1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

43

μαγιστέριον. ὡς δὲ δύσεργον ἦν ἀποτρέφειν μὲν τὸν ὕπαρχον ἀνὰ τὰς ἐπαρχίας τοὺς δημοσίους ἵππους καὶ τοὺς αὐτοῖς ἐφεστῶτας, ἑτέρους δὲ κεκτῆσθαι τὴν ἐπ' αὐτοῖς ἐξουσίαν καὶ διοίκησιν, νόμος ἐτέθη θεσπίζων, ἀντέχεσθαι μὲν τὸν ὕπαρχον τῆς τοῦ δημοσίου δρόμου φροντίδος, τὸν πρῶτον μέντοι τῶν φρουμεν 196 ταρίων πρίγκιπα αὐτὸν σήμερον τοῦ μαγίστρου καλεῖσθαι συμβαίνει παρεῖναι διὰ παντὸς τῷ δικαστηρίῳ τοῦ τῶν πραιτωρίων ὑπάρχου καὶ πολυπραγμονεῖν καὶ τὰς αἰτίας ἐξερευνᾶν ὧν ἕνεκα πολλοὶ ποριζόμενοι παρὰ τῆς ἀρχῆς τὰ λεγόμενα συνθήματα τῷ δημοσίῳ κέχρηνται δρόμῳ ταύτῃ καὶ κουριῶσος ὠνομάσθη, ἀντὶ τοῦ περίεργος· καὶ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες ὅσοι κἀν ταῖς ἐπαρχίαις τοῖς δημοσίοις ἐφεστήκασιν ἵπποις, προσυπογράφοντος τοῖς ἐπὶ τῷ δρόμῳ συνθήμασι καὶ τοῦ λεγομένου μαγίστρου. ὅτι δὲ οὕτως, αὐτῆς δυνατὸν ἀκοῦσαι τῆς διατάξεως, ἐν μὲν τῷ παλαιῷ Θεοδοσιανῷ κειμένης, ἐν δὲ τῷ νεαρῷ παροφθείσης. 41 Οὕτως οὖν ὥσπερ δι' ὑποβάθρων τινῶν καταφερομένης τῆς ἀρχῆς, τοὺς μὲν στρατιωτικοὺς καταλόγους ἔταξεν ἡ βασιλεία ὑπὸ τοῖς τότε καλουμένοις κόμισιν καὶ στρατηγοῖς, τὰς δὲ ἐν τῷ παλατίῳ τάξεις ὑπὸ τῷ πρωτεύοντι τῶν δυνάμεων τῆς αὐλῆς, ὃν καὶ αὐτὸν ἄρχοντα οὐ μικρόν, καθάπερ τοὺς λεγομένους στρατηλάτας, αἱ τῆς ἐπαρχότητος ἐλαττώσεις ἀπετέλεσαν. τὰ γὰρ πολυτελῆ τῶν οἰκοδομημάτων καταλυόμενα πολλοῖς ἐπαρκεῖ πρὸς οἰκοδομήν. καὶ ἕως μὲν τοὺς βασιλέας ἐπεξιέναι δι' ἑαυτῶν τοῖς πολέμοις συνέβαινεν, εἶχέ τινα ἡ ἀρχή, εἰ καὶ μὴ τοσαύτην, πλὴν ὑπὲρ πάσας τὰς ἄλλας ἰσχύν τε καὶ δύναμιν· ἐξ ὅτε δὲ συνέβη τελευταῖον Θεοδόσιον νέον κομιδῇ τῆς βασιλείας ἐπιλαβέσθαι καὶ κατὰ τὴν τοῦ πατρὸς νομοθεσίαν μὴ συγχωρεῖσθαι τοῖς πολέμοις παρεῖναι, καὶ τούτου νόμῳ γενικῷ κωλυθέντος ἀπολέγοντι βασιλεῖ Ῥωμαίων ὁρμᾶν ἐπὶ πόλεμον, εἰκότως τοῖς μὲν στρατηγοῖς τὰ τῶν πολέμων, τῷ δὲ μαγίστρῳ τὰ τοῦ παλατίου γέγονε χώρα, ὡς μηδὲν ἕτερον ἔχειν τὸ λοιπὸν τὴν ἐπαρχότητα ἢ μόνον τὴν ἐπὶ ταῖς δαπάναις φροντίδα, ἣν εἰκός ἐστι γενέσθαι κατὰ τὸ ἀναγκαῖον περί τε τοὺς ἐξ αὐτῆς παραφυομένους ἄρχοντας καὶ περὶ ἐκείνους γε μήν, ὧν αὐτοὶ δῆθεν ἐτάχθησαν ἄρχειν. 