1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

30

οἰκείας ὑποσημειώσεως δίδωσι τῷ πρὸς τὴν στρατείαν ἐρχομένῳ εἰς ὃν αὐτὸς ἕλοιτο ταχθῆναι κατάλογον. αἱ δὲ προσηγορίαι τῶν πάντων καταλόγων τῆς τάξεως αὖται· ὁ κορνικουλάριος πρῶτος, τῇ τοῦ λεγομένου κόμιτος ἐμπρέπων λαμπρότητι, μήπω τὴν ζώνην ἀποθέμενος καὶ πρὸς τὴν ἀπὸ τῆς βασιλείας τιμὴν καὶ τὴν τῶν λεγομένων κωδικίλλων, ἀντὶ τοῦ δέλτων, ἐπίδοσιν ἀνελθών, οὐδενὶ τῶν ἐν ἄλλοις στρατεύμασι πρωτευόντων ταύτης τῆς προνομίας ὑπαρχούσης· μετὰ δὲ τὸν κορνικουλάριον πριμισκρίνιοι δύο, οὓς Ἕλληνες πρώτους τῆς τάξεως καλοῦσιν· κομμενταρήσιοι δύο οὕτως δὲ τοὺς ἐπὶ τῶν ὑπομνηματογράφων πραττομένων ὁ νόμος καλεῖ· ῥεγενδάριοι δύο, οἱ 138 τὸν δημόσιον δρόμον ἰθύνοντες· κοῦρα ἐπιστουλάρουμ Ποντικῆς δύο. 5 Ἀλλ' ἴσως ἄν τις οὐκ ἔξω λόγου πύθοιτο τὴν αἰτίαν ἐπιζητῶν «τίνος χάριν, πασῶν τῶν διοικήσεων ἐχουσῶν τοὺς καλουμένους κοῦρα ἐπιστουλάρουμ, τὸ πόλεως σκρινίον τό τε τῶν ὅπλων καὶ τῶν ἔργων οὐκ εἴληχε;» δῆλον ὅτι τὸ μὲν τῆς πόλεως εἰς τὴν Θρᾳκικὴν διοίκησιν ἀναφέρεται, τὸ δὲ τῶν ἔργων εἰς ἄλλας τυχὸν ἐπαρχίας ἐν αἷς ἂν συμβαίη τὰς ἀνανεώσεις γίνεσθαι τῶν ἔργων· ὅτι δὲ οὐ σφόδρα συνεχεῖς, ὑπὸ τῶν ἐν ταῖς διοικήσεσιν ἐκείναις κοῦρα ἐπιστουλάρουμ τὰ προστάγματα τῆς ἐπιδιδομένης ἀπὸ τοῦ δημοσίου δαπάνης γίνεται. τὸ γὰρ τῶν ὅπλων σκρινίον ὡρισμένας μὲν ἔχει τὰς ἀπὸ τῶν ἐπαρχιῶν συντελείας νεῦρα λέγω καὶ κέρατα καὶ τὰ λοιπά, πρὸς δὲ τὰς ἀνακυπτούσας χρείας ἐν τοῖς πολέμοις ὑπουργεῖ τοῖς προστάγμασιν. 6 Πολλῆς δὲ οὔσης καὶ ὑπὲρ ἀριθμὸν τῆς τῶν ταχυγράφων πληθύος καὶ οὐ μικρὰς ἐχούσης ἀφορμὰς ἐπὶ κέρδους ἐργασίας, οἵ τοι τούτων καὶ λογικώτεροι καὶ πρὸς τὴν ὑπηρεσίαν ἀρκοῦντες ἐν πεντεκαίδεκα συναγωγαῖς, ἃς καλοῦσι σχολάς, συλλεγόμενοι, τὴν οὖσαν αὐτοῖς πεῖραν τοῖς πράγμασιν ἐπιδειξάμενοι ἐπὶ τὸ τάγμα τῶν Αὐγουσταλίων, εἴ γε ἄρα θέλωσιν, παρίασι καὶ εἰς τὸ τοῦ κορνικουλαρίου πλήρωμα καταντῶσιν, μετὰ μέντοι τὴν λεγομένην βοηθοῦραν· οἱ μένοντες ἐπὶ τῆς δέλτου εἰς τὸ τοῦ πριμισκρινίου ἀναφέρονται πλήρωμα. 