1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

49

στιβαροῖς ἀνέδησεν ἐκ χειροῖν ἕως ἔξαρνος γενόμενος ὁ γέρων νεκρὸς τῶν δεσμῶν ἠλευθερώθη. ταύτης ἐγὼ τῆς μιαιφονίας γέγονα θεωρός· ἠπιστάμην γὰρ τὸν Ἀντίοχον. 58 Πρᾶξις μὲν οὖν αὕτη τῷ Καππαδόκῃ πασῶν μετριωτάτη καὶ εἴθε γ' οὖν μόνος ταῖς ἀδικίαις ἐνηγρύπνει. Βριάρεως δὲ καθάπερ ὁ τοῦ μύθου μυρίας χεῖρας ἔχειν τοῖς ποιηταῖς λέγεται, οὕτως καὶ ἐκεῖνος Ἀλάστωρ ἀπείρους ὑπουργοὺς τῶν κακῶν ἔχων οὐκ ἐπὶ τῆς βασιλέως μόνον εἰργάζετο, ἀλλ' ἐπὶ πάντα τόπον τε καὶ χώραν ἀπέστελλε τοὺς ὁμοίους αὐτῷ, δίκην ἐξιπωτῆρος τὸν ἁπανταχοῦ λανθάνοντα τέως ὀβολὸν ἀνιμώμενος. ἐκ δὲ τῶν πολλῶν ἑνὸς πρὸς ἀπόδειξιν τῆς τῶν λοιπῶν βδελυρίας ἀναμνησθήσομαι. ὁμώνυμός τις ἦν αὐτῷ, πρὸς γένος ἐγγύς, ἀνὴρ ὑπὲρ πᾶσαν ἐπίνοιαν θεηλάτου κακίας, Καππαδόκης μὲν καὶ αὐτὸς καὶ ἐκ μόνης τῆς τοῦ σώματος διασκευῆς τὸ βδελυρὸν τῆς ψυχῆς ἐκκαλύπτων. ἦν μὲν γάρ τις πολύσαρκος καὶ περιττὸς τὴν ὄψιν· πλάτει μὲν ἀμόρφῳ καὶ κρεῶν περιττώμασι τὰς σιαγόνας ἐξοιδημένος καὶ τῷ βάρει τῶν σαρκῶν οἷα μανδύην ἀποκρεμάσας τοῦ προσώπου τῶν θυλάκων· Μαξιλλοπλουμβάκιον αὐτὸν ὁ δῆμος ἀπεκάλει. οὗτος ὁ Κέρβερος ὁ καρχαρόδους κοινὸς μὲν ἐτύγχανεν ἁπάντων ὄλεθρος, τὴν δ' ἐμὴν Φιλαδέλφειαν 224 οὕτως εἰς λεπτὸν ἀπεμασήσατο, ὡς μετ' αὐτὸν ἔρημον οὐ χρημάτων μόνον ἀλλὰ καὶ ἀνθρώπων γενομένην μηδεμίαν ἐπιδέχεσθαι τὸ λοιπὸν ἀφορμὴν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. περιηχηθεὶς γὰρ ὁ μηδὲν ἢ νερτέριος δαίμων, ὡς Εὐριπίδης εἶπεν, «Λυδῶν» ὑπάρχειν «τὰς πολυχρύσους γαίας,» στῖφος θηρίων καὶ Καππαδοκῶν στρατὸν ἐπαγόμενος ἐνσκήπτει τῇ χώρᾳ, οὐδὲν κοινόν, οὐδὲν μέσον, ἀλλ' ἔπαρχος πραιτωρίων χρηματίζων. εἶτα διατρίβων ἐν αὐτῇ οὐδενὶ τῶν δειλαίων τῆς χώρας οἰκητόρων οὐ σκεῦος οἷον οὖν, οὐ γαμετήν, οὐ παρθένον, οὐ μειράκιον ἀπήμαντον καὶ φθορᾶς ἔξω καταλέλοιπεν, ταῖς μὲν ποιναῖς τῶν ἀναιτίων ὡς Φάλαρις, ταῖς δὲ ξενοκτονίαις ὡς Βούσιρις, ταῖς δὲ ῥᾳθυμίαις καὶ τρυφαῖς ὡς Σαρδανάπαλος διατελῶν. 