1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

3

δὲ τοῦ πολισμοῦ μέχρι τῆς ἐκβολῆς τῶν ῥηγῶν διέδραμεν ἔτη τρία καὶ τεσσαράκοντα καὶ διακόσια. οἱ δὲ τῶν ὑπάτων ἄχρι Καίσαρος τοῦ πρώτου ἐνιαυτοὶ ε ἢ κατ' ἐνίους ἕξ καὶ ξ καὶ υ. ἀπὸ δὲ Καίσαρος ἕως Κωνσταντίνου διαγέγονεν ἔτη τριακόσια ἑβδομήκοντα πέντε· ἐξ αὐτοῦ δὲ ἄχρι τῆς Ἀναστασίου τοῦ βασιλέως τελευτῆς ἔτη σκδ πρὸς μησὶν ἑπτά, ἐξ ὧν ἄν τις ἐννέα ἐξέλοι ἐνιαυτούς, οὓς ἐπὶ τῆς ἱερᾶς Ῥώμης ἔτυχε βασιλεύσας Κωνσταντῖνος. συνάγεται δὴ ἀπὸ τοῦ πολισμοῦ τῆσδε τῆς εὐδαίμονος πόλεως πέντε καὶ δέκα καὶ διακόσια ἔτη πρὸς μησὶν ἑπτά. συνέλοι οὖν ἄν τις ἀπὸ Αἰνείου ἕως τῆς Ἀναστασίου τοῦ χρηστοῦ τελευτῆς τοὺς πάντας ἐνιαυτοὺς ἓξ καὶ τεσσαράκοντα πρὸς ἑπτακοσίοις καὶ χιλίοις πρὸς μησὶν ἑπτά, ὡς Ἕλληνες οἴονται κατὰ πάντας τοὺς ἑκατέρας φωνῆς συγγραφέας. τούτων οὕτως ἡμῖν σὺν ἀληθείᾳ τεθέντων, καιρός ἐστιν περὶ τῶν ἀρχῶν, ὡς εἴρηται, τοῦ καθ' ἡμᾶς διαλαβεῖν πολιτεύματος. 3 Ῥωμύλος τοίνυν ὀκτὼ πρὸς τοῖς δέκα ἔτεσι γεγονὼς σὺν τῷ ἀδελφῷ Ῥέμῳ τὴν μητέρα τῆς βασιλείας Ῥώμην ἐδείματο. ὄνομα δὲ τῆς ἀρχῆς αὐτῶν, ὃ Ἰταλοὶ λέγουσι ῥήγιον, οἷον τυραννικόν· οὐδὲ γὰρ βασιλείας Ῥωμαϊκῆς ἐννόμου ἐστὶ σημαντικόν, ὥς τινες ὑπολαμβάνουσιν, τὸ ῥήγιον ὄνομα· ὅθεν οὐκέτι μετὰ 12 τὴν ἐκβολὴν τῶν ῥηγῶν παρὰ Ῥωμαίοις καίτοι βασιλευομένοις ἐχρημάτισεν. ἕτερον γὰρ τὸ τῆς ἐννόμου βασιλείας καὶ ἕτερον τὸ τυραννίδος καὶ ἄλλο τὸ τῆς αὐτοκρατορίας ἀξίωμα· καὶ ὅπως, διὰ βραχέων ἐρῶ. βασιλεύς ἐστιν ὁ τῶν ἑαυτοῦ ὑπηκόων πρῶτος ψήφῳ ἐπιλελεγμένος ἐπὶ βάθραν τινὰ ὥσπερ καὶ κρηπῖδα, τύχης κρείττονος ὑπὲρ τοὺς ἄλλους λαχών· ὡς Σοφοκλῆς περὶ Αἴαντος εἶπεν ἔχειν αὐτὸν βάθραν τῆς ἀγχιάλου Σαλαμῖνος. ἴδιον δὲ βασιλέως ἐστὶ τὸ μηδένα καθ' ἅπαξ τῶν τοῦ πολιτεύματος νόμων σαλεύειν ἀλλ' ἐγκρατῶς τὴν ὄψιν τῆς ἑαυτοῦ πολιτείας βασιλείᾳ διατηρεῖν· καὶ μηδὲν μὲν κατ' αὐθεντίαν ἔξω τῶν νόμων πράττειν, τὸ δὲ τοῖς ἀρίστοις τοῦ πολιτεύματος συναρέσκον ψήφοις οἰκείαις