1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

32

ἦν ἐμφορουμένους αὐτοὺς ἀπαξιοῦν αὖθις ἐπὶ τὴν δέλτον καὶ τὴν ἐξ ἀκερδείας ἐπιείκειαν ἀναστρέφειν. ἔνθεν ἐκ δεήσεως αὐτῶν νόμος πρὸς Ἀρκαδίου τίθεται θεσπίζων, ἰδιάζον καὶ πάντη κεχωρισμένον σύστημα τριάκοντα τὸν ἀριθμὸν ἀνδρῶν ἤδη πρότερον ἐν τῷ βοηθεῖν διαφαινομένων συστῆσαι τὴν ἐπαρχότητα πρὸς ὑπηρεσίαν ἑαυτῇ· οὐδὲ γὰρ εὐχερὲς ἦν τὸ τηνικαῦτα, τῶν βασιλέων ἅμα τῇ βουλῇ δίκας ἀκροωμένων, τοὺς πάντας ἄριστα ὑπηρετεῖν· ὥστε καὶ πεντεκαίδεκα ἐξ αὐτῶν τῶν πεπανωτέρων πείρᾳ τε καὶ τῷ χρόνῳ κρειττόνων πρὸς ὑπογραφὴν τοῖς βασιλεῦσιν ἀφορισθῆναι, οὓς ἔτι καὶ νῦν δηπουτάτους καλοῦσιν, οἳ τοῦ τάγματος τῶν Αὐγουσταλίων πρωτεύουσιν· οὔπω γὰρ ἦν τὸ τῶν ἄρτι παραφυέντων ἀ σηκρήτις ὄνομα, μετρίων σφόδρα τῶν χρηματικῶν ζητήσεων οὐσῶν, τῶν μὲν ἔμπροσθεν βασιλέων ἐπὶ τοὺς πολέμους ὁρμώντων, καὶ τῶν τὰς ἐπαρχίας ἰθυνόντων τοῖς νόμοις ἀλλ' οὐ ταῖς κλοπαῖς προσαγρυπνούντων. τῷ δὲ συστήματι τῶν 148 εἰρημένων τριάκοντα ἀνδρῶν τὴν τῶν Αὐγουσταλίων ὁ νόμος ἔθετο προσηγορίαν, οὐ καινὴν οὐδὲ πρόσφατον, τὴν δὲ τοῦ πρώτου τῶν βασιλέων ὀνομασίαν ἀνακαλεσάμενος, ὅς, ὡς πολλάκις ἔφαμεν, πρῶτος τὴν ἐπαρχότητα συστησάμενος τῶν πραιτωρίων τοὺς ὑπ' αὐτῇ τελοῦντας Αὐγουσταλίους ἐκ τῆς οἰκείας προσηγορίας καλεῖσθαι διώρισεν.

ΠΕΡῚ ΤΩ͂Ν ΠΡΙΜΙΣΚΡΙΝΊΩΝ ΚΑῚ ΤΗ͂Σ ἈΡΧΑΊΑΣ ΤΩ͂Ν ΧΑΡΤΩ͂Ν ἘΚ∆ΌΣΕΩΣ 11 Τῶν πλείστων, τάχα δὲ πάντων, τῶν ἰχνῶν ἀπαλιφέντων τῆς ἔμφρονος

