1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

14

δῆμος ἀνέκαθεν καὶ σύμπαν ἁπλῶς τὸ πολίτευμα ἐστρατεύετο, καὶ αὐτῶν τῶν ἱερέων τοῖς πολεμίοις ἐπεξιόντων· καὶ πάντες ἀπέτρεφον ἑαυτούς. ἐδέησε τοίνυν Ῥωμαίοις προβαλέσθαι τοὺς λεγομένους παρ' αὐτοῖς κήνσωρας, οἳ τὰς τῶν πολιτῶν οὐσίας ἀπεγράφοντο διὰ τὰς ἐν πολέμῳ· οὔπω γάρ, ὡς νῦν, τὸ δημόσιον ἐχορήγει δαπάνας τοῖς στρατιώταις, οἷα οὐκ ὄντων αὐτοῖς τέως ὑποτελῶν. ὅθεν τοὺς κήνσωρας Ἕλληνες τιμητὰς καθ' ἑρμηνείαν ἐκάλεσαν. 40 Τότε Τιτίνιος ὁ Ῥωμαῖος κωμικὸς μῦθον ἐπεδείξατο ἐν τῇ Ῥώμῃ. ὁ δὲ μῦθος τέμνεται εἰς δύο, εἰς τραγῳδίαν καὶ κωμῳδίαν· ὧν ἡ τραγῳδία καὶ αὐτὴ τέμνεται εἰς δύο, εἰς κρηπι 62 δᾶταν καὶ πραιτεξτᾶταν· ὧν ἡ μὲν κρηπιδᾶτα Ἑλληνικὰς ἔχει ὑποθέσεις, ἡ δὲ πραιτεξτᾶτα Ῥωμαϊκάς. ἡ μέντοι κωμῳδία τέμνεται εἰς ἑπτά· εἰς παλλιᾶταν, τογᾶταν, Ἀτελλάνην, ταβερναρίαν, Ῥινθωνικήν, πλανιπεδαρίαν καὶ μιμικήν· καὶ παλλιᾶτα μέν ἐστιν ἡ Ἑλληνικὴν ὑπόθεσιν ἔχουσα κωμῳδία, τογᾶτα δὲ ἡ Ῥωμαϊκήν, ἀρχαίαν· Ἀτελλάνη δέ ἐστιν ἡ τῶν λεγομένων ἐξοδιαρίων· ταβερναρία δὲ ἡ σκηνωτὴ ἢ θεατρικὴ κωμῳδία· Ῥινθωνικὴ ἡ ἐξωτική· πλανιπεδαρία ἡ καταστολαρία· μιμικὴ ἡ νῦν δῆθεν μόνη σῳζομένη, τεχνικὸν μὲν ἔχουσα οὐδέν, ἀλόγῳ μόνον τὸ πλῆθος ἐπάγουσα γέλωτι. 41 Ὅτι δὲ ἀναγκαῖον οἶμαι ἐμβραδῦναι τῷ λόγῳ, προσθήσω καὶ τοῦτο. Ῥίνθωνα καὶ Σκίραν καὶ Βλαῖσον καὶ τοὺς ἄλλους τῶν Πυθαγόρων ἴσμεν οὐ μικρῶν διδαγμάτων ἐπὶ τῆς μεγάλης Ἑλλάδος γενέσθαι καθηγητάς, καὶ διαφερόντως τὸν Ῥίνθωνα, ὃς ἑξαμέτροις ἔγραψε πρῶτος κωμῳδίαν· ἐξ οὗ πρῶτος λαβὼν τὰς ἀφορμὰς Λουκίλιος ὁ Ῥωμαῖος ἡρωϊκοῖς ἔπεσιν ἐκωμῴδησεν. μεθ' ὃν καὶ τοὺς μετ' αὐτόν, οὓς καλοῦσι Ῥωμαῖοι σατυρικούς, οἱ νεώτεροι τὸν Κρατίνου καὶ Εὐπόλιδος χαρακτῆρα ζηλώσαντες τοῖς μὲν Ῥίνθωνος μέτροις, τοῖς δὲ τῶν μνημονευθέντων διασυρμοῖς χρησάμενοι, τὴν σατυρικὴν ἐκράτυναν κωμῳδίαν. Ὁράτιος μὲν οὐκ ἔξω τῆς τέχνης χωρῶν, Πέρσιος δὲ τὸν ποιητὴν Σώφρονα μιμήσασθαι θέλων τὸ Λυκόφρονος παρῆλθεν ἀμαυρόν. Τοῦρνος δὲ καὶ Ἰουβενάλιος καὶ Πετρώνιος, αὐτόθεν ταῖς λοιδορίαις ἐπεξελθόντες, τὸν σατυρικὸν νόμον παρέτρωσαν. 