1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

50

ὑπομένων μηδὲ τελευτᾶν συγχωρούμενος τέχνῃ μετῆλθε τὸν θάνατον. λαβὼν οὖν τοὺς ποινουργοὺς καὶ δοῦναι τοὺς εἴκοσι χρυσοῦς ἐξ ἀνάγκης ἐπαγγειλάμενος εἰ τυχὸν ἕψονται ἐπὶ τὸ καταγώγιον αὐτῷ γινομένῳ, ὡς ἦλθεν ἐκεῖ, παρελθών, τῶν φυλάκων ἔξωθεν προστηρούντων, βρόχον ἐνάψας τῷ τραχήλῳ τῆς ζωῆς ἀπηλλάγη. ὡς δὲ τὸ λοιπὸν οὐ προῆλθεν, εἰσφρήσαντες ἐκεῖνοι καὶ ἐξηρτημένον αὐτὸν ἰδόντες τὸν μὲν νεκρὸν αὐτοῦ ἔρριψαν ἐπ' ἀγορᾶς συμπατοῦντες, ὡς δῆθεν ἠπατημένοι, τὰ δὲ ὄντα αὐτῷ διήρπασαν, μηδὲ πρὸς ταφὴν οἰκτροῦ τινος ἐπιρρίμματος ἀξιώσαντες. 61 Τοιούτοις κατορθώμασιν ἐνασχολούμενος ὁ Λαιστρυγών, ἢ μᾶλλον «ὁ τεκνοραίστης λυμεὼν ἐμῆς πάτρης,» ὥς φησιν ὁ 228 Λυκόφρων ἐκεῖνος, ἐφ' ὅλον ἔτους τὴν πόρθησιν τῶν Λυδῶν διέτεινεν. γλίσχρον δὲ καὶ φαῦλον ἡγούμενος εἰ μόνην τὴν πρόσθεν εὐδαίμονα Λυδίαν ὑπάγοι τοῖς ἀδικήμασιν, ἐφ' ὅλην ὁμοῦ τὴν τῆς Ἀσιανῆς ῥάχεως διοίκησιν συνεῖδεν ἐκτεῖναι τὴν ἀσέβειαν. νόμος ἄνωθεν ἐκράτησε πλατὺν ἅμα καὶ ὀξὺν δρόμον ἐνιδρῦσθαι ταῖς ἐπαρχίαις, ὧν ὁ μὲν πλατὺς ὀχήμασιν ἐχρῆτο, ὁ δὲ ὀξὺς ὑποζυγίοις ἵπποις βεραίδους αὐτοὺς οἱ κρατοῦντες ὠνόμασαν καὶ τὴν αἰτίαν ἐν τοῖς Περὶ Μηνῶν ἴσμεν ἀποθέμενοι· τῆς γὰρ ἠπείρου σχεδὸν ἁπάσης μὴ τελούσης ὑπ' αὐτοῖς, οὐκ ἦν εὐχερὲς τὰ πρὸς τὴν ἕω συμβαίνοντα ἐπὶ τοὺς κυρίους τοῦ πολιτεύματος ὡς θᾶττον ἀναφέρειν, ἔστιν ὅτε καὶ αὐτὸν ὠκεανὸν τοῖς ὅπλοις ὑπάγοντας. τῷ γ' οὖν ὀξεῖ δρόμῳ τὰ τῆς μηνύσεως πρὸ τῆς ἀκοῆς ἐγίνετο· καὶ ταύτην τὴν οὕτω σωτηριώδη τοῖς πράγμασιν ἐπίνοιαν συνεῖδεν ὁ Πλατύγναθος ἀπαλεῖψαι δι' οἰκείας μηνύσεως, ἀναπείσας τὸν ὁμόγνιον καὶ ὁμόψυχον τῆς αὐτοῦ βδελυρίας ὕπαρχον, περιττὴν εἶναι διαγνοὺς τὴν τῶν δημοσίων ἵππων ὑπηρεσίαν, οὐ συνορῶν ὁ Νιόβης αὐτῆς λιθωδέστερος τὸ τοῦ πράγματος χρήσιμον. ὁ δὲ ὕπαρχος, ἀγνοούσης τῆς βασιλείας πῶς γὰρ ἐνεδίδου τοῖς κοινοῖς ἀτυχήμασιν;, καὶ ταύτην τὴν ὄψιν τῆς πολιτείας ἠφάνισεν. ἔνθεν, τῶν εἰδῶν ἀπράτων ἐνσηπομένων ταῖς κτήσεσιν, ἐξαλίου σχεδὸν τῆς Ἀσιανῆς τυγχανούσης, ὁ συντελεστὴς ἀπώλετο, χρυσίον πρὸς τῶν δασμολογούντων ἀντὶ τῶν εἰδῶν εἰσπραττόμενος, μηδὲ διαπωλεῖν τὰ εἴδη δυνάμενος, πόρρω θαλάσσης ἀπῳκισμένος, μηδὲ δαπανᾶν, ὡς πάλαι, τῷ δημοσίῳ συγχωρούμενος. τούτοις ἠκολούθησε καὶ ἡ τῶν ἐνιδρυμένων τοῖς τόποις στρατευμάτων μετάθεσις πρὸς τὸ χρειῶδες ὑπὸ τῶν κοινῶν γενομένη, ὡς κἀκ τούτου τοῦ συγκυρήματος τῶν καρπῶν ἐναπομενόντων τῇ χώρᾳ καὶ τοὺς μὲν φόρους εἰς χρυσίον μεταβληθῆναι, τοὺς δὲ καρποὺς ἀπογεοῦσθαι κατ' ἔτος. καὶ εἴθε μόνος αὐτὸς καὶ μόνην ἐκείνην τὴν 230 ἐπαρχίαν ἔτυχε διατρώγων καὶ μὴ καθ' ἑκάστην πόλιν τε καὶ χώραν, οἷος αὐτός, ἄλλοι καὶ χείρους αὐτοῦ τὸν ὁποῖα δ' ἂν κατορωρυγμένον ὀβολὸν ἀνασπῶντες παρῆλθον, στρατὸν ἀλαστόρων καὶ στίφη Καππαδοκῶν ἐπισυρόμενοι. 62 Συνήχθη οὖν πλοῦτος ἄπειρος τῷ δικαιοτάτῳ ὑπάρχῳ, ὥστε αὐτὸν καὶ πρὸς τυραννίδα παρακαλεῖν, τῆς αὐθαδεστέρας μοίρας τοῦ δήμου συνούσης αὐτῷ καὶ τοῖς ἐγχειρουμένοις συναπτομένης. θεραπεύων οὖν καὶ προσοικειούμενος αὐτὴν οὐκ ᾤετο πείθειν ὡς ἐραστὴς εἴη τοῦ κατ' αὐτὴν κόμματος, εἰ μὴ πρὸς τὴν ἕω διαβαίνων αὐτὸς καὶ στολὴν ἀνθηρῷ χλοάζουσαν χρώματι περιθέμενος διαφανὴς ἅπασι γένοιτο. οἷα μὲν οὖν ἔπραξε περὶ Κίλικας καὶ ὅσοις τοὺς δασμοὺς ἐπέβρισεν ἄχθεσι παρὰ τὴν βασιλέως εὐμένειαν, οὐδενὶ τῶν πάντων ἠγνόηται. ἐπανελθὼν δὲ πρὸς ἡμᾶς, ὡς εἶδεν ὠκεανοὺς χρημάτων περιρρέοντας αὐτόν, πάντας μὲν ᾠκειωμένους αὐτῷ καὶ τοὺς ὀψοποιούς γε μὴν ἐπὶ τὰ πρῶτα τῶν τῆς πολιτείας ἀξιωμάτων ἀνήρπασεν, ὡς μηδένα καὶ τῶν ἀργυρωνήτων αὐτοῦ ἔξω πλούτου βαθέος καὶ τιμῆς βουλευταῖς εὐκταίας ἀφεθῆναι γυμνόν, αὐτὸς δὲ ἐτρύφα, μειρακίοις ψιλοῖς καὶ μήπω τῷ λείῳ τοῦ σώματος ἀρρενοφανέσι καὶ πορνῶν ταῖς ἀκολάστοις συμβαλανευόμενος καὶ ἀκολασταίνων τῷ πράττειν ἅμα καὶ πάσχειν, «ἐξ ἑκατέρας ὠχριῶν νόσου,» ἕλκων τε ἐπὶ τῶν ἐμπύρων τὸν ἄκρατον οὕτως ἀφειδῶς, ὡς φοράδην ἐκκεχυμένον ὑπὸ τῶν