1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

9

Πρόκουλον τοιγαροῦν τὸν ἀποδημοῦντι τεχθέντα τῷ πατρί, καὶ Πόστουμον τελευτήσαντι, καὶ Βώπισκον τὸν δίδυμον μὲν συλληφθέντα, τοῦ δὲ ἑτέρου φθαρέντος σῳζόμενον, καὶ Καίσαρα τὸν ἀνατμηθείσης τῆς μητρῴας γαστρὸς θανούσης ἀποσωθέντα ἐκάλουν, καὶ Φλάκκον τὸν ὦτα μείζονα ἔχοντα, καὶ Ναίβιον τὸν ἀλφώδη, καὶ Λούκιον Λικίνιον Κράσσον, ὧν τὸ μὲν πρῶτον τὸν ἀνίσχοντος ἡλίου τεχθέντα, τὸ δὲ δεύτερον τὸν ἀκρόουλον τὴν 38 κόμην, τὸ δὲ τρίτον τὸν κρεώδη καὶ εὐσώματον διασημαίνει. Κράσσος γὰρ ὁ παχὺς τὸ σῶμα κατὰ φύσιν παρ' Ἰταλοῖς τοῖς ἀρχαιοτέροις εἴρηται, Πεινάριος δὲ ὁ πεινῶν, καὶ Στάτις ὁ εὐῆλιξ, καὶ Φαῦστος καὶ Φάβιος ὁ εὔνους, καὶ Γάϊος, οἷον εἰ Γαύδιος, ὁ χαρίεις, καὶ Τιβέριος ὁ παρὰ Τίβεριν τὸν ποταμὸν τεχθείς, καὶ Τίτος ὁ ἀπὸ Τατίου τοῦ Σαβίνου, καὶ Ἄππιος ὁ ἐν Ἀππίᾳ οἰκῶνὁδὸς δέ ἐστιν ἐπίσημος, καὶ Σέρβιος ὁ θανούσης αὐτῷ τῆς μητρὸς ἐγκύμονος διασωθείς, καὶ Νέρων ὁ ἰσχυρὸς τῇ Σαβίνων φωνῇ, καὶ Νάσων ὁ εὔρινος, καὶ Τούκκας ὁ κρεωβόρος, ὃν οἱ ἰδιῶται Ζικκᾶν ἐκάλεσαν καθ' ἡμᾶς, καὶ Βᾶρος καὶ Βλαῖσος ὁ πλαγιόσκελος, καὶ Σερρανὸς ὁ γεωργικὸς ἀπὸ τοῦ σπείρειν, καὶ Αὔγουστος ὁ καλοιώνιστος, καὶ Βιτέλλιος ὁ κροκοειδὴς τὴν ὄψιν ὅτι βίτελλον οἱ Ῥωμαῖοι τὴν λέκιθον τοῦ ᾠοῦ ἐπικαλοῦσιν, καὶ Βάρρων ὁ κατὰ μὲν Φοίνικας Ἰουδαῖος, κατὰ δὲ Κελτοὺς ἀνδρεῖος. καὶ πολλὰ ἄν τις τοιαῦτα συνάγοι κατὰ σχολὴν εἰ τυχὸν αὐτὸν οὐκ ἔχοντα ὅ τι πράττοι ἀφρόντιδα συμβαίνοι διαβιοῦν καὶ τοιούτοις ὁποίοις ἐγὼ καίπερ μυρίαις συμπεπλεγμένος φροντίσιν ἐναγρυπνῶ μωραίνοντα ἀθύρμασιν. ΤΡΊΤΗ ΠΡΟΑΓΩΓῊ ΟἹ ΚΥΑΊΣΤΩΡΕΣ 24 Τὸ πιστὸν τοῖς γράφουσιν ἡ τῶν ἀρχαίων ἐπιτίθησι μαρτυρία. Ἰούνιος τοίνυν Γρακχιανὸς ἐν τῷ Περὶ Ἐξουσιῶν αὐτοῖς ῥήμασι περὶ τοῦ καλουμένου παρὰ Ῥωμαίοις κυαίστωρος· «προεχωρήσαντο ψήφῳ τοῦ δήμου. Τοῦλλος δὲ ὁ ῥὴξ μετὰ τούτους 40 ἀναγκαίαν εἶναι τὴν τῶν κυαιστώρων ἀρχὴν ἔκρινεν, ὡς τοὺς πλείους τῶν ἱστορικῶν αὐτῷ τὴν τοιαύτην προαγωγὴν ἀναγράψαι