42 Καὶ ταῦτα μὲν περὶ τῆς ἀρχαίας κωμῳδίας τε καὶ τραγῳδίας. τῆς δὲ Τύχης τὰ Ῥωμαίων εἰς ὕψος ἀναφερούσης, ἠκολούθησεν εἰκότως καὶ πταίσματα, καὶ διαφερόντως ἀσωτία, ὥστε 64 μετὰ τὸν δυοδεκάδελτον καὶ τὸν περὶ ἀσωτίας νόμον, παρὰ Κορινθίων πάλαι τεθέντα, γράψαι Ῥωμαίους· τίτλος δέ, ἤ τοι προγραφή, τῷ νόμῳ De Nepotibus, οἷον εἰ Περὶ Ἀσώτων. ἐπεὶ δὲ διπλῆ ἡ σημασία τοῦ ὀνόματος τούτου ἐστὶ παρὰ Ῥωμαίοις νέπωτας γὰρ καὶ τοὺς ἐγγόνους καὶ τοὺς ἀσώτους ὁμωνύμως καλοῦσιν, ἤρεσεν ἐμοὶ διὰ βραχέων τὴν διαφορὰν εἰπεῖν. νέπως, ὁ νέος παῖς ἐξ Ἑλληνικῆς ἐτυμολογίας, ὁ ἔγγονος λέγεται καὶ καλῶς ὁ Φιλόξενος εἶπεν· nepos δὲ καὶ ὁ ἄσωτος, ὅπερ καὶ αὐτὸ τροπικῶς. καὶ κατὰ θεωρίαν τάχα τοῖς Ἕλλησι παραχωρητέον ὅτι τὸν σκορπίον οἱ Ῥωμαῖοι πατρίως νέπαν καλοῦσιν, οἷον εἰ ἄποδα κατὰ στέρησιν τὴν γὰρ «νε» συλλαβὴν στερητικῷ τρόπῳ λαμβάνουσι Ῥωμαῖοι, ὥσπερ Ἕλληνες νήλιπος, νήχυτος, νήγρετος, νήδυμος ἐκ τοῦ κατὰ φύσιν συμβαίνοντος τῷ θηρίῳ. ὡς σαύρα γὰρ χειμῶνος καὶ αὐτὸς εἰκότως ὁ σκορπίος τῇ γῇ, καθάπερ καὶ τὰ ἄλλα τῶν ἑρπετῶν, ὑπονεκρωθεὶς κεῖται, μηδὲν ἕτερον παρ' αὐτὴν ἐσθίων. ἡνίκα οὖν πᾶσαν τὴν περὶ ἑαυτὸν ἐδώδιμον γῆν ἑαυτῷ δαπανήσῃ, τῶν ἰδίων καθάπτεται πλεκτανῶν καὶ πάσας αὐτὰς ἀνεπαισθήτως καταναλίσκει. ἦρος δὲ ἀνακαλοῦντος αὐτὸν μετὰ τῶν ἄλλων εἰς φῶς νόμῳ τῆς φύσεως, ἀναποδοῦται καὶ πρὸς καλαμίνθην τὸ φυτὸν ἐρχόμενος μόνῃ τῇ ἀφῇ τῆς βοτάνης ἀναλαμβάνει τὸ δριμὺ καὶ στεγανοῦται, καθάπερ ὄφις τῇ μαράθῳ· ὅθεν καὶ νέπεταν τὴν καλαμίνθην Ῥωμαῖοι καλοῦσιν. ταύτῃ σκορπιστὰς νέπωτας ἀποκαλοῦσιν αὐτοί, οἷα τῶν ἰδίων μελῶν διαφθορεῖς. 43 Τοιαῦτα μέν τινα παρατραπεὶς τοῦ σκοποῦ εἴποιμ' ἂν περὶ τούτου. βαρεῖς δέ τινες καὶ ἀναιδεῖς ἀστεμφεῖς τε καὶ στι 66 βαροὶ τὸν τρόπον οἱ κήνσωρες τοῖς ἀσώτοις ἐτύγχανον, μὴ τύχης, μὴ ἀξιώματος ἐξαιρουμένου