1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

10

τὸ γαζοφυλάκιον τοῦ δήμου εἰς ἐπίδοσιν ἦλθεν, προεχειρίσθησαν κυαίστωρες ὑπὲρ τῆς αὐτοῦ φροντίδος ἀπὸ τῆς περιποιήσεως καὶ φυλακῆς τῶν χρημάτων οὕτως ὀνομασθέντες. ἐπειδὴ δὲ περὶ κεφαλικῆς τιμωρίας οὐκ ἐξῆν τοῖς ἄρχουσι κατὰ Ῥωμαίου πολίτου ψηφίσασθαι, προεβλήθησαν κυαίστωρες παρρικιδίου, ὡς ἂν εἰ κριταὶ καὶ δικασταὶ τῶν πολίτας ἀνελόντων.» παρρικίδας δὲ Ῥωμαῖοι ὁμωνύμως τούς τε γονέων τούς τε πολιτῶν φονέας ἀποκαλοῦσιν, παρέντης ἑκατέρους προσαγορεύοντες. διαφορὰν δὲ ἐπὶ τῆς ἐπωνυμίας ταύτην παρέχουσί τινα· συστέλλοντες γὰρ τὴν πρώτην συλλαβὴν καὶ βραχεῖαν ποιοῦντες τοὺς γονέας, ἐκτείνοντες δὲ τοὺς ὑπηκόους σημαίνουσιν. 27 Τῷ δὲ τρίτῳ καὶ τεσσαρακοστῷ καὶ διακοσιοστῷ τῶν ὑπάτων ἐνιαυτῷ, ἐπὶ τῆς ὑπατείας Ῥηγούλου καὶ Ἰουλίου, κρινάντων Ῥωμαίων πολεμεῖν τοῖς συμμαχήσασι Πύρρῳ τῷ Ἠπει 44 ρώτῃ, κατεσκευάσθη στόλος καὶ προεβλήθησαν οἱ καλούμενοι κλασσικοί, οἷον εἰ ναυάρχαι, τῷ ἀριθμῷ δυοκαίδεκα κυαίστωρες, οἷον ταμίαι καὶ συναγωγεῖς χρημάτων. τίνι δὲ διαφέρει κυαίστωρ κυαισίτωρος προειρήκαμεν. καὶ διεφυλάχθη ἡ τοιαύτη συνήθεια καὶ συναγωγὴ τῶν πόρων τοῖς τε ὑπάτοις τοῖς τε πραίτωρσιν ἐκδημοῦσιν. 28 Περὶ δὲ τῶν τοῦ παλατίου κυαιστώρων πυθέσθαι χαλεπὸν οὐδὲν Οὐλπιανοῦ τοῦ νομικοῦ. λέγει δὲ ὧδε ἐν μονοβίβλῳ Περὶ τῆς τοῦ Κυαίστωρος Τάξεως· «πλὴν ἐξῄρηντο οἱ κυαίστωρες οἱ κανδιδᾶτοι τοῦ Καίσαρος· οὗτοι γὰρ μόνοις τοῖς βιβλίοις τοῖς ἐπὶ τῆς βουλῆς ἀναγινωσκομένοις ἐσχόλαζον καὶ ταῖς ἐπιστολαῖς τῶν βασιλέων ὑπούργουν.» κανδιδάτους δὲ τοὺς λευχείμονας Ῥωμαίοις ἔθος καλεῖν. οὐδεὶς δὲ λόγον ὅντινα οὖν ἀναγνωσόμενος, καὶ μάλιστα ἐκ προσώπου βασιλέων, μὴ λευχείμων ἐπέβη τῆς ἀναγνώσεως· κανδιδᾶτοι δὲ καὶ οἱ μέλλοντες εἰς ἀρχὰς τῶν ἐπαρχιῶν παριέναι ἐλέγοντο, ὅτι καὶ αὐτοὶ λευχειμονοῦντες προῄεσαν, ταύτῃ παραδηλοῦντες ὡς ἀρχοντιῶσιν. καὶ τούτων μάρτυς πᾶς ὁ Ῥωμαϊκῆς οὐκ ἄμοιρος ἱστορίας. τὸ γὰρ μηδένα τῶν ἀρχόντων ἑτέρᾳ παρὰ τὴν ἐν ἑορταῖς στολῇ χρήσασθαι πᾶσίν ἐστι γνωριμώτατον. καὶ οὐκ ἐπὶ τῆς Ῥώμης μόνης ἀλλὰ μὴν κἀν ταῖς ἐπαρχίαις τοῦτο κρατῆσαν αὐτὸς ἐγὼ διαμέμνημαι, ἕως ἂν τὰ βουλευτήρια διῴκουν τὰς πόλεις, ὧν ἀπολομένων συνεξώλισθε τοῖς ἐν γένει τὰ ἐν εἴδει. 29 Τοσούτους ἄρχοντας τὰ Ῥωμαίων ἰθῦναι ὑπὸ τοῖς ῥηξὶν ἐπὶ τοὺς τρεῖς καὶ τεσσαράκοντα καὶ διακοσίους ἐνιαυτοὺς ἐφ' ὅσους οἱ ῥῆγες ἐκράτησαν, ἡ καθ' ὅλου ἱστορία παραδέδωκεν· καὶ τὸ λοιπὸν ὥσπερ ἐν σκότῳ τὸ τῆς ἐλευθερίας ἐξέλαμψεν ὄνομα.

