1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

2

ταγμάτων τε καὶ ὀνομάτων καὶ βαθμῶν καὶ τῶν λεγομένων τειρώνων. ΙΓ ὀγδόη προαγωγὴ οἱ πραίτωρες, καὶ ὅτι ὁ τῆς πόλεως καθ' ἡμᾶς ὕπαρχος εἷς ἐτύγχανε τῶν πάλαι πραιτώρων, φύλαξ πόλεως χρηματίζων. Ι∆ ἐνάτη προαγωγὴ ὁ τῶν νυκτῶν ὕπαρχος. ΛΟΓΟΣ Β

Α περὶ Καίσαρος καὶ τῶν Καίσαρος ἐπισήμων. Β περὶ Αὐγούστου, καὶ ὅτι πρῶτος αὐτὸς ἐκβαλὼν τὴν ἵππαρχον ἐξουσίαν τὴν πραιτωριανὴν ἐπαρχότητα προεβάλετο. Γ περὶ τῶν βασιλικῶν στολῶν. ∆ περὶ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ τῆς πειθομένης αὐτῷ τάξεως· περὶ τῶν ἐπισήμων τῆς ἐπαρχότητος καὶ τῶν αὐτῆς μεγίστων δικαστηρίων· ὅτι οὐκ ἦν ἀνέκαθεν πραιτώριον ὡρισμένον τῇ πρώτῃ τῶν ἀρχῶν. Ε περὶ τοῦ μαγίστρου, καὶ τίνα πρῶτον προαχθῆναι ἡ ἱστορία ἀναφέρει· ὅτι οἱ καθ' ἡμᾶς λεγόμενοι μαγιστριανοὶ τὸ πρὶν φρουμεντάριοι ἐκαλοῦντο. 8 ς περὶ τοῦ ἐπάρχου Σκυθίας καὶ τοῦ Ἰουστινιανοῦ πραίτωρος καὶ τοῦ μαγίστρου τῶν κήνσων καὶ τοῦ κυαισίτωρος, καὶ ὅτι οὐ πρώτως αἱ ἀρχαὶ αὖται ἐπενοήθησαν, ἀλλ' ἠμελημέναι ἀνεκλήθησαν. Ζ περὶ τῆς τάξεως τῶν ἐπάρχων καὶ τῶν ἐν αὐτῇ καταλόγων, ἠθῶν τε καὶ σχημάτων καὶ γραμμάτων καὶ τῶν ἄλλων τῆς ἀρχαιότητος γνωρισμάτων καὶ ἐκ ποίων αἰτιῶν ἠμέληται. Η διὰ τί τὸν ποταμὸν νῦν μὲν Ἴστρον, νῦν δὲ ∆ανούβιον συμβαίνει προσαγορεύεσθαι· πῶς Πέρσαις πολεμητέον κατὰ τοὺς τακτικούς. Θ πότε καὶ τίνος χάριν ἐξηυρέθη τὸ τῶν σκρινιαρίων σῶμα· πόθεν εἰσηνέχθη τὸ τῶν καγκελλαρίων ὄνομα καὶ διὰ τί οὕτως ὠνομάσθησαν· ἐκ ποίων αἰτιῶν ὑπεσύρη ἡ τάξις, καὶ ὅτι Ἀναστάσιος ὁ βασιλεὺς διὰ Μαρίνου αἴτιος τούτου. Ι πόθεν ∆ουρράχιον ἡ πάλαι Ἐπίδαμνος. ΙΑ ὑποτύπωσις τῆς Ἀναστασίου βασιλείας. ΙΒ διὰ τί Πέρσαι Ῥωμαίους παρὰ τὴν παλαιότητα χρυσίον ἐφ' ἑκάστης ὥσπερ ὀφειλόμενον εἰσπράττουσιν· περὶ τοῦ πτώματος Ἀντιοχείας τῆς πρὸς ∆άφνην καὶ τῆς Περσῶν ἐφόδου. ΙΓ περὶ τῆς εὐτυχεστάτης βασιλείας Ἰουστινιανοῦ τοῦ ἀηττήτου βασιλέως, καὶ ὅσοις ἀγαθοῖς τὰ Ῥωμαίων ἐκόσμησεν, καὶ ὅπως ἐν βραχεῖ Λιβύην ὅλην Ῥωμαίοις ἀπέσωσεν. Ι∆ περὶ τῶν παρὰ τὴν βασιλέως εὐμένειαν οὐ καλῶς τοῖς πράγμασιν ἀποχρησαμένων, ῥᾳστώνῃ δὲ συζησάντων· ἐν ᾧ καὶ περὶ ἀσωτίας καὶ τοῦ λεγομένου ἀκιπησίου. ποῖον εἶδος ἐσθήματος ὁ λεγόμενος σάνδυξ καὶ πόθεν οὕτως ὠνομάσθη. ΙΕ περὶ τῆς κακοδαιμονίας τοῦ δήμου, καὶ ὅπως ἐνέπρησε τὴν πόλιν· ἐν ᾧ καὶ περὶ τοῦ λεγομένου Ζευξίππου καὶ τίνος χάριν οὕτως ὠνομάσθη· ὅπως ὁ βασιλεὺς μετὰ τοῦ θεοῦ καὶ τὸ Πρῶτον Ἱερὸν καὶ πᾶσαν ὁμοῦ τὴν πόλιν ἀνέστησεν. περὶ τῶν εὐσεβῶς καὶ δικαίως τὰς ἀρχὰς διανυσάντων. περὶ τῆς εὐσεβοῦς βασιλίδος Θεοδώρας, καὶ ὅπως τὰ κοινὰ ὠφέλησεν. Ις περὶ τοῦ ἀπευκταιοτάτου λοιμοῦ, καὶ ὅπως ἀπεπαύσατο.

10 ΠΕΡῚ ἈΡΧΩ͂Ν ΤΗ͂Σ ῬΩΜΑΊΩΝ ΠΟΛΙΤΕΊΑΣ ΛΟΓΟΣ Α

1 Ἐγχειροῦντί μοι περὶ τῶν ἀρχῶν τῆς Ῥωμαίων πολιτείας διαλαμβάνειν

ἀξιόλογον εἶναι παρέστη προοίμιον δοῦναι τῷ λόγῳ ἀπὸ τοῦ πρεσβυτάτου καὶ τιμιωτάτου πάντων. Αἰνείας δὲ ἦν οὗτος, ὁ διὰ κάλλος καὶ ῥώμην ψυχῆς τε καὶ σώματος κρείττονος ἢ κατὰ ἀνθρώπους εἶναι νομισθεὶς υἱός. 2 Ἀνύονται τοιγαροῦν ἐκ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν παρόδου ἕως τοῦ πολισμοῦ τῆς Ῥώμης ἐνιαυτοὶ ἐννέα καὶ τριάκοντα καὶ τετρακόσιοι κατὰ Κάτωνα τὸν πρῶτον καὶ Βάρρωνα, τοὺς Ῥωμαίους· κατὰ δὲ Ἀφρικανὸν καὶ Κάστορα καὶ τὸν Παμφίλου ἔτη ζ καὶ ι καὶ υ. ἀπὸ