1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

35

λαμβάνων, τὸ πρακτέον ἐπέτρεπεν αὐτῷ. ὁ δὲ λαθὼν τοῦτον τὸν πιστότατον ἅμα καὶ μάλιστα τετιμένον τῶν οἰκείων χαρτουλαρίων παραλαβὼν μεθ' ἑαυτοῦ ὑπηγόρευε Ῥωμαϊκῶν ὀγκῶν ῥημάτων τὸ σύνθημα, κατ' ὦπα τῶν ἐκ τάξεως πιστικωτάτῳ ἅμα καὶ διαπρέποντι καταπιστεύων ὥσπερ πτηνὸν τὸν ἀγανακτούμενον παριστᾶν τῷ βήματι. τῆς δὲ βασιλέως ἐπιεικείας καὶ τῆς τῶν ἀρχόντων ἔτι περὶ τοὺς ὑπηκόους στοργῆς συγγνώμης ἀξιουσῶν τοὺς καταρρηθέντας, εἰκὸς ἦν τὸν ἐλευθερούμενον εὐχαριστίας δι' αὐτῶν τῶν ἔργων τοῖς μέσοις ὁμολογεῖν ὀφειλεῖν. 19 Καὶ συνῆπτο σχεδὸν τῷ σκρινίῳ τῶν κομμέντων ὁ καλούμενος ἰνστρουμεντάριος, ἀντὶ τοῦ χαρτοφύλαξ τῶν ἀρχείων 162 τοῦ δικαστηρίου, εἰς τὸ ὑπογράφειν καὶ πληροῦν τὰς ψήφους· καὶ χῶρος μὲν αὐτῷ ἐν τῷ ἱπποδρομίῳ ὑπὸ τῷ τῆς βασιλείας βήματι ἐπὶ τὸν νότον ἄχρι τῆς καλουμένης Σφενδόνος ἐξ ἀρχαίου παρακεχώρηται, πάντα δὲ τὰ ἀπὸ τῆς βασιλείας Οὐάλεντος ἐν τοῖς τότε μεγίστοις δικαστηρίοις πεπραγμένα αὐτόθι σῴζεται καὶ τοῖς ἐπιζητοῦσιν οὕτως ἐστὶν ἕτοιμα, ὡς εἰ χθὲς τυχὸν πεπραγμένα. ἀπώλετο δὲ καὶ αὐτὸς ὁ ἰνστρουμεντάριος καὶ ἔρημος ἡ καθέδρα μένει, μόνοις οἰκέταις ἀναμένουσι τοὺς κεκτημένους ἐγκεχωρημένη. διαγνώσεως γὰρ οὐκ οὔσης ἢ ἄλλου πρακτέου τινός, ὡς εἰκός, οὐδὲ κινουμένης ἐν τῷ δικαστηρίῳ, πῶς ἂν αὐτὸς ἀναγκαῖος εἶναι τοῖς πράγμασιν νομισθείη;

ΠΕΡῚ ΤΩ͂Ν ἈΒ ἌΚΤΙΣ 20 Ἀβ ἄκτις μὲν ὄνομα τῷ φροντίσματι, σημαίνει δὲ καθ' ἑρμηνείαν τὸν τοῖς ἐπὶ

