1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

5

προσετέθησαν τοῖς τῆς βασιλείας γνωρίσμασι δόρατα ἐπιμήκη, ὡσαύτως τὸν ἀριθμὸν δυοκαίδεκα, ἀκροξιφίδας μὲν οὐκ ἔχοντα, ᾐωρημένας δὲ λοφιάς καλοῦσι δὲ αὐτὰς οἱ μὲν Ῥωμαῖοι ἰούβας, οἱ δὲ βάρβαροι τούφας, βραχύ τι παραφθαρείσης τῆς λέξεως· βήξιλλα πρὸς τούτοις, οἷον εἰ δόρατα μακρά, ἐξηρτημένων ὑφασμάτων φλάμμουλα αὐτὰ ἀπὸ τοῦ φλογίνου χρώματος καλοῦσιν, περὶ ὧν ἐν τοῖς Περὶ Μηνῶν γραφεῖσιν ἡμῖν ἀποχρώντως ἀνενήνεκται. 20 9 Τοιαῦτα μὲν τὰ ἐπίσημα τῆς τότε βασιλείας. περὶ δὲ τῆς ἐν ὅπλοις στρατείας Πάτερνος ὁ Ῥωμαῖος ἐν πρώτῃ Τακτικῶν αὐτοῖς ῥήμασι καθ' ἑρμηνείαν ταῦτά φησιν· «ὁ Ῥωμύλος δεκουρίωνας τῶν ἱερῶν φροντιστὰς προεστήσατο, τοὺς αὐτοὺς καὶ κεντουρίωνας τῶν πεζικῶν ταγμάτων ὀνομάσας. τρισχιλίων γὰρ ὄντων πεζῶν ἀσπιδιωτῶν, ἑκάστης ἑκατοντάδος ἡγεμόνα προὔθηκεν, ὃν Ἕλληνες μὲν ἑκατόνταρχον, Ῥωμαῖοι δὲ κεντουρίωνα καλοῦσιν, ὡς εἶναι τοὺς πάντας ἑκατοντάρχους λ καὶ τοσούτους δὲ μανίπλους, οἷον εἰ σημειοφόρους. ἐκ δὲ τῆς στρατιᾶς τριακοσίους σκουτάτους ὡς Ῥωμαῖοί φασιν, ἀντὶ τοῦ ἀσπιδιώτας «πρὸς φυλακὴν ἰδίαν ἀφώρισεν καὶ μικρὸν ὕστερον εἰρήσεται, τί μέν ἐστι κλιπεᾶτος, τί δὲ σκουτᾶτος στρατιώτης· προστέθεικε δὲ καὶ τριακοσίους ἱππότας ταῖς δυνάμεσιν, Κελερίῳ τινὶ οὕτω καλουμένῳ τὴν φροντίδα τούτων παραδούς. ταύτῃ συνεκδοχικῶς ἅπας ὁ στρατὸς κελέριοι τότε προσηγορεύθησαν. ἐν τρισὶ δὲ ἑκατοντάσι συναγομένης τῆς ἱππικῆς δυνάμεως, τρισὶν ἐπωνύμοις αὐτὰς διέστειλεν, Ῥαμνίτας καὶ Τιτίους ἱστῶν καὶ Λούκερας.» τὰς δὲ αἰτίας τουτωνὶ τῶν ὀνομάτων ἐν τοῖς Περὶ Μηνῶν, ὡς εἴρηται, τεθεῖσιν ἡμῖν ἀποδεδώκαμεν. 10 Εἰπεῖν δὲ καιρός, τί διαφέρει σκοῦτον κλιπέου. σκοῦτον τοίνυν οἱ Ῥωμαῖοι καλοῦσι τὸ ἰσχυρὸν ἅμα καὶ ἰσχνόν, ὅπερ Ἕλληνες στιπτὸν ὀνομάζουσιν, ἀντὶ τοῦ στιβαρόν, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι «στιπτοὶ γέροντες, Μαραθωνομάχοι πρίνινοι». ταύτῃ καὶ σκουτλᾶτα τὰ ἰσχνά τε καὶ στεγνὰ καὶ κοῦφα τῶν ἐσθημάτων καλοῦσιν οἱ Ῥωμαῖοι. τοιαύτη δὲ ἡ τῆς ἀσπίδος κα 22 τασκευή· ἀβαρὴς μὲν γάρ ἐστιν, ὡς ἰσχνή, καρτερωτάτη δὲ καὶ ταῖς πληγαῖς οὐκ εὐχερῶς ἐνδιδοῦσα. κλίπεον δὲ Ῥωμαῖοι τὸν θυρεὸν καλοῦσιν ἀπὸ τοῦ κλέπτειν καὶ καλύπτειν τὸν ἐπιφερόμενον αὐτόν. Ἑλλήνων γὰρ ἴδιον καὶ μόνων ἀσπίσι τροχωτάταις ἐν πολέμῳ χρῆσθαι, βαρβάρων δὲ θυρεοῖς· πρὸς γὰρ τὸ κατεπεῖγον τῆς μάχης τὰς θύρας ἀνασπῶντες ὡς σκεπάσμασιν αὐταῖς εἰώθασι χρῆσθαι. 11 Ἔστι δὲ καὶ ἕτερον εἶδος ἀσπίδος βραχυτέρας, ἃς πεζομαχεῖν οἱ ὑπὲρ Ἴστρον οὐκ ἰσχύοντες ἐπὶ τῶν ἵππων κομίζουσιν πάρμαν αὐτὴν Ἰταλοὶ καλοῦσιν, ὡς εἰ πέλτας οἱ Σκύθαι. ἀγκίλιον πρὸς τούτοις τοῖς ἀρχαίοις γέγονεν οὐδὲ γὰρ νῦν, εἶδος ἀσπιδισκαρίου, ἐξ οὗ καὶ ἀγκίλλας τὰς δορικτήτους γυναῖκας ὠνόμασαν. τὴν γὰρ ἀρέσκουσαν αὐτῷ τυχὸν γυναῖκα ὁ στρατιώτης ἔσκεπε τῷ ἀγκιλίῳ ἐπὶ τῆς ἐφόδου ὡς μὴ βλάπτοιτο πρός τινος, οἷα φυλαττομένη τῷ σώσαντι. ταύτῃ καὶ σέρβους τοὺς δούλους ἀπὸ τοῦ φυλαχθῆναι ἐκ τοῦ πολέμου Ἰταλοὶ καλοῦσιν· τοὺς δὲ μὴ δορικτήτους ἀλλ' ἐλευθέρους μὲν τὴν τύχην, δι' ἔνδειαν δὲ δουλεύοντας φαμούλους, ὅτι φάμης ὁ λιμὸς προσαγορεύεται. ἀγκίλια δὲ ἐξ Ἑλληνικῆς, Αἰολικῆς λέγω, σημασίας εἴρηται, ὡς ἂν εἰ ἀμφίλεια· τὰ γὰρ πελτάρια τῶν Ἀμαζόνων τοιαῦτα. 12 Στολὴ δὲ τότε παντὶ τῷ Ῥωμαϊκῷ στρατεύματι μία· περικεφαλαία χαλκῆ καὶ θώραξ κρικωτὸς καὶ ξίφος πλατύ, κολοβόν, αἰωρημένον ἐπὶ τοῦ εὐωνύμου μηροῦ, καὶ ἀκόντια ἐπὶ τῆς δεξιᾶς δύο, γλωχῖνας πλατεῖς ἔχοντα, περικνημῖδές τε ὑφανταὶ μέλαιναι καὶ ὑποδήματα τοῖς ποσίν, ἅπερ Ἕλληνες μὲν ἀρβύλας, Ῥωμαῖοι δὲ γάρβολα καὶ κρηπῖδας ὀνομάζουσιν· οὐχ ἁπλῶς πως οὐδὲ ἀλόγως. ἐν γὰρ ταῖς Εἰκόσι Τερέντιος ὁ ἐπίκλην Βάρρων 24 τὸ δὲ Βάρρωνος ἐπώνυμον τὸν ἀνδρεῖον κατὰ τὴν Κελτῶν φωνήν, κατὰ δὲ Φοίνικας τὸν Ἰουδαῖον σημαίνει, ὡς Ἑρέννιός φησιν Αἰνείαν οὕτως ἐσταλμένον εἰς Ἰταλίαν ἐλθεῖν ποτε ἀνεγράψατο, ἰδὼν αὐτοῦ τὴν εἰκόνα, ὡς εἶπεν, ἐκ λίθου λευκοῦ ἐξεσμένην ἐπὶ κρήνης ἐν τῇ Ἄλβῃ. καὶ πανάληθες μᾶλλόν ἐστιν· καὶ γὰρ ὁ Ῥωμαίων ποιητὴς ἐν τῷ πρώτῳ τῆς Αἰνηΐδος οὕτως