198 42 Εἰ δέ τις καὶ τοὺς ἐκ τῶν προρρήσεων στοχασμούς, οὕς τινες καλοῦσι χρησμούς, ἐν ἀριθμῷ λόγων παραλαβεῖν ὑπομένοι, πέρας ἔλαβε τὰ Φοντηΐῳ τῷ Ῥωμαίῳ ῥηθέντα ποτέ· φησὶ γὰρ ἐκεῖνος καὶ στίχους τινὰς δοθέντας δῆθεν Ῥωμύλῳ ποτὲ πατρίοις ῥήμασιν ἀναφέρει τοὺς ἀναφανδὸν προλέγοντας, τότε Ῥωμαίους τὴν Τύχην ἀπολείψειν ὅτε αὐτοὶ τῆς πατρίου φωνῆς ἐπιλάθωνται. καὶ τὸν μὲν λεγόμενον χρησμὸν τοῖς Περὶ Μηνῶν γραφεῖσιν ἡμῖν ἐντεθείκαμεν, πέρας δὲ μᾶλλον ἔσχε τὰ τοιαῦτα μαντεύματα. Κύρου γάρ τινος Αἰγυπτίου, ἐπὶ ποιητικῇ ἔτι καὶ νῦν θαυμαζομένου, ἅμα τὴν πολίαρχον ἅμα τὴν τῶν πραιτωρίων ἐπαρχότητα διέποντος, καὶ μηδὲν παρὰ τὴν ποίησιν ἐπισταμένου, εἶτα παραβῆναι θαρρήσαντος τὴν παλαιὰν συνήθειαν καὶ τὰς ψήφους Ἑλλάδι φωνῇ προενεγκόντος, σὺν τῇ Ῥωμαίων φωνῇ καὶ τὴν Τύχην ἀπέβαλεν ἡ ἀρχή. νόμον γὰρ ἀντιγράφειν ὁ βασιλεὺς ἀνεπείσθη πάσης ἀφαιρούμενον ἐξουσίας τὴν ἐπαρχότητα. ἡ γὰρ ἄρτι καὶ κουφίσαι φόρους καὶ σιτήσεις καὶ φῶτα καὶ θέας καὶ ἀνανεώσεις ἔργων αὐθεντοῦσα ταῖς πόλεσιν ἐπιδοῦναι οὐκ ἤρκεσε τὸ λοιπὸν οὐδὲ ἐτόλμησε μικρᾶς γ' οὖν τινος παραψυχῆς ἐκ τῶν δημοσίων μεταδοῦναί τινι. ὁ δὲ καθ' ἡμᾶς ∆ημοσθένης, ὃς καὶ αὐτὸς ὕπαρχος ἦν, οὐδὲ μετὰ κέλευσιν τῆς βασιλείας γραμμάτων, χωρὶς εἰ μὴ πραγματικὸς ἠργάσατο νόμος, ἄδειαν ἔχειν τὴν ἐπαρχότητα ἐπιδοῦναι τοῖς ὑπηκόοις, κατεπράξατο, μὴ μόνον αὐτὸς εὖ ποιῆσαι τοὺς ὑποτελεῖς παραφυλαξάμενος, ἀλλὰ καὶ ἄλλοις τὸ λοιπὸν ἀποκλείσας. τῆς δὲ ἀρχῆς ἤδη καὶ αὐτὴν τὴν ἐπιπόλαιον ὄψιν ζημιωθείσης, ἠκολούθησε τοῖς τὰς δίκας λέγουσιν ἐκκλήτους εὐτελίσαι τὸ δικαστήριον παρὰ τὸ πάντη κεκωλυμένον. καὶ νόμῳ τοῦτο διωρίσθη· οὐ γὰρ 200 ὑπέμεινεν ἡ βασιλέως πραότης τοῖς δικαζομένοις τὴν ἀπὸ τῆς ἐφέσεως περικόπτειν ἐλπίδα, ἣν προθεωροῦντες οἱ δικάζοντες ἴσως ἀδεκάστως εἰς