καὶ μόνῳ. ἀπὸ δὲ τῆς ζητήσεως οὕτως ὀνομασθῆναι αὐτοὺς Ἰούνιος καὶ Τρεβάτιος καὶ Φενεστέλλας εἶπον.» καὶ μεθ' ἕτερα· «πλὴν ὕστερον ἐξῃρέθησαν οἱ κανδιδᾶτοι τοῦ βασιλέως κυαίστωρες οἳ πρὸς ἀνάγνωσιν τῶν βασιλικῶν γραμμάτων καὶ μόνην ἐσχόλαζον· οἱ δὲ αὐτοὶ καὶ ψήφους ἀπὸ τοῦ κοινοῦ τῆς βουλῆς ἀνεγίνωσκον ὑπὲρ τῶν εἰς ἀξιώματα προαγομένων.» ταῦτα μὲν ὁ Ἰούνιος, ὁ νομικὸς δὲ Οὐλπιανὸς ἐν τῷ De Officio Quaestoris, ἀντὶ τοῦ Περὶ τῆς τοῦ Κυαίστωρος Τάξεως, περὶ κυαίστωρος ἀποχρώντως διαλέγεται. 25 Ζητῆσαι δὲ ἀξιόλογον εἶναι νομίζω τί μέν ἐστι κυαίστωρ, τί δὲ κυαισίτωρ· καὶ τί μὲν σημαίνει διὰ τῆς διφθόγγου γραφόμενον, τί δὲ ψιλῆς. κυαίστωρ τοίνυν ὁ ζητητὴς ἀπὸ τοῦ quaerere, οἷον ἐρευνᾶν· οἱ γὰρ παρ' Ἕλλησιν ἐρευνάδες παρὰ Ῥωμαίοις κυαίστωρες ὠνομάσθησαν, κυαισίτωρ δὲ ὁ τιμωρός· τὸ μὲν γὰρ πρῶτόν ἐστι παρὰ Ῥωμαίοις δισύλλαβον, τὸ δὲ τρισύλλαβον. ἐπὶ γὰρ τοῦ μόνου Μίνωος τοῦ Κρητός, ὃς γενέσθαι τιμωρὸς κατὰ τὸ μυθικὸν τῶν ἐν Ἅιδου ψυχῶν ἐνομίσθη, τὸ κυαισίτωρος ὄνομα ὁ Ῥωμαίων ποιητὴς ἐν ἕκτῳ τῆς Αἰνηΐδος τέθεικεν. ὅθεν καὶ κυαιστίωνας τὰς τιμωρίας καὶ κυαιστιωναρίους τοὺς τῶν ποινῶν ὑπηρέτας Ῥωμαῖοι ἔγνωσαν καλεῖν. ὁ μὲν γὰρ κυαίστωρ ζητητής ἐστιν ἐπὶ χρήμασιν, ὁ δὲ κατ' ἐπέκτασιν καὶ συλλαβῆς προσθή 42 κην ἐπ' ἐγκλήμασιν· ἑκάτερον δὲ διὰ τῆς διφθόγγου γραφήσεται, κἂν εἰ τὸν ταμίαν διασημαίνει, ὅτι κυαίστους ὁ πόρος παρὰ Ῥωμαίοις καλεῖται. ὅτε δὲ μὴ δίφθογγος ᾖ ἐν προοιμίοις ἡ λέξις ἀλλὰ ψιλῇ γράφεται, οὐδέτερον μὲν τῶν εἰρημένων σημαίνει, τὸν δὲ μεμψίμοιρον καὶ βλάσφημον διὰ τῆς γραφῆς ἐπιδείξει, ὅτι queror «μέμφομαι» ῥήματι κοινῷ πάθος ἅμα καὶ ἐνέργει παραδηλοῦντι λέγουσιν, καὶ κυεριμωνίας καὶ κυερήλας τὰς μέμψεις. 26 Ὅπως δὲ μὴ τυχὸν τεχνολογίαις τἀληθὲς δόξωμεν σοφίζεσθαι, πρὸς τῶν περὶ ταῦτα ἠσχολημένων μάθωμεν. Γάϊος τοίνυν ὁ νομικὸς ἐν τῷ ἐπιγραφομένῳ παρ' αὐτοῦ Ad Legem XII Tabularum, οἷον Εἰς τὸν Νόμον τοῦ ∆υοκαιδεκαδέλτου, αὐτοῖς ῥήμασι πρὸς ἑρμηνείαν ταῦτά φησιν· «ὡς δὲ