7 Καὶ περὶ μὲν τούτου ἀκριβέστερον ὂν τὸ «πῶς» εἴρηται, μετὰ δὲ τοὺς ἐπὶ ταῖς λογικαῖς λειτουργίαις τεταγμένους εἰσὶν οἱ λεγόμενοι σιγγουλάριοι, ἄνδρες ἐντρεχεῖς, ἐπὶ τὰς ἐπαρχίας δημοσίων ἕνεκα χρειῶν ἀποστελλόμενοι· ὧν ἀνέκαθεν τὰς ἀναγκαιοτάτας καὶ εἰς αὐτὴν συντελούσας τὴν ὅλην πολιτείαν χρείας ἐγχειριζομένων, παρεισέδυ, τῆς ἐπαρχότητος ἤδη μαραινομένης, 140 ἡ τῶν λεγομένων μαγιστριανῶν κομποφακελορρημοσύνη. σιγγουλαρίους δὲ τοὺς εἰρημένους καλεῖσθαι συμβέβηκεν ἐκ τοῦ ἑνὶ βεραίδῳ χρωμένους ἤ γ' οὖν ἑνὶ δῆλον ὅτι παρίππῳ ἐπὶ τὰς ἐπαρχίας ὁρμᾶν· σιγγουλάριον γὰρ τὸν μονήρη Ἰταλοῖς ἔθος καλεῖν. μεθ' οὓς μάγκιπες οἱ τοῦ δημώδους καὶ ἀνδραποδώδους ἄρτου δημιουργοί· ὑφ' οἷς ἀρτοποιοὶ καὶ οἱ λεγόμενοι καθολικῶς συστήματα διαψηφιστῶν, οἳ πᾶσι τοῖς ὅπως οὖν σίτησιν δημοσίαν ἔχειν ἠξιωμένοις ὑπακούουσιν· καὶ Ῥωμαῖοι μὲν αὐτοὺς ῥατιωναλίους καλοῦσιν, ὅτι κατ' αὐτοὺς ῥατίωνες οἱ λογισμοὶ λέγονται, οἱ δὲ Ἕλληνες καθολικοὺς μετωνόμασαν ἐκ τῆς καθ' ὅλου περὶ τοὺς δημοσίους λογισμοὺς ἀγρυπνίας. ἔνθεν σιτῶναι, οὓς Οὐΐκτωρ ὁ ἱστορικὸς ἐν τῇ Ἱστορίᾳ τῶν Ἐμφυλίων φρουμενταρίους οἶδε τὸ πρὶν ὀνομασθῆναι, ὅτι τῆς τοῦ παλατίου εὐθηνίας τὸ πρὶν ἐφρόντιζον. Ῥουφίνου δὲ τηνικαῦτα τὴν ὕπαρχον ἀρχὴν τυραννίδι κρημνίσαντος, καὶ αὐτοὶ παραπώλοντο. τελευταῖοι πάντων οἱ τὸ πρὶν πρωτεύοντες, οἷα τὴν τοῦ ἱππάρχου κατ' ἀρχὰς πληροῦντες θεραπείαν· δουκηνάριοι καὶ βίαρχοι καὶ κεντηνάριοι καὶ κεντουρίωνες, ὧν πάντων τὰς Ἑλληνικὰς σημασίας προαποδεδώκαμεν· ὅτι δὲ τῆς τοῦ ἱππάρχου ἐτύγχανον τάξεως, γνῶναι δυνατὸν διὰ τῶν ἐπ' αὐτοῖς ἐκ τῆς αὐλῆς προφερομένων κωδικίλλων, οἳ περὶ ἀξιωμάτων τινῶν καὶ οὐ περὶ αὐτῶν διαγορεύουσιν. 8 Τοιαῦται μὲν καὶ τοσαῦται τομαὶ τῶν καταλόγων τῆς ἀρχῆς. κούρσωρες γάρ, οἷον εἰ ταχυδρόμοι, τὴν τῆς στρατείας 142 ἀπαλλαγὴν ἐπὶ τῆς αὐλῆς εὑρίσκουσιν·