματος καὶ θυέλλαις κακῶν ῥιπταζομένου, ἀντίρροπον προὔθηκεν ἡ Τύχη τῆς πάλαι ῥᾳθυμίας τὴν ἐμμέλειαν, Ἰουστινιανὸν τὸν πάντων βασιλέων ἀγρυπνότατον ἐπιστήσασα τοῖς κοινοῖς, ὃς ζημίαν τῆς οἰκείας