χρήμασι πραττομένοις ἐφεστῶτα, ὡς ἀ πιγμέντις τοὺς ἐπὶ τῶν ἀρωμάτων καὶ ἀ σηκρήτις τοὺς ἐπὶ τῶν σηκρήτων οὐδὲ γὰρ ἀδσηκρήτις κατὰ τοὺς ἰδιώτας, ἐξ ἀγνοίας μετὰ τοῦ δέλτα στοιχείου τῆς προθέσεως ἐπιβαλλομένης καὶ ἀ σαβάνις τοὺς ἐπὶ τῶν βαλανείων τῆς αὐλῆς. δύο δὲ καὶ αὐτῶν ὄντων τῶν ἀβ ἄκτις, οὓς κατὰ βαθμὸν ὁ χρόνος ἀπὸ τῶν ταχυγράφων, καθάπερ τοὺς πρὸ αὐτῶν, καλεῖ, ἓξ ἄνδρες σεβαστοὶ καὶ νουνεχέστατοι καὶ σφριγῶντες ἔτι ἀπὸ τοῦ τάγματος τῶν Αὐγουσταλίων βοηθοῦσι δῆθεν ἔτι καὶ νῦν τῷ ὀνόματι. ἔργον δὲ αὐτοῖς τὰς χρηματικὰς ὑποθέσεις τρακτεύειν, ἀντὶ τοῦ διαψηλαφᾶν, καὶ εἰσφέρειν κριθησομένας τῷ βήματι, ὑπουργούντων αὐτοῖς τῶν νωμενκουλατώρων, οὓς ἀναφωνητὰς καὶ συναγωγεῖς, 164 πάλαι μὲν τῶν συγκλητικῶν, νῦν δὲ τῶν δικανικῶν ῥητόρων εἶναι προειρήκαμεν. νόμος δὲ ἦν καὶ γὰρ οὐκ ἔστιν, ἄρτι παροφθεὶς ἐξ ἀβελτερίας ἤ, τἀληθὲς εἰπεῖν, κακοδαιμονίας πάντα διὰ τῶν παρόντων αὐτοῖς χαρτουλαρίων, καὶ αὐτῶν ἀπὸ τῶν ταχυγράφων, ἀναφαίνεσθαι ἐπὶ τῶν λεγομένων ῥεγέστων ἢ κοττιδιανῶν, ἀντὶ τοῦ ἐφημέρων ῥέγεστα δὲ Ῥωμαῖοι τὰς βίβλους, αἷς ἐνέγραφον τὰ πραττόμενα συνεῖδον ὀνομάζειν, ὅτι ῥῆς γέστας τὰς πράξεις τοῦ πολιτεύματος εἶναι βούλονται, ἔνθεν τοῖς ὅτε δή ποτε ζητοῦσι τὰ ὅτε δή ποτε πεπραγμένα συντόμως περὶ τὴν εὕρεσιν εὐκολία· ἐξ αὐτῶν γὰρ τῶν ῥεγέστων, τῶν καὶ κοττιδιανῶν, ἡ δύναμις τῶν πεπραγμένων ἐγινώσκετο. θᾶττον δὲ ὁ τῆς τάξεως ἰνστρουμεντάριος λαμβάνων ἀπὸ τῶν ἀβ ἄκτις, τὸν χρόνον καὶ τὸν ὕπατον ἐν ἐπιτόμῳ σημειούμενος πρὸς ταχεῖαν ἀνάμνησιν λόγῳ, θᾶττον ἀπηλλάττετο πόνων. καὶ τοῦτο μὲν τὸ θαυμαστὸν γνώρισμα τῆς εὐταξίας ἐπράττετο μετὰ σπουδῆς, καὶ πᾶς καιρὸς τοῖς ἐφημέροις ἐνεγράφετο, μηδὲ τῶν ἀπράκτων ἡμερῶν παραλιμπανομένων τοῖς ἀναγράφουσιν, ἀλλ' αὐτῶν ἔτι καὶ τὰς αἰτίας ὧν ἕνεκα ἀργὰς αὐτὰς εἶναι συνέβαινεν ἀναγραφόντων. καὶ τοῦτο μὲν θαυμαστὸν ἦν, ἡ δὲ τῶν λεγομένων περσωναλίων ἀναγραφὴ παντὸς ἐπαίνου κρείττων δικαίως ἐνομίζετο. τὰς γὰρ διαγνώσεις περιέφραζεν Ἰταλίδι ὁ τῶν βοηθούντων λογικώτατος οὕτω κατὰ λεπτόν, ὥστε, κἂν εἰ τυχὸν παραπολέσθαι τὴν διάγνωσιν συνέβη ποτέ, ἐξ αὐτῆς μόνης τῆς παραφράσεως καὶ ὡς ὑποτυπώσεως αὖθις δύνασθαι στῆναι τὴν διάγνωσιν. καὶ τοῦτο συμβὰν ἐγὼ αὐτὸς διαμέμνημαι. διαγνώσεως γὰρ εἰσαχθείσης