46 ΠΕΡῚ ΤΗ͂Σ ὙΠΑΤΕΊΑΣ ΚΑῚ ΤΩ͂Ν ἘΝ ΑΤΗ͂ἘΠΙΣΉΜΩΝ 30

Ὑπάτους Ἕλληνες τοὺς ὑψηλοὺς καὶ μεγάλους λέγουσιν, οὐ στοχασάμενοι

τῆς ἀληθοῦς τοῦ ὀνόματος προσηγορίας· τὸ γὰρ κώνσουλ, ὡς Ἰταλοῖς ἡ φύσις παραδέδωκεν, οὐ τὸν ὑψηλὸν ἀλλὰ τὸν πρύτανιν σημαίνει. Κῶνσος γὰρ αὐτοῖς ὁ Ποσειδῶν ἐνομίσθη· κρύφιος δὲ αὐτὸς καὶ ὑποβρύχιος καί, ὡς τοῖς ποιηταῖς ἤρεσεν, ἐννοσίγαιος καὶ ἐνοσίχθων. εἴ τι δὲ κρύφιον, τοῦτο λεληθός· ταύτῃ καὶ κωνσίλια τὰ βουλεύματα καὶ μυστικὰ σκέμματα λέγεται παρ' ἐκείνοις ἀπὸ τοῦ κόνδερε, οἷον εἰ τοῦ κρύπτειν· καὶ κώνσουλ ὁ κρυψίνους ἀπὸ τοῦ προνοεῖν καὶ καθ' ἑαυτὸν ὑπὲρ τῶν κοινῶν σκεπτόμενον ἀγρυπνεῖν. ταύτῃ καὶ Κωνσουάλια τὰ ἱπποδρόμια καλοῦσιν οἱ ἀρχαῖοι· Ἵππιον γὰρ ὁ μῦθος τὸν Ποσειδῶνα λέγει. 31 Τοιαῦτα μέν τινα περὶ τῆς Ἰταλικῆς τῶν ὑπάτων προσηγορίας. ὅτι δὲ τῶν πάντων ἠγνόησεν οὐδεὶς τὰ ὀνόματα τῶν πρώτως ὑπατευσάντων, μέτριά τινα περὶ Βρούτου λεκτέον. Ἰούνιος μὲν κύριον ὄνομα τἀνδρὶ γέγονεν, Βροῦτον δὲ αὐτὸν κατὰ τὸν τῆς ἐπωνυμίας τρόπον ἔλεγον ἀπὸ τῆς ὑποκεκριμένης αὐτῷ μωρίας· βροῦτον γὰρ τὸν μωρὸν ἐπεχωρίαζον Ἰταλοὶ τὸ πάλαι ἀπὸ τῆς βαρύτητος τῶν φρενῶν. οὗτος, ὡς ἔφην, εὐήθειαν σκηνευόμενος ἐζήτει καιρὸν τὸν Ταρκύνιον, ἄνδρα τῶν πώποτε τυράννων ἀπηνέστατον, ἐξωθῆσαι