παλαιότητος, οὐκ ἔξω δακρύων ἄν τις διατελῶν ὑπομείνοι, γιγνώσκων ἐκ τῶν ὑποκειμένων, ὅπως ἀντείχετο τὸ πρὶν ὁ νόμος τῆς τῶν ὑπηκόων ἐλευθερίας, καὶ ὅσων κατὰ σμικρὸν ἀγαθῶν ἐκ τῆς τῶν ἀρχομένων κακοδαιμονίας ὁ καθ' ἡμᾶς χρόνος ἐξέπεσεν. ἔθος ἀρχαῖον ἦν μηδὲν ἔξωθεν πράττεσθαι τοῦ τῆς ∆ίκης Ἱεροῦ ὃ καλεῖται Σήκρητον, οἷον εἰ ἀτάραχον καὶ σιγῇ σεμνόν, καὶ ὁποῖον οὐκέτι κατ' οὐδένα τρόπον, ὅπως μή τι πρὸς ὕβρεως ἢ βλάβης τῶν συντελῶν ἁμαρτηθείη. μετὰ δὲ τὴν ἔνθεσμον τῶν ψήφων ἀπόφασιν νόμος ἦν τοὺς συνεδρεύοντας τῇ ἀρχῇ, ἄνδρας νομικωτάτους, ἀναγινώσκοντας πρῶτον τὰς ψήφους καὶ ὑποτάττοντας τῷ λεγομένῳ σχεδαρίῳ τὸ παρ' Ἰταλοῖς καλούμενον ῥέκηνσον, ἀντὶ τοῦ ἀντιβολήν, διδόναι πρὸς ὑπογραφὴν τῆς ἀρχῆς τοῖς εἰς τοῦτο τεταγμένοις καγκελλαρίους αὐτοὺς ἐν τοῖς δικαστηρίοις ἐπιφημίζουσιν, περὶ ὧν πρὸς πέρας ἐρῶ· εἶτα ἐκεῖθεν πρὸς τῶν σηκρηταρίων ἐμμελῶς ἀναγινωσκομένου τοῦ λεγομένου καθαροῦ οὕτω τε ἀπολυομένου τῷ λιτιγάτωρι, οἷον εἰ δίκης ἕνεκα παραφυλάττοντι, 150 σύνοψιν ὁ σηκρητάριος ἐποιεῖτο τῆς τοῦ πεπραγμένου δυνάμεως τοῖς Ἰταλῶν ῥήμασι καὶ ταύτην ἐτήρει παρ' ἑαυτῷ πρὸς κώλυμα τολμηρᾶς προσθήκης ἢ ὑφαιρέσεως. οὗ δὴ γενομένου, λαβὼν ὁ πράξας καὶ τῆς ἀκριβείας θαυμάσας τὸ δικαστήριον παρῄει πρὸς τοὺς πριμισκρινίους τάξοντας ἐκβιβαστὴν τοῖς ἀποπεφασμένοις· οἱ δὲ διὰ τῶν βοηθεῖν αὐτοῖς τεταγμένων, ἀνδρῶν καὶ διδασκάλοις αὐτοῖς πράγματα περὶ λόγων ζητήσεις παρεχόντων, ἐπλήρουν, ἐπὶ τοῦ νώτου τῆς ἐντυχίας γράμμασιν αἰδοῦς αὐτόθεν ἁπάσης καὶ ἐξουσίας ὄγκῳ σεσοβημένως πρὸς τὴν προσηγορίαν τοῦ πληρωτοῦ προσγράφοντες. 12 Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται τὴν τοῦ νόμου συνιέντι δύναμιν καὶ ὅπως πάσης ἡμᾶς ἀρετῆς ἀφείλετο καταξαίνων ὁ ∆αίμων. ὑποπτεύων γὰρ ὁ νόμος, καὶ οὐκ ἔξω λόγου, τῶν ποριζομένων τὰς ψήφους πρὸς τοὺς πληρωτὰς αὐτῶν τὰς καθ' ὧν προσφέροιντο αὐθάδεις ὁμονοίας αὐστηροῖς καὶ ποινὰς ἀπειλοῦσι ῥήμασι παραγγέλλεσθαι διώρισε πρὸς τῶν ὑπηρετουμένων τῇ δίκῃ τοὺς ἐγχειριζομένους, καὶ ταῦτα γράφεσθαι πρὸς ἐντροπὴν τῶν πάντα τολμώντων ἐν ταῖς ἐπαρχίαις ἐκβιβαστῶν. ἐπιτρέπων γὰρ ὥσπερ ὁ βοηθὸς τοῖς πρωτεύουσι τοῦ τάγματος, ἐν ᾧ συνέβαινε καταλέγεσθαι τὸν ἐπὶ τὴν πλήρωσιν τῶν ψήφων