1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

15

τὸν αἴτιον. ὅτι δὲ ἀληθῆ ταῦτα, μάρτυς ἡ ἱστορία· λέγει δὲ ὧδε· «πρῶτος Ἄππιος Κλαύδιος κήνσωρ προεβλήθη. ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων· καὶ ἔργον ἦν αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσθαί τε καὶ κρίνειν βίους, τιμωρίας τε ἐπάγειν τοῖς ἁμαρτάνουσι κατὰ πάσης δυναστείας· καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας.» κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις κοινοῖς κατακοσμεῖν τὴν πόλιν. ∆ΗΜΑΡΧΊΑ 44 Οὕτως οὖν τῶν τιμητῶν ἐκταραττόντων τοὺς ὑπηκόους καὶ πικρότερον ἐπεξιόντων τοῖς πολίταις, καὶ διαφερόντως ἀδυσωπήτως διακειμένων τῶν δανειστῶν περὶ τοὺς χρήστας, ἐχειροτόνησεν ὁ δῆμος δύο δημάρχους ἑαυτῷ, Γάϊον Λικίνιον καὶ Λούκιον Ἀλβῖνον διαιτήσοντας τῷ πλήθει καὶ τὴν ἀγορὰν ἐποψομένους. αὐτοὶ δὲ οἱ δήμαρχοι μαχαίρας διεζώννυντο, δημοσίους δὲ οἰκέτας πρὸς ὑπηρεσίαν εἶχον, οὓς ἐκάλουν βερνάκλους σημαίνει δὲ τοὔνομα τοὺς οἰκογενεῖς οἰκέτας· ἐφ' ὧν τὸ μέτριον ὁ δῆμος ἐκβὰς καὶ αὐτοὺς τοὺς εὐπατρίδας καλεῖσθαι πρὸς τῶν βαναύσων εἰς δίκην ἐνομοθέτησεν, ὥστε τὸν ὕπατον πρὸς θεραπείαν τοῦ πλήθους νόμον ἐνεγκεῖν, μὴ ἐξεῖναι τοῖς ἄρχουσι δίχα ψήφου τοῦ δημάρχου τιμωρεῖσθαι πολίτην.

∆ΕΚΑΝ∆ΡΙΚῊ ἘΞΟΥΣΊΑ ἫΝ ἘΚΆΛΟΥΝἸΤΑΛΟῚ DECEMVIRATUM 45

Εἶτα αὖθις διαφερομένων τῶν λογάδων πρὸς τὸ πλῆθος, ψήφῳ κοινῇ τοὺς

μὲν ὑπάτους ἀπεκίνησαν, δέκα δὲ νομοθέταις τὴν διάσκεψιν τῶν κοινῶν ἐπέτρεψαν. ἀπὸ δὲ τοῦ ἑξηκοστοῦ ἔτους τῶν ὑπάτων ἐπὶ πεντήκοντα ἐνιαυτούς, ποτὲ μὲν χιλιάρχων, 68 ποτὲ δὲ μεσοβασιλέων προβαλλομένων, ἐθορυβεῖτο τὰ πράγματα. τότε σιτηρέσιον τὸ δημόσιον πρώτως τοῖς στρατιώταις ἐπιδέδωκεν ὡρισμένον, τὸ πρὶν ἑαυτοὺς ἀποτρέφουσιν ἐν πολέμῳ. ἔνθεν ἀναρχίαν ἐδυστύχησε τὸ πολίτευμα ἐπὶ πενταετῆ χρόνον· καὶ πάλιν ὕπατοι, εἶτα ἀγορανόμοι τέσσαρες ἐκ τῶν πατρικίων καὶ ταμίαι δύο καὶ πραίτωρ ἕτερος· καὶ πάλιν ὁ δῆμος προεχειρίσατο πέντε μὲν οἰωνοσκόπους, τέσσαρας δὲ ἱεροφάντας. ἐπὶ δὲ τοῦ τρίτου καὶ ἑξηκοστοῦ καὶ διακοσιοστοῦ τῶν ὑπάτων ἔτους ἕτερος προεβλήθη πραίτωρ, ὥστε τοῖς ξένοις διαιτᾶν. τὸν δὲ ἐνιαυτὸν οἱ πραίτωρες ἐπὶ τῆς ἀρχῆς οὐχ ὑπερέβαινον. ἄχρι δὲ Καίσαρος ὕπατοι μὲν τὰ τῶν πολέμων, τὰ δὲ κατ' οἶκον οἱ πολιτικοὶ διῴκησαν ἄρχοντες.

ΠΌΤΕ ἘΠΕ∆ΌΘΗ ΠΡΩ͂ΤΟΝ ΤΟΙ͂Σ ΣΤΡΑΤΙΏΤΑΙΣ ΤᾺ ΛΕΓΌΜΕΝΑ ΚΆΠΙΤΑ ΚΑῚ ΤΊ

ΣΗΜΑΊΝΕΙ ΤῸ ΚΆΠΙΤΟΝ ὌΝΟΜΑ 46

Τῷ πέμπτῳ καὶ ἑξηκοστῷ καὶ τριακοσιοστῷ τῆς πόλεως ἔτει, Λουκίου Γενουκίου καὶ Κοΐντου Σερβιλίου ὑπάτων, πολεμούντων Βηΐοις τοῖς γείτοσι τῶν Ῥωμαίων, ἀνάγκη γέγονε μὴ διαθερίσαι μόνον ἀλλὰ μὴν καὶ διαχειμάσαι αὐτοῖς παρὰ τοῖς πολεμίοις. τότε πρῶτον διωρίσθη τοῖς στρατιώταις παρασχεῖν τὸ δημόσιον καὶ ὑπὲρ ἵππου δαπάνης τὰ λεγόμενα κάπιτα οὕτω δὲ τοὺς ἀπὸ ῥάβδων κοφίνους ἐκάλεσαν ἀπὸ τοῦ κάπερε, οἷον εἰ χωρεῖν, ἔνθεν ὑποκοριστικῶς τὰ λεγόμενα καπίτουλα πατρίως οἱ Ῥωμαῖοι ὀνομάζουσιν. τοῦ δὲ δήμου ἀνέκαθεν στρατευομένου παντός, συνεῖδον ὡρισμένην καὶ εὐτρεπῆ συστήσασθαι βοήθειαν· σπείρας μὲν ἀπὸ τριακοσίων ἀσπιδιωτῶν, ἃς καλοῦσι 70 κοόρτης, ἄλας δέ, ἀντὶ τοῦ ἴλας, ἀπὸ ἑξακοσίων ἱππέων, βηξιλλατίωνας ἀπὸ πεντακοσίων ἱππέων, τούρμας ἀπὸ πεντακοσίων τοξοτῶν ἱππέων, καὶ λεγιῶνας ἀπὸ ἑξακισχιλίων πεζῶν καὶ ῥητῶν ἱππέων. τομαὶ δὲ ταῖς λεγιῶσιν αὖται· ἆλαι ἀπὸ χ ἱππέων βηξιλλατίωνες ἀπὸ φ ἱππέων τοῦρμαι ἀπὸ φ τοξοτῶν ἱππέων λεγιῶνες ἀπὸ ἑξακισχιλίων πεζῶν τριβοῦνοι, δήμαρχοι ὀρδινάριοι, ταξίαρχοι σιγνιφέραι, σημειοφόροι ὀπτίωνες,