59 Καὶ εἴθε ἄχρι τούτων, καὶ μὴ καὶ πόνων καὶ φόβων ὑπὲρ τραγῳδίαν ἐγένετο τοῖς ὑπηκόοις αἰτιώτατος. τὰ πλεῖστα δὴ οὖν τῶν αὐτοῦ μιασμάτων ἐξηγεῖσθαι φρίττων ἄπειρα δέ ἐστιν, ὡς δὴ αὐτὰ καὶ μόνα μεγίστας βίβλους πενθήρεις ἀποτελεῖν, μίαν αὐτοῦ πρᾶξιν τέως χρημάτων ἕνεκα τραγῳδήσω τῷ λόγῳ. Πετρώνιός τις ἐπὶ τῆς ἐμῆς Φιλαδελφείας, ἀνὴρ ἀξιόλογος γένει τε καὶ περιουσίᾳ καὶ λόγοις διαπρεπής-οὗτος ἐκ προγόνων κύριος ἦν λίθου τιμίας πολλῆς ἅμα καὶ διὰ κάλλος καὶ μέγεθος τοῖς ἰδιώταις ἀπόπτως. τοῦτον ἁρπάσας ὁ Κύκλωψ σίδηρά τε περιθεὶς γυμνὸν ῥάβδοις ἔξαινε διὰ βαρβάρων ἀφειδῶς, ἐνείρξας αὐτὸν ἐπὶ τῆς ἐπαύλεως τῶν ἡμιόνων στάβλον αὐτὸν Ἰταλοὶ λέγουσιν. οὗ δὴ γνωσθέντος, «ὦρτο πόλις πτήξασα καὶ ὄμμασι πήξατο χεῖρας,» ἀνεκώκυέ τε ὁ δῆμος, μηδὲ βοηθεῖν τῷ διασπωμένῳ μηδὲ πείθειν τολμῶν τὸν Ἀλάστορα. ὅ γε μὴν τὴν πόλιν ἐπισκοπῶν σὺν τοῖς ἱερωμένοις ἅπασιν ἀναλαβὼν καὶ τὰ θεῖα λόγια ἔδραμεν ὡς 226 αὐτόν, πείθειν δι' αὐτῶν ἐννοήσας. ὁ δὲ Σαλμωνεύς, ἴσα τοῖς ἀνθρώποις καὶ θεὸν ὁρῶν, ἐκέλευσεν ἐπὶ σκηνῆς ἐλθόντας πράττειν τὰ ἑαυτῶν, μηδὲν ὑποστελλόμενος τῶν ὅσα ἐν πορνείοις κεκλημένοις τοῖς ἀκολάστοις λόγοις ἀσελγαίνεσθαι. καὶ ἀσκεπῆ καὶ πᾶσι κάτοπτα παρῆν τὰ θεοῦ γνωρίσματα καὶ ὁ ἱερεὺς μετ' αὐτῶν ὑβριζόμενος ἐθρήνει πικρῶς, οὕτως ὁρῶν τὸ θεῖον περιορώμενον ἀτίμως. ὁ δὲ Πετρώνιος, τῆς οἰκείας περιουσίας πρῶτον ὁρῶν τὸν θεόν, πέμψας εἰς οἶκον πάντα ὅσα ἦν αὐτῷ σὺν καὶ τοῖς λίθοις ἐκείνοις ἐνεγκὼν ἔρριψεν ἐπὶ τῆς αὐλείου τοῦ Κύκλωπος· καὶ τὸ δὲ χρυσίον λαβὼν ἐπὶ τόκῳ κατέθηκεν ἐπὶ τοὺς τιμωρούς, ὡς δὴ κεκμηκότας ἐπ' αὐτῷ, σπορτούλων ἕνεκα οὕτω δὲ τὸν ἔρανον οἱ Ῥωμαῖοι προσαγορεύουσιν. 60 Μετρίου δὲ τούτου δόξαντος εἶναι, συνεῖδεν ὁ Κέρβερος καὶ μιαιφονίας ἐργάσασθαι. Πρόκλον οὖν τινα, ἀπόμαχον τῆς ἐπιχωρίου στρατιᾶς, εἴκοσι χρυσίνους ἀπαιτῶν εἰσφέρειν αὐτῷ συνώθει οὐκ ἔχοντα, καὶ πάντα τὰ τῶν ποινῶν ὄργανα ἀπήμβλυνε τοῖς νεύροις τοῦ ἀθλίου πένητος, ὃς τὸ λοιπὸν μηδὲ ζῆν