ἐπισφραγίζειν, πατρὸς ἅμα καὶ ἡγεμόνος στοργὴν περὶ τοὺς ὑπηκόους ἐνδεικνύμενον, ὁποῖον ἡμῖν θεὸς καὶ καιροῦ δεξιότης ἐχαρίσατο. ἀλλ' οὐχ οὕτως ὁ τύραννος τοὺς ὑπ' αὐτῷ πεσόντας διαθήσεται, πράξει δὲ κατ' ἐξουσίαν ἀλόγως εἴ τι καὶ βούλεται, μηδὲ νόμους τιμᾶν ἀξιῶν, μηδὲ γράφειν μετὰ βουλῆς ἀνεχόμενος, ταῖς δὲ οἰκείαις ὁρμαῖς ἐξαγόμενος. ἔστι γὰρ βασιλέως μὲν τρόπος ὁ νόμος, τυράννου δὲ νόμος ὁ τρόπος. 4 Τὸ γὰρ τῶν Καισάρων, ἤ γ' οὖν αὐτοκρατόρων, ἐπώνυμον οὐδὲ βασιλείας ἀλλ' οὐδὲ τυραννίδος ἐστὶ σημαντικόν, αὐταρχίας δὲ μᾶλλον καὶ αὐθεντίας τοῦ διοικεῖν τοὺς ἐξανισταμένους κατὰ τῶν κοινῶν θορύβους ἐπὶ τὸ κάλλιον ἐπιτάττειν τε τῷ στρατεύματι πῶς ἂν δέοι μάχεσθαι τοῖς ἐναντίοις· ιμπεραρε γὰρ τὸ «ἐπιτάττειν» παρ' Ἰταλοῖς λέγεται, ἔνθεν ἰμπεράτωρ. ὅτι δὲ βασιλείας οὐκ ἔστι σημαντικὸν τὸ αὐτοκράτορος ἢ Καίσαρος ὄνομα, δῆλον ἄντικρυς τῷ καὶ τοὺς ὑπάτους καὶ μετ' ἐκείνους τοὺς Καίσαρας τὸ τῶν λεγομένων ἰμπερατώρων ἀξίωμα τῆς ἐπωνυμίας λαβεῖν. οὐδὲ γὰρ ἐπισήμοις τυραννικοῖς φαίνεται χρησαμένη ἡ τῶν Και 14 σάρων ἀρχή, ἁλουργίδι δὲ μόνῃ, τὴν Ῥωμαίων βουλὴν ἀναβαίνουσα καὶ τὰς ἐν ὅπλοις δυνάμεις αὐτοκρατῶς, ὡς ἔφην, ἰθύνουσα, ταύτῃ καὶ πρίγκιπας αὐτοὺς ἐκάλεσαν Ῥωμαῖοι, οἷον εἰ πρώτην κεφαλὴν τῆς πάσης πολιτείας. τὸ γὰρ Καίσαρος ὄνομα γένους ἐστὶ δεικτικὸν ἀπὸ τοῦ πρώτου Καίσαρος, ὥσπερ Φαβίων καὶ Κορνηλίων καὶ Φλαυΐων καὶ Ἀνικίων, τούτου πρότερον παρὰ βαρβάροις ηὑρημένου. Αἰγύπτιοι μὲν γὰρ ἀπὸ τοῦ πρώτου Φαραῶνος τοὺς σφῶν βασιλέας ἐπεφήμιζον Φαραῶνας, καὶ Πτολεμαίους ἀπὸ τοῦ πρώτου. ἐφυλάχθη οὖν παρὰ Ῥωμαίοις ἡ τοιαύτη τῶν Καισάρων εὐταξία ἄχρι ∆ιοκλητιανοῦ, ὃς πρῶτος στέφανον ἐκ λίθου τιμίας συγκείμενον τῇ κεφαλῇ περιθεὶς ἐσθῆτά τε καὶ τοὺς πόδας ψηφώσας ἐπὶ τὸ βασιλικὸν ἤ, τἀληθὲς εἰπεῖν, ἐπὶ τὸ τυραννικὸν ἔτρεψεν, ἀνεμετρήσατό τε τὴν ἤπειρον καὶ τοῖς φόροις ἐβάρυνεν. 5 Ὥστε τύραννος ἦν ὁ Ῥωμύλος, πρῶτον μὲν τὸν ἀδελφὸν ἀνελὼν καὶ τὸν μείζονα, καὶ πράττων ἀλόγως